# Commentarii ad Homeri Odysseam 2.322.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.322.1

ἢ ὁ βάτος βεβαρυτόνηται, αὐτῆς δὲ διέσταλται διπλασμῷ τοῦ τ Βάττος βασιλεὺς Λίβυς, οἷ καὶ τὰ Πινδαρικὰ ὡς περιωνύμου μέμνηνται· ὃς δοκεῖ παροιμίαν δοῦναι τὴν τοῦ βαττολογεῖν. (Vers. 231.) Ἡ δὲ αἰγείη κυνέη λόγον ἔχει ὁποῖον καὶ ἡ ἰκτιδέη κυνέη· καὶ γέγραπται περὶ τούτων ἐν τοῖς εἰς τὴν Ἰλιάδα τὸ ἀρκοῦν. Τὸ δὲ, πένθος ἀέξων, ἐπιφωνηματικῶς εἰπὼν, ὑποκαταβὰς ἡρμήνευσεν ἐν τῷ, (Vers. 233.) μέγα δὲ φρεσὶ πένθος ἔχοντα. (Vers. 234.) Βλωθρὴ δὲ ἐνταῦθα μὲν ὄγχνη, ἐν Ἰλιάδι δὲ πίτυς. καὶ ἐῤῥέθη ἱκανῶς ἐκεῖ περὶ τῆς τοιαύτης λέξεως. (Vers. 240.) Κερτόμια δὲ νῦν ἔπη οὐ τὰ ὑβριστικὰ καὶ ὀνειδιστικὰ, ὅ ἐστι μεμπτικὰ, τέμνοντα δὲ ἄλλως κέαρ διὰ τὸ ἐρεθιστικὰ εἶναι εἰς χόλον κατὰ τὸ, σὺ δὲ μὴ χόλον ἔνθεο θυμῷ. ἐξ οὗ δὴ τόπου καὶ ἄρχεται τὰ κερτόμια ἐνταῦθα ἔπη, τὸ ἀκόμιστον δηλαδὴ τὸν γέροντα εἶναι, τὸ γῆρας λυγρὸν ἔχειν, τὸ κακῶς αὐχμεῖν, τὸ ἀεικέα φορεῖν· ἃ δὴ κομματικῶς κεῖνται ὡς ἐν σκώμμασι πρέπει. ἔτι δὲ καὶ τὸ δμῶα εἶναι. δῆλον δὲ ὅτι παράγωγόν ἐστιν ἐκ τοῦ κέρτομος τρισυλλάβου ὀνόματος τὸ κερτόμιον ἔπος. (Vers. 242.) Τὸ δὲ, κάτω ἔχων κεφαλὴν, οὐ ταυτόν ἐστι τῷ ὕστερον παρ' Ἀττικοῖς, κάτω κάρα, ἢ συνθέτως κατώκαρα· ἐκεῖνο γὰρ ἐπὶ τῶν κατὰ κεφαλὴν κρεμαμένων ἢ βυθιζομένων λέγεται. (Vers. 244.) Τὸ δὲ, οὐκ ἀδαημονίη σ' ἔχει ἀμφιπολεύειν ὄρχατον, περίφρασις τοῦ, δαήμων εἶς τῆς κηπευτικῆς. τούτου δὲ κομματικὴ ἐπιτομὴ τὸ, (Vers. 245.) ἀλλ' εὖ κομιδὴ ἔχει, τουτέστιν ἐπιμεμέληται ὁ ὄρχατος, περὶ οὗ προείρηται ἀλλαχοῦ. (Vers. 244.) Ἀμφιπολεύειν δὲ οὐχ' ἁπλῶς τὸ περιοδεύειν, ἀλλ' ἔχει τι καὶ δουλικῆς σημασίας, ἀφ' ἧς αἱ ἀμφίπολοι. (Vers. 246.) Ἐν δὲ τῷ, οὐ φυτὸν οὐ συκῆ καὶ ἑξῆς, τῷ καθόλου ἤγουν τῷ φυτῷ ἐπῆκται τὰ ὑπ' αὐτὸ μερικὰ δένδρα τε καὶ λοιπά· φυτὰ γὰρ πάντως καὶ τὰ περὶ πρασιὰν, περὶ ἧς καὶ αὐτῆς ὁμοίως προεῤῥέθη, καὶ ἡ συκῆ καὶ τὰ ἐφεξῆς δένδρα. Ὅρα δ' ἐνταῦθα καὶ τὴν ἐπιμονὴν τοῦ ἀποφατικοῦ εὐειδοῦς καὶ λαμπροῦ σχήματος καὶ τὴν γοργότητα ἐν τῷ, οὐ φυτὸν οὐ συκῆ οὐ τόδε οὐ τόδε. ἐκτείνει δὲ καὶ νῦν τὴν ἄρχουσαν ἡ συκῆ. (Vers. 247.) Τὸ δὲ, οὐκ ἄνευ κομιδῆς κατὰ κῆπον, σαφήνειά ἐστι τοῦ, (Vers. 245.) ἀλλ' εὖ τοι κομιδὴ ἔχει ἡ τοῦ ὀρχάτου. (Vers. 249.) Τὸ δὲ, οὐκ ἀγαθή σε κομιδὴ ἔχει, ἀστεῖον ἐστὶ ῥητορικὸν ἀντίθετον· λέγει γὰρ ὡς ὁ μὲν κῆπος ἔχει κομιδὴν ὑπὸ σοῦ, σὺ δὲ οὐκ ἔχεις τὴν δέουσαν