# Commentarii ad Homeri Odysseam 2.323.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.323.1

τοὺς μνηστῆρας τῇ γεωργικῇ τέχνῃ, καὶ ὅτι διὰ τὸ ἐπὶ τῷ υἱῷ πένθος ὁ γέρων τοῖς ἀγροῖς ἐκδέδωκεν ἑαυτόν. (Vers. 255.) Τὸ δὲ, ἡ γὰρ δίκη ἐστὶ γερόντων, ἀπόφανσίς ἐστι σεμνὴ γνωμικὴ κατὰ τὸ, τὸ γὰρ γέρας ἐστὶ θανόντων, καὶ, αὕτη τοι δίκη ἐστὶ θεοῦ, καὶ ὅσα τοιαῦτα. (Vers. 260.) Τὸ δὲ, οὗτος ἀνὴρ ξυμβλήμενος οὔ τι μάλ' ἀρτίφρων καὶ ἑξῆς, ψόγος ἐστὶ τοῦ μὴ ἐντελῶς διατεθέντος ἐφ' ἠρώτηται. ἀναφορικὸν δὲ ἐνταῦθα τὸ, οὗτος ἀνήρ· οὐ γὰρ πάρεστιν ἐκεῖνος ὡς καὶ δείκνυσθαι. (Vers. 261.) Τὸ δὲ, οὐ τόλμησεν ἕκαστα εἰπεῖν, ἀντὶ τοῦ οὐκ ἐκαρτέρησε καὶ νῦν κεῖται, καθὰ καὶ πρὸ ὀλίγων. (Vers. 263.) Τὸ δὲ, ἀμφὶ ξείνῳ ἐμῷ, ταυτόν ἐστι τῷ, περὶ φίλου ἐμοῦ. (Vers. 264.) Τὸ δὲ, καὶ εἰν Ἀΐδαο δόμοισι, σαφήνειά ἐστι τοῦ τέθνηκεν· ἔστι γάρ τινα οὐ μόνον τροπικῶς κακῶν ὕπο κατὰ τὴν τραγῳδίαν θανεῖν, ἀλλὰ καὶ λόγοις μόνοις κατά τε φήμην ἁπλῶς καὶ μὴν κατ' ἐπιτήδευσιν, ὅτε τις προτίθεται λόγοις θανὼν, ἔργοισι σωθῆναι τραγῳδικῶς εἰπεῖν κἀξενέγκασθαι κλέος. ὃ καὶ Ζάλευκος καὶ Πυθαγόρας ἐπραγματεύσαντο. λέγει οὖν τὸ τέθνηκεν ἐνταῦθα οὐχ' οὕτω πως, ἀλλ' ὅτε τις κατὰ φύσιν θανὼν ἐν Ἅιδου γένηται. (Vers. 270.) Ἀρκεισιάδης δὲ Λαέρτης ὡς υἱὸς Ἀρκεισίου, ὃς ἢ παρὰ τὸ ἀρκέω ἀρκέσω ἐῤῥέθη ὡς οἷα ἐπαρκεῖν ἁπλῶς δυνάμενος, ὅθεν καὶ ὁ ποδάρκης, ἢ διότι ἄρκος αὐτὸν ἤτοι ἄρκτος θηλάσοι, καθὰ καὶ ἕτερόν τινα ἵππος ἢ αἲξ, καὶ ἄλλους τινὰς λύκαινα· ἐν οἷς καὶ οἱ τῶν Ῥωμαίων ἔξαρχοι κατὰ Δίωνα, Ῥῶμος δηλαδὴ καὶ Ῥωμύλος, οὓς ἐθήλασε λύκαινα ἡ παρὰ Ἰταλιώταις λούπα. ὃ δὴ ὄνομα μετῆκται ἀστείως εἰς ἑταιρίδων προσηγορίαν· τὸ ζῷόν τε γὰρ ἁρπακτικὸν ἡ λούπα εἴτουν λύκαινα καὶ αἱ ἑταιρίδες δὲ ὁμοιότροποι. εἰ δὲ καὶ μῦθος τερατεύεται ὡς ἄρα τέκοι αὐτὸν ἄρκτος, ἡ ἱστορία θεραπεύει τὸ τοιοῦτον βρέφος ἀνθρωπίνως μαιεύουσα· φασὶ γὰρ Κέφαλον τὸν Δηϊονέως ἢ Δηΐονος ἐξ ἄρκτου γυναικὸς τεκεῖν τὸν Ἀρκείσιον. (Vers. 275.) Ἀνθεμόεις δὲ κρατὴρ ὡς καὶ ἐν ἄλλοις λέβητες καὶ τρίποδες ἐῤῥέθησαν ἀνθεμόεντες οἱ ἀναθηματικοὶ διὰ κειμηλίωσιν ἢ ἀνθηροὶ διὰ τὰ δαιδάλματα. ἐν δὲ τῇ Ἰλιάδι καὶ τοπικὸν ἐπίθετον τὸ ἀνθεμόεν κεῖται· λειμῶνα γὰρ Ὅμηρος ἐκεῖ φησὶν ἀνθεμόεντα. (Vers. 276.) Αἱ δὲ ἁπλοΐδες χλαῖναι πρὸς διαστολὴν ἑτέρων μὴ τοιούτων ἐῤῥέθησαν, ὁποῖαι πάντως αἱ διπλοΐδες. Περὶ δὲ φαρέων καὶ ταπήτων καὶ χιτώνων