# Commentarii ad Homeri Odysseam 2.34.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.34.1

ἐπάγει οὖν· αὐτὰρ ἐπ' αὐτῷ (Vers. 423.) ἐπίτονος βέβλητο, βοὸς ῥινοῖο τετευχὼς, ἤγουν τμῆμα ὢν βοείου δέρματος, τῷ ῥ' ἄμφω συνέεργον ὁμοῦ τρόπιν ἠδὲ καὶ ἱστόν. ἑζόμενος δ' ἐπὶ τοῖς φερόμην ὀλοοῖς ἀνέμοισιν. ἔνθ' ἤτοι Ζέφυρος μὲν ἐπαύσατο λαίλαπι θύων. ἦλθε δ' ἐπὶ Νότος ὦκα φέρων ἐμῷ ἄλγεα θυμῷ, ὄφρ' ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν. παννύχιος φερόμην. ἅμα δ' Ἠελίῳ ἀνιόντι ἦλθον ἐπὶ Σκύλλης σκόπελον δεινήν τε Χάρυβδιν. ἡ μὲν ἀνεῤῥοίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ. αὐτὰρ ἐγὼ ποτὶ μακρὸν ἐρινεὸν ὑψόσ' ἀερθεὶς, τῷ προσφὺς ἐχόμην ὡς νυκτερίς. οὐδέ πῃ εἶχον οὔτε στηρίξαι ποσὶν ἔμπεδον οὔτ' ἐπιβῆναι. ῥίζαι γὰρ ἑκὰς εἶχον ἢ ἦσαν. (Vers. 435.) ἀπήωροι δ' ἔσαν ὄζοι μακροί τε μεγάλοι τε, κατεσκίαον δὲ Χάρυβδιν. νωλεμέως δ' ἐχόμην ὄφρ' ἐξεμέσειεν ὀπίσω ἱστὸν καὶ τρόπιν. ἐελδομένῳ δέ μοι ἦλθον ὀψέ. ἧκα δ' ἐγὼ καθύπερθε πόδας καὶ χεῖρε φέρεσθαι. μέσσῳ δ' ἐνδούπησα παρὲξ περιμήκεα δοῦρα. ἑζόμενος δ' ἐπὶ τοῖσι διήρεσα χερσὶν ἐμῇσιν. (Vers. 439.) ἐν τούτοις δὲ ἑρμηνεύων καὶ τὸ ὀψὲ, περὶ ὃ ἐξεβράσθη ὁ ἱστὸς καὶ ἡ τρόπις, φησίν· ἦμος ἐπὶ δόρπον ἀνὴρ ἀγορῆθεν ἀνέστη κρίνων νείκεα πολλὰ δικαζομένων αἰζηῶν, τῆμος δὲ τά γε δοῦρα Χαρύβδεως ἐξεφαάνθη. καί φασιν οἱ παλαιοὶ ἐοικέναι τὸν καιρὸν περὶ ὀγδόην ὥραν εἶναι εἴ γε εἰκοσιτεσσάρων ὡρῶν οὐσῶν τῇ νυκτὶ καὶ τῇ ἡμέρᾳ τρὶς ἑκάστης ἡμέρας ἡ Χάρυβδις ἐποίει τὰ ἑαυτῆς. οἱ δὲ τοιοῦτοι καὶ δόρπον ἐνταῦθα τὴν δειλινὴν ὥραν φασίν. (Vers. 423.) Ἰστέον δὲ ὅτι ἐπίτονος λέγεται ἱμὰς ἀνέλκων τὸ κέρας ὑψοῦ πρὸς ἱστόν. οἱ δὲ παλαιοὶ μάλιστα οὕτως. ἐπίτονος, δέρμα ᾧ πλοίου ἱστὸς κατασφαλίζεται. (Vers. 425.) Ὀλοοὺς δὲ ἀνέμους λέγει τόν τε σφοδρὸν Ζέφυρον ὃς πρὶν αὐτὸν ἔφερε, καὶ τὸν μετὰ ταῦτα Νότον, ὃς μάλιστα ἤλγυνε τὸν Ὀδυσσέα στρέψας ἐπὶ τὸ κακόν. (Vers. 428.) Τὸ δὲ ἀναμετρήσαιμι ἐπαινεῖται παρὰ τῶν παλαιῶν ὡς διὰ τὸ σημαντικώτατον τῆς φωνῆς μηδὲ δυνάμενον μεθερμηνευθῆναι. δύναται δὲ καὶ ἀντὶ τοῦ δὶς μετρῆσαι ληφθῆναι ἡ λέξις. ἐμέτρησε μὲν γὰρ αὐτὴν Ὀδυσσεὺς τὸ πρῶτον, ὅτε οἶδεν ἀναῤῥοιβδήσασαν, ὅ ἐστιν ἀναῤῥοφήσασαν. νῦν δὲ ἀναμετρεῖ αὐτὴν ἐξεμέσασαν, ὅ περ ἀντίκειται πραγματικῶς πρὸς τὸ ἀναῤῥοιβδήσασαν καὶ ἀναβρόξασαν, ἤγουν ἀναπιοῦσαν. Ἰστέον δὲ ὅτι Ὅμηρος μὲν τὸ ἀναμετρήσαιμι ὡς ἐπί τινος ἔφη μιλιασμοῦ, οἷα