κομιδήν. ὅμοιον δέ τι μετ' ὀλίγα καὶ τὸ, οὔ σε κομιδὴ ἀγαθὴ ἔχει, ἀλλὰ γῆρας λυγρὸν ἔχεις. (Vers. 250.) Τὸ δὲ, αὐχμεῖς κακῶς, ἐχρησίμευσε καὶ τῷ κωμικῷ εἰς σκῶμμα ἐν ταῖς Νεφέλαις. αὐχμεῖ δὲ κακῶς ὁ καὶ ῥύπον ἔχων κατὰ τὸν Λαέρτην καὶ ἀλουτῶν. γίνεται δὲ τὸ αὐχμεῖν, ὥς περ καὶ ὁ αὐχμὸς, παρὰ τὸ αὔω τὸ ξηραίνω πλεονασμῷ δασέος, ὡς καὶ ἐν τῷ βρυχηθμὸς γίνεται καὶ τοῖς ὁμοίοις. δῆλον δὲ ὅτι ῥύπος ξηρανθεὶς γῇ ἔοικεν αὐχμώσῃ καὶ μὴ τεγγομένῃ ὕδατι. (Vers. 251.) Ἀεργίαν δὲ οὐ μόνον τὴν κοινῶς λεγομένην ἀργίαν λέγει τὴν ἐκ τῆς ἀεργίας κεκραμένην, ἀλλὰ καὶ τὴν εἰς ἔργον ἀτεχνίαν, διαφέρουσαν τῆς κακοεργίας, ὅτι ἐκείνη μὲν κακίαν δηλοῖ ψυχῆς ὡς ἐν τῷ, κακοεργίης εὐεργεσίη μέγ' ἀμείνων, τοῦτο δὲ ἀνεπιστημοσύνην. (Vers. 252. sq.) Τὸ δὲ δούλειον εἶδος καὶ μέγεθος ὁμογραφοῦνται τῇ ἐκ τοῦ δουλεύω γινομένῃ δουλείᾳ, οὐ μὴν καὶ τὸ δούλιον ἦμαρ· ἐκεῖνο γὰρ τῷ ἰῶτα μόνῳ παραλήγεται, καθὰ καὶ ἡ δουλία ἡμέρα ὥς φασιν οἱ παλαιοί. (Vers. 251.) Τὸ δὲ, οὔ σε κομίζει, ῥῆμα ἔχει τὸ πρωτότυπον τῆς κατ' ἐπιμέλειαν κομιδῆς. (Vers. 254.) Τὸ δὲ, τοιούτῳ δὲ ἔοικας, ἐπεὶ λούσαιτο φάγοι τε, εὕδειν μαλακῶς, διττὴν ἔχει ἔννοιαν· ἢ γὰρ ὅτι τοιοῦτος εἶ οἷος λούεσθαι καὶ μετὰ τὸ ἐμφαγεῖν κοιμᾶσθαι οὐ μὴν καὶ ἔργοις ἐπιπρέπεις ἀνδρικοῖς, ἢ ὅτι τοιούτῳ ἤγουν βασιλεῖ ἔοικας, οὐ νῦν οὕτως ὡς ἔχεις, ἀλλ' ὅτε ὁ τοιοῦτος λούσαιτο καὶ φάγοι, ὥστε καὶ ἀναπεσεῖν εἰς ὕπνον. τηνικαῦτα γὰρ τὸ ἄρτι ῥυπαρὸν ἀποπλυνάμενος ὁ κατὰ σὲ φανείη ἂν τῇ ἀλλοιώσει ὡς βασιλεύς· ὃ δὴ σύμφωνόν ἐστι τῇ περὶ λοετροῦ καὶ λοιπῆς κατὰ σῶμα τημελείας δόξῃ, ὡς καὶ ἀλδαινόντων τὰ μέλη καὶ καλλίω αὐτὰ ποιούντων εἰ θεραπεύοιτο. καὶ ἔστι μὲν καλὴ καὶ ἡ τοιαύτη ἔννοια, σαφεστέρα δὲ καὶ ἀβιαστοτέρα ἡ πρώτη. (Vers. 253. sq.) Τὸ δὲ, βασιλῆϊ ἀνδρὶ ἔοικας. τοιούτῳ δὲ ἔοικας καὶ ἑξῆς, περικαλλές ἐστι καὶ αὐτὸ σχῆμα ἐπαναστροφῆς, ὁποῖόν τι ἐν Ἰλιάδι καὶ τὸ, εἰ πυρὶ χεῖρας ἔοικεν. εἰ πυρὶ χεῖρας ἔοικεν, μένος δ' αἴθωνι σιδήρῳ. ὧν τὸ μὲν συμπληροῖ στίχον, τὸ δ' αὖ κατάρχει τοῦ ἐφεξῆς στίχου. (Vers. 257.) δῆλον δὲ ὡς ἔχει τι κερτομίας καὶ τὸ πῇ μὲν βασιλῆϊ ἐοικέναι λέγειν τὸν γέροντα, πῇ δὲ ἐρωτᾶν κατὰ ἐναντίαν ἔννοιαν, τίνος δμὼς εἶ. καὶ αὐτὸς οὐ τῶν ἄλλως θεραπόντων, ἀλλὰ τῶν κηπευόντων. ὁμοίως δὲ δῆλον ἐκ τοῦ ποιητοῦ καὶ ὡς ἔχαιρεν αὐτουργῶν κατὰ γεωργίαν ὁ Λαέρτης, ὥς που καὶ Ὀδυσσεὺς φθάσας ἐνηβρύνατο πρὸς

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
