# Commentarii ad Homeri Odysseam 2.35.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.35.1

τὸ μὲν τρὶς ἀναῤῥοιβδεῖ ἐλλιπῶς ἔχει, τὸ δὲ ἀναῤῥοιβδεῖ μέλαν ὕδωρ, ἐντελῶς. σαφέστερον δὲ τοῦ ἐξεμεῖν τὸ ἐκφαίνεσθαι, ὡς δηλοῖ τὸ, δοῦρα (Vers. 441.) Χαρύβδεως ἐξεφαάνθη, τὰ πρὸ τούτου δηλαδὴ κρυπτόμενα. (Vers. 439.) τὸ δὲ εἰρημένον ὀψὲ, οὐ τὸ πρὸς ἑσπέραν δηλοῖ, ἀλλὰ τὸ μετὰ παραῤῥοὴν χρόνου. φασὶ γὰρ οἱ παλαιοὶ ὅτι ἑσπέρα μὲν τὸ μετὰ δύσιν Ἡλίου κατάστημα, ὀψὲ δὲ οὐχ' ἁπλῶς τὸ μετὰ πολὺ τῆς δύσεως, ἀλλὰ τὸ μετὰ πολὺν χρόνον. (Vers. 440.) Ἡ δὲ ῥηθεῖσα τοῦ κριτοῦ παρένθεσις παράγγελμά τί, φασιν, ἠθικὸν ἔχει τὸ, δεῖν τὸν κρίνοντα ὀψὲ εἰς οἶκον ἀπιέναι διημερεύοντα καὶ λύοντα φιλονεικίας, ὃ δὴ καὶ τὸν Δηόκην ἱστοροῦσι ποιεῖν, τῶν μὲν οἰκείων ἀμελοῦντα, δι' ἡμέρας δὲ τὰς τῶν φυλετῶν δίκας λύοντα. Τὸ δὲ κρίνων νείκεα δηλοῖ μὲν τὸ διαχωρίζειν. ἐπεὶ καὶ διχαστὴς οἷόν τίς ἐστιν ὁ δικαστὴς κατὰ τοὺς σοφούς. πέφρασται δὲ καὶ αὐτὸ κατὰ ἐντέλειαν. τὸ δέ γε κρίνειν ἁπλῶς οὕτω ῥηθὲν λείπεται τοῦ, νείκεα ἢ στάσεις ἢ φιλονεικίας ἢ τοιούτου τινός. (Vers. 443.) Τὸ δὲ ἐνδούπησα, ἐκ τοῦ παρακολουθοῦντος ἀντὶ τοῦ ἔπεσον· παρακολουθεῖ γὰρ τῇ τοιαύτῃ πτώσει καὶ δοῦπος, τοιοῦτον δέ τι καὶ τὸ, δεδουπότος Οἰδιπόδαο. ἐκεῖνο δὲ θανάσιμον δοῦπον δηλοῖ. Τὸ δὲ παρὲξ φανερὰν ἑρμηνείαν ἔχει κἀνταῦθα ἐγγύτητός τε καί τινος ἀπώσεως. παρὰ μὲν γὰρ τοῖς ξύλοις ἐγγὺς ἐδούπησεν Ὀδυσσεὺς, ἔξω μέντοι αὐτῶν καὶ οὐκ ἐπ' αὐτοῖς ἤγουν ἄνω αὐτῶν, ἵνα μὴ προσαραχθεὶς αὐτοῖς βλαβῇ. (Vers. 444.) Τὸ δὲ διήρεσα χερσὶν, ἀστείως ἅμα καὶ περιφραστικῶς ἀντὶ τοῦ ἐνηχόμην εἴρηται. (Vers. 445.) Ὅτι παρασημειοῦται Ὀδυσσεὺς εὐτυχῶς αὐτῷ συμπεσεῖν τὸ μὴ ἐντρανίσαι αὐτῷ τὴν Σκύλλαν. φησὶ γάρ· Σκύλλην δ' οὐκέτ' ἔασε πατὴρ ἀνδρῶν τε θεῶν τε εἰσιδέειν. οὐ γάρ κεν ὑπέκφυγον αἰπὺν ὄλεθρον. δῆλον δὲ ὡς καὶ ἡ κατὰ κρημνῶν ἐκεῖ ἔκφυσις τοῦ ἐρινεοῦ πρὸς εὐτυχίας αὐτῷ ἦν, καθὰ καὶ ἡ συνάραξις τοῦ ἱστοῦ πρὸς τὴν τρόπιν. παραμέμικται γοῦν τι καὶ εὐτυχίας οὕτω τῇ πολλῇ δυσπραγίᾳ τοῦ ἥρωος. (Vers. 