# Commentarii ad Homeri Odysseam 2.330.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.330.1

εἰπόντα, οὐκ ἂν ἔμοιγε μετὰ φρεσὶ γένοιτο ζῆν, ἀλλὰ τάχιστα θάνοιμι· ἔστι γὰρ τοῦτο κακὸν οἰώνισμα τῷ κακῷ. γίνεται γοῦν αὐτῷ τὰ τῆς τύχης. οὕτω φέρεται καὶ ἐν ταῖς ἱστορίαις πρὸς ἄλλοις καὶ τοιοῦτόν τι· στρατηγὸς διὰ ζεύγματος ποταμὸν περαιωθεὶς, εἶτα λῦσαι τὸ ζεῦγμα κελεύσας εἶπεν αἰτίαν τούτου, ἵνα μή τις ὑποστρέψῃ. καὶ ὁ μὲν ἐβουλεύετο λέγειν, ἵνα μή τις τῶν αὐτοῦ στρατιωτῶν δειλανδρήσας ἀναχωρήσῃ διὰ τοῦ γεφυρώματος. τὸ δ' ἄλλως ἀπέβη κατὰ οἰωνὸν ἀπαίσιον· ἡττηθέντων γὰρ οὐδεὶς ἐστράφη. (Vers. 426.) Ὅρα δ' ἐν τοῖς αὐτοῖς καὶ τὸ, ἦ μέγα ἔργον, πληθυνθὲν μετ' ὀλίγα ὑπὸ τοῦ Μέδοντος ὁμολογητικῶς ἐν τῷ, (Vers. 444.) τάδε μήσατο ἔργα, ὡς ταυτὸν ὂν μέγα ἔργον εἰπεῖν καὶ τάδε ἔργα. οὕτω δὲ καὶ ὁ Ἁλιθέρσης μετ' ὀλίγα ἔφη. (Vers. 427.) Τὸ δὲ, ἐν νήεσσιν ἄγων, νῦν μὲν κυριολεκτεῖται· ζῶντας γὰρ Ὀδυσσεὺς ἐπὶ νηῶν ἄγει· πρὸ δέ γε βραχέων (Vers. 419.) οὐχ' οὕτως οἱ ἁλιεῖς ἦγον ἐπὶ νηυσὶ νέκυας. Εὐπορίας δὲ αὐξητικῆς τὸ τοὺς μὲν εἰς Τροίαν πλεύσαντας πολέας τε εἰπεῖν καὶ ἐσθλοὺς, τοὺς δὲ μνηστῆρας (Vers. 429.) Κεφαλλήνων ὄχ' ἀρίστους. δοκεῖ δὲ πλέον τούτους σεμνύνειν διὰ τοῦ μὴ μόνον ἀρίστους ἀλλὰ καὶ ὄχ' ἀρίστους εἰπεῖν. (Vers. 432. 437. 462.) Ἐν δὲ τῷ ἴομεν καὶ ἀλλ' ἴομεν καὶ μὴ ἴομεν ἀδιαφορία διχρόνων συνήθης φαίνεται· τὸ μὲν γὰρ ἴομεν ἐκτείνει τὴν ἄρχουσαν, τὰ δὲ λοιπὰ συστέλλει αὐτήν. (Vers. 432.) Τὸ δὲ, ἢ καὶ ἔπειτα κατηφέες ἐσσόμεθα καὶ τὰ ἑξῆς, παρῳδηθήσεταί ποτε προσφυῶς ἐπιτροπῇ τῇ εἰς ἄμυναν. (Vers. 439.) Τὸ δὲ, ἀγχίμολον ἦλθεν, ἐπιῤῥηματικῶς κεῖται, ὡς καὶ μετ' ὀλίγα ἐν τῷ, (Vers. 502.) ἀγχίμολον ἦλθεν Ἀθήνη. (Vers. 442.) Τὸ δὲ, Μέδων πεπνυμένα εἰδὼς, αὐχηματικὴ σύστασίς ἐστιν, ὡς τοῦ ποιητοῦ πάνυ πεπνυμένως ἐνταῦθα μησαμένου ἤτοι βουλευτικῶς μεταχειρισαμένου τοὺς λόγους. πρῶτα μὲν γὰρ ἐκφοβεῖ διὰ τοῦ κήρυκος, εἶτα καὶ διὰ τοῦ Ἁλιθέρσου παραινεῖ· καὶ οὕτως ἀνύει ἀγαθὸν οὐ μικρόν. καὶ ἀντεπάγει πιθανῶς τῷ Ὀδυσσεῖ ἐχθροὺς, ὅσοις εἶχεν ἐκεῖνος ἀντιστῆναι ἀσφαλῶς μετὰ τῶν ἀμφ' αὐτόν. εὐτυχῶς ἄρα τῷ Ὀδυσσεῖ ἀφείθει ζῶν ὁ Μέδων, ἰδοὺ γὰρ τὰ μέγιστα τῷ περισωσαμένῳ συντελεῖ. ὁ μέντοι Φήμιος λαλεῖ οὐδὲν, ὅτι τε μὴ ἔχει κρεῖττόν τι ἐπινοήσασθαι εἰπεῖν, καὶ ἅμα τοῦ ποιητοῦ ἐκκλίνοντος οὕτω τὸ τῆς πλάσεως ὁμοειδὲς