# Commentarii ad Homeri Odysseam 2.320.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.320.1

Ὀδυσσεὺς οὐκ εὐθὺς ἑαυτὸν ἀναγνωρίζει τῷ πατρὶ, μή ποτε τῷ αἰφνιδίῳ τῆς χαρᾶς ἀποσβῇ ὁ γέρων· σμικρὰ γὰρ, τραγικῶς εἰπεῖν, παλαιὰ σώματ' εὐνάζει ῥοπὴ, τουτέστι βραχεῖά τις ἀφορμὴ, λύπης τυχὸν ἢ χαρᾶς ἢ φοβοῦ, ἐκλείπειν ποιεῖ, ἐπεί τοι καὶ ἐν τοῖς ἑξῆς (Vers. 345.) τοῦ Ὀδυσσέως ἀναγνωρισθέντος λύτο αὐτόθι γούνατα καὶ φίλον ἦτορ τῷ γέροντι, σήματ' ἀναγνόντι τά οἱ ἔμπεδα πέφραδεν Ὀδυσσεὺς, καὶ μικροῦ ἀπέψυξεν ἄν. οὕτω καὶ ὁ Ἄργος κύων ἐπὶ σμικρᾶς ῥοπῆς ὢν ἱστορήθη ἐκψύξαι τῷ τοῦ Ὀδυσσέως ἀναγνωρισμῷ. διὰ ταῦτα τοίνυν ἀφίησι τὸν πατέρα τῇ ἀναμνήσει συγχεθῆναι τοσοῦτον, ὥστε αὐτὸν ἄχεος, φησὶν, νεφέλη ἐκάλυψε μέλαινα, ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν χεύατο κὰκ κεφαλῆς πολιῆς ἀδινὰ στενάχων. καὶ τότε δὴ ἐπάλμενος καὶ περιφὺς ἔκυσέ τε καὶ ἔφη· (Vers. 321.) κεῖνος μέν τοι ὅδ' αὐτὸς ἐγὼ, πάτερ, ὃν σὺ μεταλλᾷς, ἤλυθον καὶ ἑξῆς. καὶ οὕτως ὁ τοῦ παιδὸς ἀναγνωρισμὸς πάνυ διαχυτικὸς ὢν καὶ πολλὴν ῥοπὴν τῷ παλαιῷ σώματι δοὺς, ὅμως οὐκ ἔσχε καὶ εὐνάσαι αὐτὸν κατεργασάμενος, ἀλλ' ἐπαναγαγὼν ἐκ τῆς ἄγαν λύπης οὐκ ἐξίσχυσε καὶ κακόν τι τῷ σφοδρῷ τῆς ἡδονῆς συνεργάσασθαι, ἀλλ' ἐξ ἀκροτήτων ἤγαγεν εἰς μεσότητα, καὶ συγκεράσας μετρίως εἰς τὸ ἐξ ἀρχῆς κατὰ φύσιν ἀποκατέστησε. προμηθέστατα οὖν, ὡς εἴρηται, ποιεῖ Ὀδυσσεὺς τὸν ἀναγνωρισμόν, διὸ καὶ ὁ ποιητὴς ἐπεσημήνατο, ὡς κέρδιον εἶναι τῷ Ὀδυσσεῖ ἐκρίθη κερτομίοις ἐπέεσσι πειρηθῆναι. καὶ ἐν τῷ τέλει δὲ τοῦ λόγου ὅτε τὸν τεράστιον ὄλεθρον τῶν μνηστήρων καταλέγει, σὲ δὲ χρή, φησι, τετλάμεν ἔμπης ἵνα μή τι πάθῃς, τῇ ἐκτὸς δηλαδὴ καὶ παρ' ἐλπίδας χαρᾷ. τοῦτο δὴ τὸ Σοφόκλειον. καὶ τοιάδε μὲν ταῦτα. Ἐν δὲ τοῖς καθέκαστα τοῦ ῥηθέντος χωρίου τὸ μὲν, (Vers. 215.) δεῖπνον ἱερεύσατε, ἀντὶ τοῦ, διὰ δεῖπνον σφάζετε· οὐ γὰρ ἄλλως ἐνταῦθα ἱερεύεται κατὰ θυσίαν ὁ σῦς. (Vers. 217.) Ἐν δὲ τῷ, εἴ με ἔτι γνοίη, ἀργὸν ἐκ περισσοῦ κεῖται τὸ ἔτι ἐπίῤῥημα· ὁποῖα καὶ ἄλλα ἐν τοῖς εἰς τὴν Ἰλιάδα παρεσημάνθησαν, ἐν οἷς καὶ τὸ τὶ, πολλαχοῦ κατὰ παρολκὴν κείμενον, οἷον ἐν τῷ σχεδόν τι καὶ οὔ τι καὶ οὕτω τι καὶ, ναῦς χαλκεμβόλους ὁμοῦ τι διακοσίας. Ἰστέον δὲ ὅτι τῶν χαλκεμβόλων νεῶν τὰ ἔμπροσθεν, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, καθὰ μηροὶ καὶ μηρὰ καὶ ἄλλα δὲ ὁμοίως μεταπεπλασμένα, οὕτω καὶ ἔμβολοι λέγονται ἀρσενικῶς καὶ ἔμβολα οὐδετέρως· οἷον, δίπρωρος δ' ἐγεγόνει καὶ δίπρυμνος καὶ ἔμβολα εἶχεν ἑπτά. (Vers. 218.) Τὸ δὲ ἀγνοίησι λέξις μὲν μετρικοῖς ἴσως ἀγαπητὴ, πάντῃ δὲ ἀσυνήθης καὶ μάλιστα διὰ τὸν τόνον· εἴτε γὰρ ἐκ τοῦ ἀγνοῶ εἴτε ἐκ τοῦ ἀγνοιῶ, οὐκ εὔλογος ἡ παροξυτόνησις. μάλιστα οὖν δοκεῖ ἐκ τοῦ ἀγνοίημι εἶναι τὸ τρίτον ἀγνοίησιν ὡς τίθησι, τὸ δὲ ἀγνοίημι ἐκ τοῦ ἀγνοιῶ, ὡς αἰνῶ αἴνημι· οἷον, οὔ μιν ἔγω γε αἴνημι, καὶ διζῶ δίζημι, ὅθεν καὶ διζήμενος. (Vers. 224.) Αἱμασιὰ δὲ κατὰ τὴν τοῦ ποιητοῦ ἑρμηνείαν, ἀλωῆς ἕρκος, ἴσως μὲν, ὡς προεδηλώθη, ἐξ ἀκανθῶν οὖσα ποτὲ, ὧν εἶδος καὶ αἱ βάτοι ἃς ὁ γέρων διαχειρίζεται, καὶ κληθεῖσα παρὰ τὸ αἱμάσσειν τοὺς κατεπιχειροῦντας. οἱ μέντοι παλαιοὶ αἱμασίας φασὶ τὰ ἐκ λεπτῶν λίθων ἐκτισμένα τοιχίδια. διὸ καὶ ὁ ποιητὴς τὴν ἀλωὴν, εἰς ἣν αὐταὶ συνήγοντο, εὐκτιμένην ἔφη, καθά που καὶ πόλεις εὐκτιμένας λέγει. περὶ δὲ αἱμασιῶν πλατύτερον ἤδη προείρηται. (Vers. 226.) Οἶον δὲ, τουτέστι μόνον, εὑρεῖν τὸν πατέρα πλάττεται Ὀδυσσεὺς, ἵνα καὶ αὐτόθι κοινότερον ὕστερον ἀναγνωρισθῇ τοῖς ἀμφὶ τὸν γέροντα. (Vers. 227.) Λιστρεύειν δὲ τὸ περιξύειν παρὰ τὸ λίστρον, ὅ ἐστι ξύστρον, περὶ οὗ καὶ αὐτοῦ προγέγραπται. αὐτὸ δὲ τὸ, λιστρεύειν φυτὸν, ὅμοιόν ἐστι τῷ, φυτὸν ἀμφιλαχαίνειν· καὶ γὰρ ὁ λιστρεύων φυτὸν ὀρύττει καὶ ὁ λαχαίνων φυτὸν, ἐπεὶ λαχαίνειν ταυτόν ἐστι τῷ διασκάπτειν, ἀφ' οὗ καὶ λάχανον. καὶ γίνεται ἡ λέξις παρὰ τὸ ποιεῖν λίαν χαίνειν τὴν γῆν, ἐξ οὗ καὶ σήραγγας ἐπενοήθη λέγεσθαι γῆς παρὰ τὸ σεσηρέναι, ὃ ταυτόν πως τῷ διαχάσκειν ἐστί. (Vers. 228.) Τὸ δὲ, ῥαπτὸν ἀεικέλιον, ὑφὲν ἀναγνωστέον, ἵνα δηλοῖ τὸν ἀεικελίως ῥαπτόν. τοιοῦτον καὶ ἐν Ἰλιάδι σὺν ἄλλοις τὸ, τοξότα λωβητήρ. ὅμοιον δὲ καὶ ἡ ἐν Ἀρκαδίᾳ Μεγάλη πόλις, ὡς προδεδήλωται, καὶ ἕτερα πολλά. (Vers. 229.) Κνημῖδας δὲ νῦν οὐ πολεμικὰς λέγει, ἀλλὰ βύρσας δι' ὧν κνῆμαι τοῖς ἀγρόταις καλύπτονται. οὕτω δὲ καὶ (Vers. 231.) κυνέην αἰγείην οὐ τὴν ἐν μάχῃ χρηστὴν, ἀλλὰ τὸ ἁπλῶς ἐξ αἰγὸς κάλυμμα τῆς κεφαλῆς. καὶ σημείωσαι τὰς λέξεις εἰς χρείαν ὁμωνυμίας καὶ εἰς γραφῆς χρησιμότητα. (Vers. 229.) Ῥαπτὰς δὲ κνημῖδας λέγει ἢ προσυπακουομένου καὶ ἐνταῦθα τοῦ ἀεικελίως αὐτὰς ἐῤῥάφθαι, ἢ καὶ μᾶλλον εἰς δεῖξιν τοῦ περίβλημα εἶναι ταῖς κνήμαις αὐτὰς καὶ μὴ ἁπλῶς ᾐωρημένας τετυλίχθαι περὶ τὰς κνήμας, ἴσως δὲ καὶ εἰς διαστολὴν τῶν ἐκ σιδήρου ὧν ἄπεστι τὸ ἐῤῥάφθαι. Τὸ δὲ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