τοῦ μετρεῖν λαμβανομένου καὶ ἐπὶ ἐννοίας τοιαύτης. Ἡσίοδος δὲ ἄλλως ἐχρήσατο τῇ λέξει ἐν τῷ, εὖ μὲν μετρεῖσθαι παρὰ γείτονος, εὖ δ' ἀποδοῦναι αὐτῷ τῷ μετρῷ, μέτρον μὲν εἰπὼν τὸ σκεῦος ᾧ λαμβάνομεν πυρόν, φασιν, ἤ τι τοιοῦτον δάνους λόγῳ ἵνα πάλιν ἀποδῶμεν, μετρεῖσθαι δὲ τὸ οὕτω λαμβάνειν δάνειον καί που καὶ δωρεάν. οὔ πω γάρ, φασιν, ἐπενοήθη νόμισμα ἵστασθαι. ὃ δηλοῖ, φασὶν, Ὅμηρος ἐν τῷ, τὸ χθιζὸν Ἀχαιοὶ χρεῖος ἀποστήσωνται, ἤγουν τὸ γενόμενον αὐτοῖς ἐν τῇ μάχῃ ἐλάττωμα χρεολυτήσωσιν ὥς περ ὀφειλόμενον δάνειον. καὶ τοιοῦτον μὲν τὸ μετρεῖν καὶ μετρεῖσθαι τὸ ἐπὶ δάνους καθ' Ἡσίοδον. χρήσασθαι δέ, φασι, λέγεταί τις ἱμάτιον ἢ σκεῦος. εἰ δὲ τοῦτο ἀληθὲς, ὅμως χρήστης ἐν τῷ καθόλου ὁ ἁπλῶς δανείζων εὕρηται, ὡς δηλοῖ καὶ ὁ κωμικὸς ἐν τῷ, ὑπὸ γὰρ τόκων χρήστων τε δυσκολωτάτων διόλλυμαι. (Vers. 433.) Τὸ δὲ προσφὺς πλεῖόν τι πίεσμα δηλοῖ τοῦ ἐμφύς. ὡς νυκτερὶς δὲ προσπέφυκεν Ὀδυσσεὺς τῷ ἐρινεῷ, τυχὸν μὲν πρὸς ἔνδειξιν τοῦ στερεμνίου τῶν κλάδων ὧν οὐχ' ὡς βαρὺς ἥρως ἐξεκρέματο ἀλλ' ὡς κουφοτάτη νυκτερίς, ἴσως δὲ, καὶ διό τι καὶ ἡ νυκτερὶς οὐκ εἴωθεν ἐπιβαίνειν κλάδων ἀλλ' ἐκκρέμαται, ὡς καὶ ἐν τῷ τέλει τῆς Ὀδυσσείας φανεῖται. (Vers. 434.) οὐκ ἔχει δὲ Ὀδυσσεὺς οὔτε στηρίξαι ἔμπεδον οὔτε ἐπιβῆναι, τὸ μὲν διὰ τὸ βάθος τῆς Χαρύβδεως, τὸ δὲ ὅτι μακρὰν ἄνω τοῦ κρημνοῦ αἱ τοῦ ἐρινεοῦ ῥίζαι καὶ τὸ ἐπ' αὐταῖς πρέμνον. διὸ κρέμαται. ὅ περ μέσον τι ὂν ἐπιβάσεως καὶ στηριγμοῦ πιθανολογεῖ τὸ ῥᾳδίως οὕτως ἰσχύσαι τὸν Ὀδυσσέα ἐπιῤῥίψαι τοις ξύλοις τοῦ ναυαγίου ἑαυτόν. ὑψόθεν γὰρ καταπηδήσας ἐβλάβη ἂν κατὰ τὴν τῆς τρόπεως ἐπίβασιν. (Vers. 435.) Ἀπήωροι δὲ ὄζοι οἱ ἀπῃωρημένοι. διατοῦτο γὰρ καὶ ἐκτείνεται ἡ παραλήγουσα. οὗτοι δὲ ὡς μὲν μεγάλοι ἀνέχουσι τὸν Ὀδυσσέα, ὡς δὲ μακροὶ σκιάζουσί τε τὴν Χάρυβδιν καὶ χθαμαλοὶ γίνονται, ὡς οὕτω πιθανῶς τὸν Ὀδυσσέα σχεῖν δράξασθαι τοῦ ἐρινεοῦ ἐν τῷ τὴν Χάρυβδιν ἀναῤῥοιβδεῖν. (Vers. 436.) εἰ δὲ σκιάζεται ἡ Χάρυβδις τῷ ἐρινεῷ, τόπος ἄρα ἐστὶ καὶ οὐ θηρίον κατά τινας. Ὅτι δὲ παρατετηρημένως ὁ ποιητὴς οὐκ ἄλλο τι δένδρον παρέφυσε τοῖς περὶ Χάρυβδιν κρημνοῖς ἀλλὰ ἐρινεὸν, ὃς καὶ ἐν κρημνοῖς καὶ οἰκοδομήμασι καὶ ὅπῃ τύχοι φύεται, προδεδήλωται. (Vers. 437.) Τὸ δὲ ἐξεμέσειεν ἱστὸν καὶ τρόπιν ἐντελῶς πέφρασται, ὥστε πρὸ ὀλίγων ἐν τῷ, ὅτ' ἐξεμέσειεν ὡς λέβης, λείπει τὸ, ὕδωρ ἁλμυρὸν, ἤ τι τοιοῦτον. οὕτω δὲ καὶ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