447.) Ὅτι ἐννῆμαρ ἐκεῖθεν φερόμενος Ὀδυσσεὺς νῆσον ἐς Ὠγυγίην πέλασε περιτρόπιος βεβαὼς, ὡς καὶ ἡ Κωλυψώ που ἔφη. ἔνθα μέ φησιν ἐκείνη φίλει τ' ἐκόμει τε. Τὸ δ' ἐντεῦθεν παύων ὁ ποιητὴς τὴν ἐπὶ τὰ ἑξῆς πρόοδον τοῦ λόγου φησί· (Vers. 450.) τί τοι τάδε μυθολογεύω; ἤδη γάρ τοι χθιζὸς ἐμυθεόμην ὑμῖν, ἐχθρὸν δέ μοί ἐστιν (Vers. 453.) αὖτις ἀριζήλως εἰρημένα μυθολογεύειν, τουτέστι διττολογεῖν τὰ ἀριδήλως ῥηθέντα. ἐξ οὗ δῆλον, ὅτι οὐδεμία τῶν παρ' Ὁμήρῳ δισσολογιῶν ἀχρεία οὐδὲ μάτην ἐπ' ἀδολεσχίᾳ παρέῤῥιπται. ὁ δὲ τοιοῦτος τοῦ Ὀδυσσέως λόγος χρήσιμός ἐστι παντὶ μὴ ἐθέλοντι παλιλλογεῖν τὰ εἰρημένα σαφῶς. ὃ δὲ Ὀδυσσεὺς παραιτεῖται, Ὁμήρου πάντως ἐστὶ λόγος πρὸς τὸν ἀκροατὴν, ἀναμιμνήσκων ὡς τὰ ἐφεξῆς τῶν ἄρτι ῥηθέντων προϊστόρηται. διὸ εἰς καινὸν διττολογηθήσονται. Ὅρα δὲ ἐν τῷ μυθολογεύειν μνείαν λόγου, εἰ καὶ οἱ παλαιοὶ μὴ γινώσκεσθαι Ὁμήρῳ λόγου λέξιν φασίν. ἐν δὲ τῷ, ἀριζήλως, ἡ τοῦ δ καὶ τοῦ ζ συγγένεια δείκνυται. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ν. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. Κοιμώμενον Ὀδυσσέα μετὰ τῶν δώρων ἐκτιθέασιν οἱ Φαίακες εἰς τὴν γῆν τῶν Ἰθακησίων. καὶ τὴν μὲν ναῦν αὐτῶν ὑποστρέφουσαν λίθον ποιεῖ Ποσειδῶν. Ἀθηνᾶ δὲ ἐπὶ τῷ αἰγιαλῷ ὄντι τῷ Ὀδυσσεῖ συμβουλεύει περὶ τῆς μνηστηροφονείας, καὶ τὰ χρήματα ἔν τινι σπηλαίῳ ἀποκρύπτει. καὶ εἰς γέροντα μεταμορφοῖ τὸν Ὀδυσσέα. ΟΔΥΣΣΕΙΑΣ Ν. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ. Ὅτι ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ παυσάμενος Ὀδυσσεὺς τοῦ τῆς πλάνης κακοῦ οἴκαδε τοῦ λοιποῦ καταπαύει ἀεθλεύσων καὶ ἐκεῖ τὰ λειπόμενα. διὸ καὶ ἐπιγράφουσι ταύτην οἱ παλαιοὶ οὕτως· Ὀδυσσέως ἀπόπλους παρὰ Φαιάκων καὶ ἄφιξις εἰς Ἰθάκην. (Vers. 1.) λέγει δὲ κἀνταῦθα ὁ ποιητὴς ἀκὴν γενομένους σιωπῇ τοὺς Φαίακας κηληθμῷ σχεθῆναι ἐφ' οἷς Ὀδυσσεὺς ἀφηγεῖτο. ποιεῖ δὲ καὶ τὸν βασιλέα ὑπισχνούμενον διαταῦτα καὶ ἕτερα δῶρα τῷ Ὀδυσσεῖ ἐπέκεινα ὧν ἔχει λαβών. (Vers. 4.) Ὅτι εἴ πέρ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
