# Commentarii ad Homeri Odysseam 2.316.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.316.1

δηλαδὴ πελέκεας, (Vers. 169.) ἡμῖν αἰνομόροισιν ἀέθλια καὶ φόνου ἀρχήν. ἔνθα ὁ τἄλλα πρὸς ἀλήθειαν εἰπὼν Ἀμφιμέδων ὑποψεύδεται· οὐ γὰρ καθὰ τὸ εἴδωλον τὴν τοῦ τόξου θέσιν οἴεται πολυκερδείαις Ὀδυσσέως γενέσθαι, οὕτω καὶ τἀληθὲς εἰς τὸ πᾶν ἔχει, ἀλλ' ἐβουλεύσατο μὲν αὐτὸ ἡ Πηνελόπη πρώτη, ἐπέκρινε δὲ Ὀδυσσεύς. ὁ δ' Ἀμφιμέδων ἀνακεφαλαιούμενος καὶ τὰ ἑξῆς φησίν· οὐδέ τις ἡμῶν δύνατο κρατεροῖο βιοῖο νευρὴν ἐντανύσαι, (Vers. 171.) πολλὸν δ' ἐπιδευέες ἦμεν, ἤγουν ὕστεροι ἀπὸ τοῦ δεύω, ἐξ οὗ ὁ δεύτερος καὶ ὁ δεύτατος. ἐν ἄλλοις δὲ καὶ τὸν ἐπιδεῆ, ὅ ἐστι χρῄζοντα, ἡ λέξις δηλοῖ, ὡς καὶ ἐν τῷ, τά τ' ἔλδεται ὅς κεν ἐπιδεύης. ἀλλ' ὅτε, φησὶ, χεῖρας ἐκείνου ἵκανε τόξον, ἡμεῖς μὲν πάντες ὁμοκλέομεν ἐπέεσσι κωλύοντες τὴν δι' Εὐμαίου δόσιν τοῦ τόξου. Τηλέμαχος δὲ μόνος ἐποτρύνων ἐκέλευσεν. ὁ δὲ δεξάμενος ῥηϊδίως ἐτάνυσε βιόν· στῆ δ' ἂρ ἐπ' οὐδὸν ἰὼν, ταχέας δ' ἐκχεύατ' ὀϊστοὺς δεινὸν παπταίνων, βάλε δ' Ἀντίνοον βασιλῆα. αὐτὰρ ἔπειτ' ἄλλοις ἐφίει βέλεα στονόεντα, τοὶ δ' ἀγχηστῖνοι ἔπιπτον. (Vers. 182.) γνωτὸν δ' ἦν ὅτι θεὸς αὐτοῖς ἐπιτάῤῥοθος ἦεν, ὃ δὴ θείαν ἐπικουρίαν δηλοῖ. αὐτίκα γάρ, φησι, κατὰ δώματα οἱ ἀμφὶ τὸν Ὀδυσσέα ἐπισπόμενοι, ἤγουν ἐπακολουθοῦντες, μένεϊ σφῷ, ἤγουν ἰδίᾳ δυνάμει, κτεῖνον ἐπιστροφάδην καὶ ἑξῆς ὡς πρὸ τούτων διεσκεύασται. καὶ οὕτω μὲν ὁ τῆς ἠθοποιΐας Ἀμφιμέδων, προσθεὶς καὶ ὅτι ὣς ἡμεῖς ἀπωλόμεθα, ὧν ἔτι καὶ νῦν σώματ' ἀκηδέα κεῖται ἐκεῖ· οὐ γάρ πω ἴσασι φίλοι, οἱ ἀπονίψαντες μέλανα βρότον ἐξ ὠτειλέων καταθέμενοι γοάοιεν· τὸ γὰρ γέρας ἐστὶ θανόντων, τὸ ἀπονιφθῆναι δηλαδὴ καὶ κλαυθῆναι, ἀκολούθως δὲ πάντως καὶ ταφῆναι. (Vers. 192.) χαίρει δὴ ἐπὶ τούτοις ἡ τοῦ Ἀτρείδου ψυχὴ καὶ φησὶν ἠθοποιητικῶς· ὄλβιε Λαέρταο πάϊ πολυμηχαν' Ὀδυσσεῦ, ἦ ἄρα σὺν μεγάλῃ ἀρετῇ, τουτέστιν εὐτυχίᾳ, εὐδαιμονίᾳ, ἐκτήσω ἄκοιτιν. ὃ σαφέστερον ἑρμηνεύων ἐπάγει· ὡς ἀγαθαὶ φρένες ἦσαν ἐχέφρονι Πηνελοπείῃ· ὡς εὖ μέμνηται ἀνδρὸς κουριδίου· (Vers. 196. sqq.) τῷ οἱ κλέος οὔ ποτ' ὀλεῖται ἧς ἀρετῆς, τῆς φρονήσεως καὶ σωφροσύνης δηλονότι. τεύξει δ' ἐπιχθονίοισιν ἀοιδὴν αὐτῇ θεὸς χαρίεσσαν. οὐχ' ὡς Τυνδαρέου κούρη κακὰ μήσατο ἔργα κουρίδιον κτείνασα πόσιν· στυγερὴ δὲ ἀοιδὴ ἔσσετ' ἐπ' ἀνθρώπους, χαλεπὴν δέ τε φῆμιν ὄπασσε θηλυτέρῃσι γυναιξὶ καὶ ἥ περ ἂν εὐεργὸς ἔῃσιν, ἤγουν εἰς