# Commentarii ad Homeri Odysseam 2.327.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.327.1

γίους, φασὶν, ὄρχους οὐ μόνον οἰνικοὺς, ἀλλὰ καὶ δενδρικοὺς τοὺς μὴ πάνυ πυκνοὺς, ἀλλὰ τοιούτους ὡς μεταξὺ τῶν κατὰ τὰ φυτὰ στοίχων παρεσπάρθαι τι τῶν σπορίμων καὶ οἵων τρυγᾶσθαι. (Vers. 344.) Διὸς δὲ ὧραι αἱ τοῦ ἀέρος ἢ τοῦ αἰθέρος ἢ τοῦ οὐρανοῦ ἢ τοῦ ἡλίου. Τὸ δὲ ἐπιβρίσειαν ἀντὶ τοῦ ἐπιβαρίσειαν τοὺς καρποὺς ὡς ἤδη πεπληρωμένους καὶ οὕτω βάρος ἔχοντας. (Vers. 348.) Ἀποψύχειν δὲ τὸ ἄπο ψυχῆς γίνεσθαι ἢ καὶ ἄλλως εἰπεῖν, ἀποπνέειν· οὗ τὸ ἀνάπαλιν ἄμπνυσθαι καὶ ἀναπνέειν ἤγουν ἐπανέρχεσθαι εἰς πνοήν. Ἡσίοδος μέντοι ἐπί τινος τὸ ἐναποψύχειν σεμνῶς τίθησι, δῆλον ἐστίν. (Vers. 349.) Ἐν δὲ τῷ, ἐς φρένας θυμὸς ἀγέρθη, ὡς οἷα τινὰ τόπον καὶ ἑστίαν ψυχῆς καὶ τὰς φρένας εἶναι δοξάζει. (Vers. 353.) Ὅτι ἐξ αὐτῶν ὅ φασι βαλβίδων ὁ Λαέρτης δεικνὺς Ὀδυσσέως εἶναι πατὴρ τοῦ βαθυγνώμονος προαναφωνεῖ φόβον κινδύνου, εἰπὼν δεδοικέναι κατὰ φρένα μὴ τάχα πάντες ἐνθάδ' ἐπέλθωσιν Ἰθακήσιοι, ἀγγελίας δὲ πάντῃ ἐποτρύνωσι Κεφαλλήνων πολίεσσι. καὶ ἔστι μὲν ὁ φόβος τοῦ γέροντος πάνυ εὔλογος, καί τι τούτου μέρος εὐθὺς γίνεται· ἀνασείσας γὰρ Εὐπείθης ὁ τοῦ Ἀντινόου πατὴρ τοὺς Ἰθακησίους ἐπεγερεῖ αὐτίκα τῷ Ὀδυσσεῖ. καὶ οὕτω μὲν ὁ γέρων δέδιεν. (Vers. 357.) Ὀδυσσεὺς δὲ μὴ κακὸν ἐπὶ κακῷ τῷ τῆς λύπης θεῖναι τῷ πατρὶ ἐθέλων, θάρσει, φησὶ, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων ἤγουν μελέτωσαν. (Vers. 361.) καὶ ἀναλαβόμενος ἄπεισιν εἰς δόμους· ἔνθα εὗρε τοὺς περὶ αὑτὸν ταμνομένους κρέα πολλὰ κερῶντάς τ' αἴθοπα οἶνον, τουτέστιν ἐμβάλλοντας εἰς κρατῆρας· οὔ πω γὰρ ἄλλως ἦν οὐδεὶς ὁ πίνων, ὡς νοηθῆναι νῦν κερᾶν τὸ διδόναι πιεῖν. (Vers. 358. 61. 62.) Πολυωνυμία δὲ καὶ ἐνταῦθα καὶ πρὸ τούτων οἴκου καὶ δόμου καὶ δώματος. (Vers. 365. sqq.) Ὅτι καὶ Λαέρτῃ ἐνταῦθα λουσαμένῳ καὶ χλαῖναν καλὴν ἀμφιβαλομένῳ Ἀθήνη ἄγχι παρισταμένη μέλεα ἤλδανε, μείζονά τε ἠὲ πάρος καὶ πάσσονα θῆκεν ἰδέσθαι· οἷα μὴ μόνον τῆς χαρᾶς ἀνορθούσης αὐτὸν ἑρπύζοντα πρῴην ἀνὰ γουνὸν ἀλωῆς καὶ τὰς σωματικὰς διαστάσεις ἀνευρυνούσης καὶ οἷον μεταπλαττούσης θαυμασιώτερον, ἀλλά τι καὶ τοῦ λούματος συμβαλομένου, καθὰ καὶ προδεδήλωται. καὶ Ὀδυσσεὺς θαμβεῖται ὡς οἷα θεῷ τινὰ ἐναλίγκιον ἄντην ἰδὼν καὶ, (Vers. 373.) ὦ πάτερ, φησὶν, ἦ μάλα σε θεὸς εἶδός τε μέγεθός τε