# Commentarii ad Homeri Odysseam 2.324.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.324.1

θηρσὶ καὶ οἰωνοῖς ἕλωρ γένετο. λυπεῖ δὲ τὸν γέροντα καὶ ὅτι οὐκ ἔκλαυσεν ἐκεῖνον περιστείλας μήτηρ, οὐδ' ἄλοχος πολύδωρος ἐχέφρων Πηνελόπεια κώκυσεν ἐν λεχέεσσιν, ὡς ἐπεῴκει, ὀφθαλμοὺς καθελοῦσα· τὸ γὰρ γέρας ἐστὶ θανόντων, τὸ καὶ ἀλλαχοῦ ῥηθέν. μονῳδικὰ δὲ ταῦτα τοῦ γέροντος ἐπὶ τῷ υἱῷ. (Vers. 291.) Ὅρα δ' ἐν τούτοις τὸ, ἢ ἐπὶ χέρσου ἕλωρ ἐγένετο, ἀσυνήθως φρασθέν· τὸ μὲν γὰρ ἀκόλουθον τοιοῦτον ἂν ἦν· ὅν που ἔφαγον ἰχθύες ἢ ἐπὶ χέρσου θῆρες καὶ οἰωνοὶ ἕλωρ ἔθηκαν. ὁ μέντοι γέρων, ὡς οἷον ὑπὸ λύπης ἐκλαθόμενος τῆς συνήθους φράσεως, ἐνήλλαξεν αὐτὴν, καὶ χρὴ νοεῖν ἐκ τοῦ, ὅν που τῆλε, ἀπὸ κοινοῦ τὸ ὃς, ὡς εἰ ἔλεγεν, ὃς ἐπὶ χέρσου ἕλωρ ἐγένετο. (Vers. 292.) Ὅρα δὲ καὶ τὸ θηρσίν· εἰ γὰρ ἄλλως θηρία πάντα τὰ ἄλογα, ὡς προδεδήλωται, ἀλλ' ὁ ποιητὴς ἐνταῦθα θῆρας ἰδιαζόντως τοὺς περὶ χέρσον ὠμηστὰς λέγει, ὥς περ καὶ οἰωνοὺς οὐ πάντας ἀλλὰ τοὺς σαρκοβόρους. (Vers. 293.) Τὸ δὲ περιστείλασα καιριωτάτη λέξις ἐστὶν, εὐκοσμίαν δηλοῦσα νῦν μὲν ἐπὶ νεκροῦ, παρ' ἄλλοις δὲ καὶ ἐπὶ ζώντων. τοιαύτης δὲ δυνάμεως καὶ ἡ περιστολή. (Vers. 294.) Ἄλοχος δὲ πολύδωρος καὶ νῦν, ὥς περ καὶ ἐν Ἰλιάδι ἡ Ἀνδρομάχη καὶ εἴ τίς που ἄλλη. (Vers. 296.) Καθελεῖν δὲ ὀφθαλμοὺς τὸ νεκρικῶς καλύψαι ὡς ἀπὸ τοῦ παρακολουθοῦντος· παρέπεται γὰρ ἐν τοῖς τοιούτοις καθαιρεῖν ἐπὶ συμμύσει τὰ βλέφαρα. (Vers. 299.) Ὅτι καὶ ἐνταῦθα ἔμπορος κεῖται ὁ ἀλλοτρίας νηὸς ἐπιβάτης, φησὶ γάρ· ποῦ δὲ ναῦς ἕστηκε, ἥ σε ἤγαγεν; ἢ ἔμπορος εἰλήλουθας νηὸς ἐπ' ἀλλοτρίης, οἱ δ' ἐκβήσαντες ἔβησαν. (Vers. 301.) Ἔνθα ὅρα καὶ τὸ, οἱ δὲ, ἀντὶ τοῦ, οἱ ναῦται, νοηθέντες Ἀττικῶς ἐκ τῆς νηός. Καὶ ὅτι βῆναι μὲν τὸ ἀποβῆναι, τὸ ἀποπλεῦσαι, ἐκβῆσαι δὲ τὸ ἐξαγαγεῖν τῆς νηός. (Vers. 300.) Ἐν δὲ τῷ, ἢ ἔμπορος εἰλήλουθας, λυτικὸς ὁ ἢ σύνδεσμος· ὃ ζηλώσαντες οἱ μεθ' Ὅμηρον κατάρχουσι δι' αὐτοῦ τῶν παρ' αὐτοῖς λύσεων. (Vers. 304.) Ὅτι Ὀδυσσεὺς ἐν τῷ τοῦ πατρὸς ἀποπειρᾶσθαι ἐπικρύπτων ἑαυτὸν πλάττει εἶναι μὲν ἐξ Ἀλύβαντος, υἱὸς δὲ Ἀφείδαντος Πολυπημονίδαο ἄνακτος. ἐμοὶ δέ, φησιν, ὄνομά ἐστιν Ἐπήριτος· ἀλλά με δαίμων πλάγξεν ἀπὸ Σικανίης, ἐκεῖθεν δηλαδὴ ἐρχόμενον. Ἰστέον δὲ ὅτι Ἀλύβη μὲν ἢ Ἀλύβας πόλις Ἰταλίας ἡ κληθεῖσα ὕστερόν, φασι, Μεταπόντιον. ἕτεροι δὲ πόλιν Θρᾳκίαν ταύτην εἶπον. Ὅμηρος δὲ ταύτην ἐπίτηδες ἐπελέξατο οἷα