παράδειγμα κεῖται ψόγου, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, οὐ μόνον τοῖς ψέγουσι τὰς ἐπ' ἀληθείᾳ φαύλας γυναῖκας, ἀλλὰ καὶ εἴ τις φιλαπεχθημόνως ἀγαθὴν γυναῖκα ψέξαι βούλοιτο. Ὁμήρου δὲ καὶ ταῦτα δεξιότης, τόπους τινὰς πολλαχοῦ παραδιδόντος τεχνικῶς ψόγων τε καὶ ἐπαίνων τοῖς ὁμιληταῖς. καὶ οὕτω μὲν εἰς ἔπαινον Πηνελόπης ἐνταῦθα τὰ τῆς νεκυίας ταύτης περαίνεται διὰ μέσου τοῦ βασιλέως, ὃς καὶ ἐν τῇ πρώτῃ καὶ μεγάλῃ νεκυίᾳ τὸν Ὀδυσσέα ἐθάῤῥυνεν ὡς μηδὲν πεισόμενον κακὸν ἐκ τῆς Πηνελόπης ὡς ἀγαθῆς γυναικός. (Vers. 118.) Ἰστέον δὲ ὅτι Ὅμηρος μὲν οὐκ ἀναγκαστὸν τῷ Ὀδυσσεῖ γενέσθαι ἱστορεῖ τὸν εἰς Ἴλιον πλοῦν, εἰς ὃν ἄμφω οἱ βασιλεῖς ἥκουσιν οὐ βιασόμενοι, ἀλλ' ὀτρύνοντες καὶ σπουδῇ παραπείσοντες συμπλεῦσαι εἰς Ἴλιον· μηνὶ γὰρ οὔλῳ κατειργάσαντο διὰ πειθοῦς ἐκεῖνον, οἷα κατὰ σύνεσιν ἢ καὶ ἐκ μαντείας εἰδότα τὸ τῆς Τρωϊκῆς μάχης δυσαποτέλεστον. εἰ δὲ καὶ οἱ μεταγενέστεροι δειλίαν κατηγοροῦσι τοῦ ἥρωος καὶ προσποίητον μανίαν θρυλοῦσι καὶ τὴν ἀνομοειδῆ συζυγίαν τῶν ζῴων προσιστοροῦσιν, ἣν ζεύξας μετεχειρίσθη τὸ ἄροτρον, καὶ τὸν ὑπὸ Παλαμήδους προφέρουσιν ἔλεγχον διὰ τοῦ βρεφυλλίου παιδὸς Τηλεμάχου καὶ ἄκοντά φασιν εἰς Τροίαν στρατεύσασθαι, λεγέτωσαν ἃ βούλονται· οἵ περ οὐ μόνον τοῦ Ὀδυσσέως τοιαῦτα καταγράφουσιν, ἀλλὰ καὶ τὸν Ἀχιλλέα τῇ γυναικωνίτιδι παραβύουσι, καὶ κερκίδα χειρίσαντες πρὸς ἱστουργίαν τὰς χεῖρας γυμνάζουσι, καὶ διὰ Παλαμήδους ἐκφήναντες καὶ αὐτὸν ἄγουσιν εἰς Τροίαν ἐλέγχιστον· ὧν οὐδὲν Ὅμηρος ἱστορεῖ, ὡς καὶ ἡ Ἰλιὰς δηλοῖ, ἔνθα οὐ φαίνεται οὐδὲ τῷ Ἀχιλλεῖ κατ' ἀνάγκην γενέσθαι ὁ εἰς τὴν Ἴλιον πλοῦς. καὶ Σοφοκλῆς δὲ διὰ τοῦ Τεύκρου τὸν Αἴαντα ἑαυτοῦ φησὶν ἄρχειν καὶ οὐχ' ὑπὸ τὴν ἀνάγκην τοῦ σκήπτρου κεῖσθαι τῶν βασιλέων. (Vers. 106.) Ἰστέον δὲ καὶ ὅτι ταυτὸν μέλαιναν γῆν εἰπεῖν καὶ ἐρεμνὴν γαῖαν, ὡς ἐν τοῖς ῥηθεῖσι κεῖται. (Vers. 107.) Κεκριμένοι δὲ οἱ ἐπιλελεγμένοι· διὸ καὶ ἐπήγαγε παραθείς· οὐδ' ἂν ἄλλως (Vers. 108.) κρινάμενος λέξαιτο, ἤγουν διακρίνας ἐπιλέξαιτο. λείπει δὲ ἐν τῷ διακρίνας εὐθεῖα, ἵνα λέγῃ ὅτι οὐδ' ἂν ἄλλως τις διακρίνας λέξαιτο, ἢ καὶ ἑτέρως εἰπεῖν, οὐδ' ἂν ἄλλως λέξαιτο εἴ τις κρίνοι, εἰ μὴ ἄρα τὸ ἄλλος εἴη ἀντωνυμία· τότε γὰρ ἀνελλιπῶς ἔχει ὁ λόγος. δῆλον δὲ ὡς ταυτὸν κρῖναι καὶ λέξασθαι· ἀφ' ὧν τοῦ μὲν ὁ ἔκκριτος, τοῦ δὲ οἱ παρ' Εὐριπίδῃ λεκτοὶ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