ἐν τῷ τὸν μὲν λαλεῖν, τὸν δὲ σιωπᾶν. (Vers. 445.) Τὸ δὲ, αὐτὸς ἐγὼν εἶδον θεὸν, παραφρασθήσεταί ποτε δεξιῶς ἐπὶ συνάρσει θείᾳ. (Vers. 452.) Ἐν δὲ τῷ, πρόσω καὶ ὀπίσσω, ἤγουν τὰ παρεληλυθότα καὶ τὰ μέλλοντα, σιωπήσας ὁ ποιητὴς τὸν ἐνεστῶτα δίδωσιν ἀφορμὴν, μὴ δοξάζειν ἐνεστῶτα χρόνον. ἄλλως μέντοι ἑτέρωθι καὶ τῶν τριῶν μέμνηται, ὡς καὶ ἐν τῷ, τά τ' ἐόντα τά τ' ἐσσόμενα πρό τ' ἐόντα. (Vers. 456.) Ποιμὴν δὲ λαῶν ὁ Μέντωρ ὡς ἔνδοξος ἐν Ἰθάκῃ, καθὰ καὶ Εὐρύμαχος καὶ Ἀντίνοος βασιλεῖς ἐῤῥέθησαν ἀλλαχοῦ τε καὶ ἐν τῷ, ἐπὶ δ' αἰνεῖτον βασιλῆες. (Vers. 465.) Τὸ δὲ, ἀλλ' Εὐπείθει πείθοντο, φανερῶς παρηχεῖ. δῆλον δὲ ὅτι βαρύνεται ὁ Εὐπείθης πρὸς διαστολὴν ἐπιθέτου τοῦ εὐπειθής· ὥς περ καὶ πολυφειδὴς μὲν ἐπιθετικῶς ὁ πολλὰ φειδόμενος, Πολυφείδης δὲ κύριον, ὡς ἐν τοῖς πρὸ τούτων εἴρηται. οὕτω δὲ κατὰ τοὺς παλαιοὺς καὶ Εὐμάθης μὲν κύριον, εὐμαθὴς δὲ τὸ ἐπίθετον· καὶ Εὐσθένης μὲν κύριον, εὐσθενὴς δὲ ὁ ῥωμαλέος· καὶ Ἄστηρ μὲν πόλις, ἀστὴρ δὲ ὁ κατ' οὐρανόν· καὶ Ἀφέτη μὲν νῆσος, ἀφετὴ δὲ ὀξυτόνως ἡ ἀπόλυτος· καὶ Βαῖος μὲν κύριον, οὗ χρῆσις προφέρεται ἀπὸ τοῦ τὴν Ἀλεξάνδραν γράψαντος ἤγουν τοῦ Λυκόφρονος· βαιὸς δὲ ὁ μικρός. καὶ γελοῖος μὲν ὁ καταγέλαστος, γελοιὸς δὲ ὁ γελωτοποιός· καὶ Δείρη μὲν πόλις Αἰθιόπων, δειρὴ δὲ ὁ τράχηλος· καὶ δόκος μὲν δόκησις καὶ ἀγχόνη, δοκὸς δὲ ὁ τῆς στέγης· καὶ Εὐάνθης μὲν κύριον, εὐανθὴς δὲ ὁ εὐθαλής. καὶ Ἔλπις μὲν κύριον, ἐλπὶς δὲ τὸ κοινὸν θηλυκόν· καὶ Ἴσχυς μὲν κύριον, ἰσχὺς δὲ τὸ προσηγορικόν. καὶ λωτὸς μὲν φυτὸν, Λῶτος δὲ κύριον· καὶ Μάκρον μὲν ἀκρωτήριον Σικελικὸν, μακρὸν δὲ τὸ ἐπίθετον· καὶ μηδίκη μὲν χόρτος, ὃ καὶ σημείωσαι, Μηδικὴ δὲ ἡ Περσική. καὶ Ὄρθος μὲν κύριον καὶ κύων, ὃν ἀνεῖλεν Ἡρακλῆς, ὀρθὸς δὲ τὸ ἐπίθετον· καὶ ὅρμος μὲν λιμὴν, ὁρμὸς δὲ περιτραχήλιος κόσμος· καὶ Πρασία μὲν πόλις Πελοποννήσου, πρασιὰ δὲ γεωργικὸν σχῆμα· καὶ παρθενικὴ μὲν ἡ παρθένος, Παρθενίκη δὲ κύριον βαρυτόνως, ᾗ συγγενόμενός, φασιν, Ὠκεανὸς γεννᾷ Εὐρώπην καὶ Θρᾷκα· καὶ Ῥίπη μὲν πόλις, καὶ ὄρος Ῥίπαι, ῥιπὴ δὲ ἡ πνοὴ ὀξυτόνως· καὶ Ῥύμος μὲν ποταμὸς Σκυθίας, ῥυμὸς δὲ ἅρματος· καὶ πονῆρος μὲν ὁ μοχθηρὸς, ὃ καὶ σημείωσαι, πονηρὸς δὲ ὁ κακός· καὶ σύνεργος μὲν ὁ συγκάμνων τεχνίτης, συνεργὸς δὲ ὁ βοηθός· καὶ σταφυλὴ μὲν κιονὶς καὶ καρπὸς, σταφύλη δὲ τεκτο-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
