# Commentarii ad Homeri Odysseam 2.329.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.329.1

ἰδοὺ γὰρ νῦν, εἰ μὴ οὕτω γέγονεν ἀλλὰ παρέπεσέ τις ἀντιβαίνων ἢ ἀντιλέγων ἢ σκώπτων τοὺς πολίτας, οὐκ ἂν ἐξέφυγε τὸ μὴ ἀπολωλέναι, οἵ γε καὶ κατ' ἀγρὸν ἔνοπλοι ἐπῆλθον κακὰ βουλευσάμενοι. προμηθέστατα οὖν καὶ ἀνέῳγεν ὁ τοῦ Ὀδυσσέως οἶκος τοῖς ἐθέλουσιν ἐκφορεῖν τοὺς νεκροὺς, καὶ οὐδεὶς αὐτοῖς ἐπιφαίνεται μὴ ὅτι γε κωλύων ἀλλ' οὐδὲ ὁμιλῶν ἁπλῶς. (Vers. 421—465.) Ὅτι Εὐπείθης ὁ Ἀντινόου πατὴρ, ὃν δὴ Ἀντίνοον πρῶτον, φησὶν, ἐνήρατο δῖος Ὀδυσσεὺς, ἀνεσόβησε κατὰ τοῦ Ὀδυσσέως τοὺς Ἰθακησίους οἷα εἰκὸς εἰπὼν τοιαῦτα πάνυ δυνατῶς καὶ δεινῶς καὶ οἰκτρῶς, ὦ φίλοι, ἦ μέγα ἔργον ἀνὴρ ὅδε μήσατ' Ἀχαιοῖς· τοὺς μὲν ἐν νήεσσιν ἄγων πολέας τε καὶ ἐσθλοὺς, ὤλεσε μὲν νῆας ἀπὸ δ' ὤλεσε λαούς· τοὺς δ' ἐλθὼν ἔκτεινε Κεφαλλήνων ὄχ' ἀρίστους. ἀλλ' ἄγετε πρὶν τοῦτον ἢ ἐς Πύλον ἱκέσθαι ἢ ἐς τὴν τῶν Ἐπειῶν Ἤλιδα, ἴομεν κατ' αὐτοῦ δηλαδή. ἢ καὶ ἔπειτα κατηφέες ἐσσόμεθ' αἰεί· λώβη γὰρ τάδε γ' ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι. εἰ δὴ μὴ παίδων τε κασιγνήτων τε φονῆας τισόμεθ', οὐκ ἂν ἔμοιγε μετὰ φρεσὶ γένοιτο ζωέμεν, ἀλλὰ τάχιστα θανὼν φθιμένοισι μετείην. ἀλλ' ἴομεν μὴ φθέωσι περαιωθέντες ἐκεῖνοι, εἰς Πύλον δηλαδὴ ἢ καὶ ἐς Ἤλιδα. ἐφ' οἷς πλείονα οἶκτον ἀνακινῶν δακρυχέει, οἶκτος δ' ἕλε πάντας Ἀχαιοὺς ἔλεον εἰσδεδεγμένους. καὶ οὕτω μὲν ὁ Εὐπείθης. ἐπὶ δὲ τούτοις, ὁποῖα πολλὰ γίνεται, ἀναφύεταί ποθεν ὁ κῆρυξ Μέδων καὶ ὁ θεῖος ἀοιδὸς, ἀγχίμολον ἐλθόντες ἐκ μεγάρων Ὀδυσσέως, ἐπεί περ αὐτοὺς ὕπνος ἀνῆκε. καὶ ὁ Φήμιος μὲν λαλεῖ οὐδὲν, Μέδων δὲ πεπνυμένα εἰδὼς ἀποδίδωσιν οἷον λύτρα τῷ Ὀδυσσεῖ· καὶ ὑπερηγορῶν ἐκείνου λαλεῖ τι ἐκφοβητικὸν περὶ θείας ἐναργείας, εἰπὼν, οὐκ ἀέκητι θεοῦ τὸν Ὀδυσσέα τάδε μήσασθαι ἔργα· αὐτὸς γάρ, φησιν, ἐγὼν εἶδον θεὸν ἄμβροτον, ὃς Ὀδυσῆι ἐγγύθεν εἱστήκει καὶ Μέντορι πάντα ἐῴκει. ἀθάνατος δὲ θεὸς τότε μὲν, ἢ μᾶλλον τοτὲ μὲν, προπάροιθεν Ὀδυσῆος φαίνετο θρασύνων, τοτὲ δὲ μνηστῆρας ὀρίνων θῦνε κατὰ μέγαρον, τοὶ δ' ἀχρηστῖνοι ἔπιπτον. καὶ οὕτω θροεῖ Ἰθακησίους, καὶ τὸν αὐτοῖς ἐντεθέντα οἶκτον ὑπὸ τῆς τοῦ Εὐπείθους δημηγορίας ἐκκρούεται τῷ φόβῳ οἷς οὐκ ἀθεεὶ μαρτυρεῖται Ὀδυσσεὺς ποιῆσαι τὸ μέγα ἔργον. φησὶ γάρ· τοὺς δ' ἄρα πάντας ὑπὸ χλωρὸν δέος εἷλε, δεδιότας μὴ καὶ θεομαχήσωσιν. εἶτα καὶ ὁ γέρων ἐκεῖνος Ἁλιθέρσης, ὃς οἶος