παρωνυμουμένην τῇ ἄλῃ τουτέστι τῇ πλάνῃ τοῦ Ὀδυσσέως. (Vers. 305.) Ἀφείδαντος δὲ υἱὸς εἶναι λέγει, ἐμφαίνων τὸ ἑαυτοῦ ἐλευθέριον καὶ μεγαλόδωρον· ὃ συνιστῶν καὶ ὁ Λαέρτης ἔφη πρὸ ὀλίγων, ὅτι δώροις ἄν σε Ὀδυσσεὺς ἀμειψάμενος ἀπέπεμπε. Πολυπήμων δὲ αὐτῷ καταψεύδεται πάππος πρὸς αἴνιγμα τῶν πολλῶν πημάτων ὧν ἔπαθε. (Vers. 306.) Τὸ δὲ Ἐπήριτος ταυτόν πώς ἐστι τῷ περιμάχητος ἀπὸ τοῦ ἐρίζω, ἐπεὶ πᾶσιν ἔμελλε καὶ ἐπίστροφος ἦν ἀνθρώπων Ὀδυσσεὺς, ἢ καὶ ὅτι τὴν ἀγαθὴν ὑπέτρεφεν ἔριν. Ἰστέον δὲ ὅτι κατὰ ἀναλογίαν ἐπήριστος ὤφειλεν εἶναι ὁμοίως τῷ ἀμφήριστος, ἀπήγαγε δὲ τὸ σίγμα διὰ χρείαν δακτύλου. ὃ γίνεται καὶ ἐν τῷ, νήρθιτον ὄρος, καὶ εὔκτιτον καὶ εὐκτιμένην καὶ ἐν ἄλλοις. καὶ τοιοῦτος μὲν ὁ πλαστὸς οὗτος Ἐπήριτος. ὁ μέντοι γε παρὰ τοῖς ὕστερον ἐπίῤῥητος διὰ προπαραλήγοντος ἰῶτα καὶ παραλήγοντος η καὶ διπλασμοῦ τοῦ ἀμεταβόλου ψόγον δηλοῖ προσώπου, λαμβανόμενος ἀντὶ τοῦ πολύψεκτος. καθ' οὗ πολλὰ ῥητὰ δηλαδὴ, ὡς τῆς ἐπι προθέσεως κἀνταῦθα τὴν κατα δηλούσης, ἵνα ᾖ ἐπίῤῥητος ὁ κατάῤῥητος. (Vers. 307.) Σικανίαν δὲ τὴν Σικελίαν φασί τινες, περὶ ἣν ἡ πλείων τοῦ Ὀδυσσέως προπέφηνε πλάνη γενέσθαι. διὸ καὶ Ὀδυσσεὺς ἄρτι οὐκ ἀφυῶς αὐτῆς μέμνηται. ἣν δὴ Σικανίαν οἰκίσαι καὶ καλέσαι λέγεται Ἴβηρες ἐλθόντες ἀπὸ Σικανοῦ ποταμοῦ. Διόδωρος δέ που τῶν δεκάτων βιβλίων εἰπὼν περί τε Σικελῶν καὶ Σικανῶν, διαφορὰν οἶδεν, ὡς καὶ προεῤῥέθη, Σικελοῦ καὶ Σικανοῦ. οἱ δὲ μεθ' Ὅμηρον καὶ Σικελοῦ καὶ Σικελιώτου διαφορὰν οἴδασι· Σικελὸς μὲν γάρ, φασιν, ὁ ἐν Σικελίᾳ βάρβαρος, οὗ θηλυκὸν ἡ Σικελὴ γραῦς· Σικελιώτης δὲ ὁ ἀπὸ Ἑλληνίδων πόλεων μετοικίσας ἐκεῖ. οὕτω δὲ καὶ Ἰταλοὶ μὲν οἱ ἐξ ἀρχῆς τὴν χώραν οἰκήσαντες, Ἰταλιῶται δὲ ὅσοι τῶν Ἑλλήνων ἀπῳκίσθησαν μετὰ ταῦτα ἐκεῖ. (Vers. 311.) Ὅτι ἀγαθὴν πομπὴν ξένου δηλοῖ τὸ, ἐσθλοὶ ἦσαν ὄρνιθες ἰόντι δεξιοὶ, οἷς χαίρων ἐγὼν ἀπέπεμπον ἐκεῖνον, χαῖρε δὲ κεῖνος ἰὼν, θυμὸς δέ τι ἡμῖν ἐώλπει (Vers. 314.) μίξεσθαι ξενίῃ ἠδ' ἀγλαὰ δῶρα διδώσειν, ἤγουν δοῦναι ἀπὸ τοῦ διδῶ διδώσω πρωτοτύπου, ἐξ οὗ τὸ δίδωμι. (Vers. 311.) Ὄρνιθες δὲ καὶ νῦν, τουτέστιν οἰωνοὶ, οἳ τὸ μέλλον δηλοῦντες. δεξιοὶ δὲ ὄρνιθες εἰπεῖν καὶ ἐσθλοὶ ταυτόν ἐστι. (Vers. 312.) Τοῦ δὲ ἀποπέμπειν οὐκ ἔστι καιριωτέραν λέξιν ἐπὶ τῶν τοιούτων εἰπεῖν. (Vers. 313.) Τοῦ δὲ ἧμιν ἡ προπερίσπασις ἤδη σαφῶς προδεδήλωται. (Vers. 314.) Τὸ δὲ,

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