πολλαχοῦ δηλοῦται. (Vers. 278.) Ὁ δὲ περὶ γυναικῶν ἐνταῦθα λόγος χρήσιμος ἐν τοῖς πρὸ τούτων εἰς τὸ, οὐκ ἄορας οὐδὲ λέβητας. ἔνθα ἐφαίνετο καὶ ὅτι ἄορας τὰς γυναῖκας ἐκεῖ ὁ ποιητὴς λέγει, καὶ ὅτι ἐδίδοντό ποτε καὶ γυναῖκες τοῖς ἐπιξενουμένοις. (Vers. 279.) Εἰδαλίμας δὲ ἢ τὰς εὐειδεῖς λέγει ἢ καὶ ἄλλως τὰς ἐπιστήμονας παρὰ τὸ εἰδέναι, ἵνα εἴη ταυτὸν τῷ, ἔργα εἰδυίας, καὶ τὸ εἰδαλίμας. τὸ μέντοι ἰδάλιμον καῦμα διὰ τοῦ ἰῶτα ἔχει τὴν ἄρχουσαν παρὰ τὸ ἰδίειν καὶ τὸ ἴδος, ὃ δηλοῖ τὸν ἱδρῶτα. (Vers. 266.) Ὅτι ἀγαθοῦ ξενοῦ δηλωτικὸν τὸ, ἄνδρα ποτ' ἐξείνισσα ἡμέτερόνδ' ἐλθόντα, οἶκον δηλαδή· καὶ οὔ πώ τις βροτὸς ἄλλος ξείνων τηλεδαπῶν φιλίων, τουτέστι φίλτερος, ἐμὸν ἵκετο δῶμα. ἐκ τοῦ φίλος δὲ ὁ φιλίων γίνεται, ἀπ' αὐτοῦ δὲ, ὡς καὶ προεδηλώθη, ὁ φίλιστος, οὗ χρῆσις καὶ παρὰ Σοφοκλεῖ. (Vers. 271.) Ἔτι ὁμοίας ξενίας φραστικὸν καὶ τὸ, τὸν μὲν ἐγὼ πρὸς δώματ' ἄγων εὖ ἐξείνισσα ἐνδυκέως φιλέων πολλῶν κατὰ οἶκον ἐόντων, καί οἱ δῶρα πόρον ξεινήϊα οἷα ἐῴκει. (Vers. 281.) Ψόγον δὲ φράζει χώρας τὸ, ξεῖνε γαῖαν μὲν ἱκάνεις ἣν ἐρεείνεις, ὑβρισταὶ δ' αὐτὴν καὶ ἀτάσθαλοι ἄνδρες ἔχουσιν. (Vers. 283.) Ἐπὶ δέ τινος μάτην δωρησαμένου ἁρμόζει τὸ, δῶρα δ' ἐτώσια ταῦτα χαρίζεο μυρία ὀπάζων. (Vers. 284.) Μνήμην δὲ εὐεργετικοῦ ποτὲ ἀνδρὸς ἀγαθὴν ἔχει τὸ, εἰ γάρ μιν ζωόν γ' ἐκίχεις ἤτοι κατέλαβες, εὗρες, δώροις ἄν σε ἀμειψάμενος ἀπέπεμψε καὶ ξενίῃ ἀγαθῇ· ἡ γὰρ θέμις ὅς τις ὑπάρξει. καὶ ἔστι καὶ τοῦτο γνωμικὸς ἀφορισμὸς ὅμοιος τῷ, ἡ γὰρ δίκη ἐστὶ γερόντων, καὶ τοῖς τοιούτοις ὡς πρὸ βραχέων ἐῤῥέθη. (Vers. 286.) Ὅρα δὲ τὸ ὑπάρξει ἀντὶ τοῦ προκατάρξει, οὕτω καλῶς καὶ πρωτοθέτως λεγόμενον παρὰ τῶν παλαιῶν, ὅ περ οἱ μεθ' Ὅμηρον καὶ κατάρχειν φασίν· ἀφ' ὧν καὶ ἡ καταρχὴ τῶν ἔργων καὶ ἡ ὑπαρχὴ, ὡς δηλοῖ καὶ τὸ ἐξ ὑπαρχῆς. λέγει δὲ ἡ ῥηθεῖσα γνώμη, ὅτι θέμις τουτέστι δίκαιον ἀντιξενίζειν τὸν ὑπάρξαντα κατὰ τὸ, δόμεν, ἤγουν δὸς, ὅς κεν δῶ, τὸ Ἡσιόδειον, καὶ ἵνα καὶ χάρις χάριν εἴη τίκτουσα κατὰ τὸ ἐν ἄλλοις ῥηθὲν τῶν χαρίτων ἴδιον. (Vers. 284.) Τὸ δὲ ἐκίχεις ἢ ἐκ τοῦ κιχῶ γίνεται ἢ ἐκ τοῦ κίχημι, ἐξ οὗ τὸ κιχήμεναι. (Vers. 289—296.) Ὅτι συχνὰ νοήματα ἐνταῦθα τὰ τοῦ Λαέρτου περὶ Ὀδυσσέως ταῦτα· σὸν ξεῖνον δύστηνον, ἐμὸν παῖδα εἴ ποτ' ἔην γε δύσμορον, ὅν που τῆλε φίλων καὶ πατρίδος αἴης ἢ ἐν πόντῳ φάγον ἰχθύες ἢ ἐπὶ χέρσου

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