ἤγουν μόνος ὅρα πρόσσω καὶ ὀπίσσω οἷα μαντικὸς, ἀντιδημηγορήσας τῷ Ἀντινόῳ διασχίζει τὸν ὄχλον, καὶ τέως ἀνύεται τὸ μὴ πάντας τοὺς πολίτας τῷ Ὀδυσσεῖ ἐπελθεῖν μὴ καὶ γένηταί τι ἄλλως ἀνήκεστον κακόν· καὶ ἐντεῦθεν ἡ ἐφεξῆς ἱστορία λαμβάνει τὸ πιθανόν· καὶ οἱ μὲν ἀνήϊξαν μεγάλῳ ἀλαλητῷ κατὰ τοῦ Ὀδυσσέως ἡμίσεων οἱ πλείους, μάλιστα μὲν οὖν ἡμισέων· οὐ γὰρ Ἀττικῶς ὁ ἥμισυς κλίνεται, ἵνα καὶ προπαροξύνωνται αἱ μετὰ τὴν εὐθεῖαν πλάγιοι κατὰ τὸ πῆχυς πήχεως πήχεων καὶ πέλεκυς πελέκεως πελέκεων. καὶ οὕτω μὲν οἱ πλείους ἀνήϊξαν, ὡς ἂν εἴη τὸ ἔργον τῷ Ὀδυσσεῖ ἐναγώνιον· οἱ δὲ λοιποὶ ἀθρόοι αὐτόθι μίμνον. οὐ γάρ σφιν ἤρεσκε μῦθος ἐνὶ φρεσὶν ὁ τοῦ Ἁλιθέρσου, τοῖς ἀναΐξουσι δηλαδή· καθυπέρβατον γὰρ ὁ λόγος· ἀλλ' Εὐπείθει πείθοντο, ὃς καὶ πίπτει πρῶτος βληθεὶς καθὰ καὶ ὁ υἱὸς Ἀντίνοος· ὃν καὶ ἐπίτηδες ὁ ποιητὴς διατοῦτο ἀνωτέρω (Vers. 424.) παρεσημειώσατο ἐν τῷ, ὃν πρῶτον ἐνήρατο Ὀδυσσεὺς, ὡς καὶ τοῦ πατρὸς οὕτω πεσουμένου. ἔστι δὲ ἡ τοῦ μαντικοῦ Ἁλιθέρσου δημηγορία τοιαύτη τις κατὰ ἀντιπαράστασιν προϊοῦσα. δέχεται μὲν γὰρ ὁ γέρων τὸν τοῦ Εὐπείθους λόγον ὡς ἀληθῆ, ὅτι δηλαδὴ τοὺς τῶν Κεφαλλήνων ἀρίστους Ὀδυσσεὺς ἀνεῖλεν· ἀντιπαριστάμενος δὲ λέγει ὅτι καλῶς ἐκείνους ἐφόνευσε. φησὶ γάρ· (Vers. 455. sqq.) ἡμετέρῃ κακότητι, φίλοι, τάδε ἔργα γένοντο· οὐ γὰρ ἐμοὶ πείθεσθε, οὐ Μέντορι ποιμένι λαῶν, ὑμετέρους παῖδας καταπαυέμεν ἀφροσυνάων· οἳ μέγα ἔργον ἔρεζον ἀτασθαλίαις, κτήματα κείροντες καὶ ἀτιμάζοντες ἄκοιτιν ἀνδρὸς ἀριστῆος. καὶ οὕτω δείξας ἐν τῷ, ἡμετέρῃ κακότητι, ὡς ὑπεύθυνοι τῷ Ὀδυσσεῖ καὶ οἱ ζῶντες εἰσὶν, ὅθεν καὶ εὐλόγως ὁ Ὀδυσσεὺς εἶπε δώσειν τοὺς Ἀχαιοὺς πολλὰ μῆλα, δι' ὧν πάντας ἐνιπλήσει ἐπαύλους. αὐξήσας δὲ καὶ τὸ κακὸν τῶν μνηστήρων ἐν ὀλιγίστῳ μὲν, πάνυ δὲ δυνατῶς διὰ τὸ μὴ ἁπλῶς αὐτοὺς μνᾶσθαι δι' ἕδνων, ἀλλ' ἀτιμάζειν τε ἀνδρὸς ἀριστέως γυναῖκα καὶ κτήματα δαπανᾶν, συμβουλεύει ἐπὶ τούτοις τὸ ποιητέον, εἰπών· καὶ νῦν ὧδε γένοιτο· πίθεσθέ μοι ὡς ἀγορεύω, μὴ ἴομεν, καθὰ ὁ Εὐπείθης ἐθέλει, μή πού τις ἐπισπαστὸν κακὸν εὕρῃ, τουτέστιν αὐθαίρετον ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη. καὶ ἔχει τι ἀστειότητος τὸ εὕρῃ, ὡς μὴ ἀγαθοῦ τούτου ἑρμαίου εὑρεθησομένου τοῖς μὴ πεισθεῖσιν αὐτῷ. (Vers. 435.) Σημείωσαι δ' ἐν τοῖς τοῦ Εὐπείθους λόγοις, ὡς ἐπιδεξίως αὐτὸν ὁ ποιητὴς ἔπλασεν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
