# Commentarii ad Homeri Odysseam 2.321.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.321.1

περιδέδετο οἰκεῖον ἐπὶ κνημίδων, ὡς ἐπὶ πεδίλων τὸ ὑποδεδέσθαι. Γραπτύας δὲ καὶ ἐν συναιρέσει γραπτῦς λέγει τὰς ἐξ ἀκανθῶν ἢ ἀκανθωδῶν τινῶν γραφὰς ἤγουν, ὡς καὶ προεῤῥέθη που, ξέσεις καὶ ἀμυχὰς, ἀπὸ τοῦ γράφω τὸ ξέω, ὃ καὶ ἀμύσσειν λέγεται, ὅθεν ἡ ἀμυχή. πολλῶν δὲ παρηγμένων ἐκ τοῦ γράφειν, ὡς καὶ ἡ Ἰλιὰς ἀκριβῶς δηλοῖ, δῆλον ἐκεῖθεν καὶ τὸ γράμμα, ὃ καὶ στοιχεῖον σημαίνει συνήθως, ἔτι δὲ καὶ σύγγραμμα· ἐξ οὗ καὶ πολλὰ γράμματα εἰδέναι φαμὲν καὶ γραμματικὸν εἶναι τὸν πολλῶν συγγραμμάτων ἔμπειρον. κεῖται δ' αὐτὸ καὶ παρὰ Καλλιμάχῳ ἐν τῷ, γράμματα δ' οὐκ εἴλισσεν ἀπόκρυφα. καὶ Πλάτωνος ἓν τὸ περὶ ψυχῆς γράμμα ἀναλεξάμενος. καὶ τοῦτο μὲν οὕτως. Ἰστέον δὲ καὶ ὅτι τὰς μὲν τῶν κνημῶν γραπτῦς αἱ κνημῖδες κωλύουσι, (Vers. 230.) τὰς δὲ τῶν χειρῶν αἱ χειρίδες, ἤγουν τὰ τῶν χειρῶν καλύμματα ἐκ δερμάτων δηλαδὴ καὶ αὐτὰ ὄντα. ὧν ἡ παραγωγὴ ὥς περ κνήμη κυνημὶς, οὕτω καὶ χεὶρ χειρίς· ἐξ ἧς καὶ ἐγχειρίδιον οὐ μόνον τὸ ξιφίδιον καὶ τὸ μαχαίριον καὶ τὸ βιβλίδιον ὡς τὸ Ἐπικτήτου ἐγχειρίδιον, ἀλλ', ὡς ὁ Ἀθήναιος δηλοῖ, καὶ τὸ τῆς θαλασσίας κώπης κράτημα. Ἰστέον δὲ ὅτι οὐ μόνον κατὰ ἀκανθῶν χειρίδες ἐπινενόηνται, ἀλλὰ καὶ ἐπὶ ἔργων εὐχερείᾳ. καὶ τοξεύοντες γοῦν τινὲς χειρίσι χρῶνται, εἰ καὶ μὴ δακτυλωταῖς, καὶ πλύνοντες δὲ καὶ ζυμοῦντες. παρὰ γοῦν τῷ Δειπνοσοφιστῇ εὕρηται τὸ, σιτοποιὸς χειρίδας ἔχων καὶ περὶ τῷ στόματι κημὸν ἔτριβε τὸ σταῖς, ἵνα μήτε ἱδρὼς ἐπιῤῥέοι μήτε τοῖς φυράμασιν ὁ τρίβων ἐμπαίοι ἢ ἐμπίπτοι. ἔνθα σημείωσαι τὸν κημὸν ἐκδηλοτάτην διαφορὰν ἔχοντα πρὸς τὸν χαλινόν· ὁ μὲν γὰρ ἐπὶ ἵππων, ὁ δὲ κημὸς ἰδοὺ καὶ ἐπὶ ἀνθρώπου, ἔξω δηλαδὴ περὶ τὰ χείλη κείμενος· ὁποῖός τις καὶ ὁ τὰ τῆς ἄρκτου κατασφαλιζόμενος ὥστε μὴ δάκνειν τοὺς παρατυγχάνοντας. εἰ δὲ καὶ σιδηροῦς ἢ χαλκοῦς ἐκεῖνος, ἀλλ' ὁ κατ' ἄνθρωπον οὐκ ἂν εἴη τοιοῦτος, ἀλλὰ κόμμα τι λίνεον προβέβληται τῶν τε χειλέων καὶ τῆς ῥινὸς, ἵνα μή τι φορτικὸν ἔξωθεν εἰσπνέοιτο, λεπτὸν ὂν καὶ ῥᾷον ἐπιβουλεῦον τοῖς τοιούτοις μέρεσιν. Ἔτι ἰστέον καὶ ὅτι χειρὸς πολλῶν ὄντων παραγώγων, ἐκεῖθεν ἐστὶ καὶ τὸ διαχειρίσασθαι, ἀφ' οὗ καινότερον κατὰ συγκοπὴν καὶ τὸ διαχρήσασθαι, καὶ μὴν καὶ τὸ ἀπεχειρίσθη τὴν δεξιάν. τούτων δὲ πολὺ διαφέρει τὸ μεταχειρίζεσθαι. Ἰστέον δὲ καὶ ὅτι ἐκ τοῦ γράφειν, ὅ πέρ ἐστι ξέειν ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα σαφῶς δεδήλωται, τό τε γράμμα γίνεται, ὡς καὶ αὐτὸ ἐῤῥέθη, καὶ τὸ ἐξ αὐτοῦ παρώνυμον γραμματικὸν ἔκπωμα, ἤγουν, ὡς Ἄλεξις ἂν εἴποι, τὸ ἔχον κύκλῳ τὰ γράμματα· ἔτι δὲ καὶ ἡ κατὰ τόπον περιγραφὴ διὰ τῆς κύκλῳ ξέσεως τοῦ ὑποκειμένου χωρίου, καὶ ἡ παρὰ τοῖς ῥήτορσι δὲ παραγραφὴ, ξέσις οὖσά τις καὶ ἀπάλειψις δικαιολογίας, καὶ μὴν καὶ ἡ γραφὴ τουτέστιν ἡ στίξις, ἣν περόναι φασὶ ποικίλλουσιν ἐν σώμασιν. ἣν δὴ γραφὴν παθοῦσαι Θρᾳκικαί τινες γυναῖκες ἐφ' ὕβρει ἐξηλείψαντό, φασι, τὴν συμφορὰν ταύτην, προσαναγραψάμεναι ἤγουν στίξασαι καὶ τὰ λοιπὰ τοῦ χρωτὸς, ἵνα ὁ τῆς ὕβρεως χαρακτὴρ εἰς ποικιλίαν ἀριθμηθεὶς κόσμου προσηγορία τοὔνομα ἐξαλείψῃ, ᾧ δηλαδὴ ὀνομάζονται αἱ στιγματίαι. ἔτι ἐκ τοῦ γράειν καὶ γράφειν γίνεται καὶ ἡ τεχνικὴ περίγρα, ἡ πέριξ δηλαδὴ γράουσα ἤγουν ἐσθίουσα, ὡς καὶ ἀλλαχοῦ κεῖται, ἢ γράφουσα, ὅ ἐστι ξέουσα καὶ οὕτως ἀπορθοῦσα τὰ ξύλα, οἷς ἐπισύρεται περιαγομένη, καὶ οὕτως ἐξακριβοῦσα σχημάτων ἰσότητα κατὰ τὸ, καὶ ἐκ περίγρας τετράγωνος, ἤγουν ἶσος πάντῃ καὶ στερεὸς ὡς εἰ καὶ ἐτετραγωνίσθη διά τινος περίγρας. Ἰστέον δὲ καὶ ὅτι τῆς γραπτύος ἀρσενικὸν ὁ γραπτός· ὅθεν καὶ ἰχθύες νωτόγραπτοι παρὰ τοῖς παλαιοῖς οἱ ἔχοντες τὰ περὶ νῶτα γραμμάς τινας. Τὸ δὲ, βάτων ἕνεκα, διπλόην ἔχει τοῦ ἕνεκα· καὶ νῦν μὲν βάτων ἕνεκα χειρίδες, ἵνα τις ἐκφύγῃ βάτους, ὧν πάνυ μείζονες οἱ κυνόσβατοι· ὥς περ καὶ πῖλος ὑετοῦ ἕνεκα ἐπὶ κωλύσει ὑετοῦ, καὶ οἶκος καύσωνος ἕνεκεν, ἵνα τις ἐκκλίνῃ καύσωνα. καὶ οὕτω μὲν ἄρτι βάτων ἕνεκα χειρίδες ἐπὶ ἐκκλίσει. ἄλλως μέντοι ποτὲ σπουδὴ γεωργῷ ἕνεκα βάτων, ὥς περ καὶ δεξαμενὴ ἕνεκεν ὑετοῦ· καὶ οἶκος ἀναπαύσεως ἕνεκεν, οὐκ ἐπὶ φυγῇ ἀλλ' ἐπιτυχίᾳ, ἵνα δηλαδὴ βάτους ἕξει τις καὶ ὑετὸν καὶ ἀνάπαυσιν. οὕτως οἱ περὶ τὸν Δολίον ἕνεκα βάτων, ὡς εἰκὸς, πονοῦνται δι' αἱμασιάς. εἰσὶ δὲ καὶ ἄλλοι τρόποι τοῦ ἕνεκά τινος· θανατοῦται γάρ τις ἕνεκα φίλου ἤγουν διὰ φίλον, καὶ αὖ πάλιν ἕνεκα ἐχθροῦ ἤγουν δι' ἐχθροῦ. ἀντιπέφρασται δὲ ἡ βάτος τῇ βάσει αὐτὴ ἄβατος οὖσα κατὰ τὸ, γένοιτ' ἂν τόπος ἄβατος βάτου περικειμένης, ὃ κεῖται ψεκτικῶς παρὰ Ἀγαθαρχίδῃ σκώπτοντι. ὁμοίως καὶ τὸ, τίς ἂν δύναιτο τὴν Κύρου δόσιν ἄκυρον ποιῆσαι; καὶ τὸ, εἰκός ἐστι τὴν Ἀθηνᾶν ἐκ τῆς τοῦ Διὸς κεφαλῆς γεννηθεῖσαν τῶν ἀγαθῶν ἔχειν τὸ κεφάλαιον. δῆλον δ' ὅτι πρὸς διαστολὴν τοῦ βατὸς ὀξυτόνου ἡ βάτος

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