ἀμείνονα θῆκεν ἰδέσθαι, ὁμολογῶν ἐκεῖνος οὕτω τὸ τοῦ πατρὸς ἐν ἑαυτῷ θαῦμα. (Vers. 376. sqq.) ὁ δὲ γέρων κατὰ σχῆμα τοῦ ἐν Ἰλιάδι Νέστορος εὔχεται, τοιοῦτος ὢν χθιζὸς τεύχεα ἔχων ὤμοισιν ἐφεστάναι καὶ ἀμύνειν ἄνδρας μνηστῆρας, οἷος ποτὲ Νήρικόν φησιν εἷλον ἐϋκτίμενον πτολίεθρον, ἀκτὴν Ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων· οὕτως ἂν γούνατ' ἔλυσα πολλῶν ἐν μεγάροισι, σὺ δὲ φρένας ἔνδον ἰάνθης. ταῦτα δὲ προοικονομία τίς ἐστιν ἀναφωνητικὴ τοῦ καὶ μετ' ὀλίγα ἐν τοῖς ἑξῆς χρησιμεῦσαί τι τῷ υἱῷ τὸν γέροντα ὡς εἰκός. (Vers. 377.) Νήρικον δέ, φασί, τινες λέγεσθαι παρὰ τῷ ποιητῇ τὴν ὕστερον Λευκάδα, ἣν καὶ ὁ γεωγράφος ἀκτὴν Ἠπείρου λέγει, τῶν Καρνάνων οὖσαν ὡς καὶ τὸ Ἀμφιλοχικὸν Ἄργος. καὶ χερόννησόν φησί ποτε εἶναι, ἧς μέρος ἦν καὶ ἡ Νήρικος. διορυγέντος δὲ ὕστερον τοῦ κατὰ τὴν χερόννησον ταύτην ἰσθμοῦ Κορινθίων διακοψάντων ἐγένετό, φησι, νῆσος ἡ Λευκὰς, ἀπὸ Λευκαδίου κληθεῖσα υἱοῦ Ἰκαρίου πατρὸς Πηνελόπης. (Vers. 378.) Ὅτι δὲ Ἤπειρος ἐλέγετο ἡ περαία τῆς Ἰθάκης καὶ τῆς ὑπὸ τῷ Ὀδυσσεῖ Κεφαλληνίας, ὡμολόγηται. (Vers. 376. 9.) Κεῖται δ' ἐν τοῖς ῥηθεῖσι καὶ εὐχὴ συνήθης Ὁμήρῳ κατὰ ἀπόδοσιν ἀπαρεμφάτου τὸ, αἲ γὰρ θεὲ τοῖος ἐὼν ἐφεστάναι καὶ ἀμύνειν. λείπει δὲ πάντως ῥῆμα καὶ νῦν τὸ εἶχον ἤ τι τοιοῦτον, ἵνα λέγῃ, εἴθε εἶχον χθὲς ἀμύνειν, ἢ εἴθε ἐξεχωρήθην ἀμύνειν. (Vers. 380.) αἰτιατικῇ δὲ νῦν συντάσσεται τὸ ἀμύνειν οἷα ληφθὲν ἀντὶ τοῦ ἀποσοβεῖν· ἀμύνειν γὰρ ἔφη ἄνδρας μνηστῆρας. Ἰστέον δὲ ὡς, εἰ καὶ δοκεῖ ὁ Λαέρτης οὐδὲν, ὅ φασι, πρὸς ἔπος λαλεῖν τῷ υἱῷ οἷα μὴ λέγων πρὸς ἅ περ ἤκουσεν, ἀλλ' ὅμως ἔστιν αὐτῷ συμβιβάσαι οὕτω τὸν λόγον· ἐθαύμασεν Ὀδυσσεὺς πατέρα νῦν τοῦ αἴφνης ἐπιφανέντος εἴδους τε καὶ μεγέθους. ὁ δὲ μᾶλλον ἂν φρένας ἔνδον ἰανθῆναι φησὶν αὐτὸν, εἴ περ ἦν δυνατὸν ἀνακάμψαι τὸν πατέρα εἰς ἡλικίαν καὶ ἰσχὺν καθ' ἣν εἷλε τὸ Νήρικον. (Vers. 386.) Ὅτι τὸ ἄρξασθαι δειπνεῖν, δείπνῳ ἐπιχειρεῖν λέγει, περιφραστικῶς εἰπών· ἔνθα οἱ μὲν δείπνῳ ἐπεχείρεον, καὶ μετ' ὀλίγα, (Vers. 395.) σίτῳ ἐπιχειρήσειν μεμαῶτες. καὶ ἔστιν ἐνταῦθα ἐπιχειρεῖν τὸ χεῖρας ἐπιβάλλειν κατὰ τὸ, ἐπὶ χεῖρας ἴηλαν. (Vers. 390.) Ὅτι τὸ, κομέεσκεν ἐπεὶ κατὰ γῆρας ἔμαρπτεν, ἤγουν ἐπιμελείας ἠξίου τὸν Δολίον ἢ τὸν Λαέρτην ἡ Σικελὴ γραῦς ἐπεὶ ἐγήρασε, τὴν ὕστερον γηρωκομίαν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
