# Commentarii ad Homeri Odysseam 2.36.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.36.1

που ἀλλαχοῦ, ἐνταῦθα μάλιστα κυρίως κεῖται τὸ χαλκοβατὲς ἐπὶ δώματος. φησὶ γὰρ Ἀλκίνοος· Ὦ Ὀδυσεῦ, ἐπεὶ ἵκευ ἐμὸν ποτὶ χαλκοβατὲς δῶ καὶ ἑξῆς. τὰ γὰρ Ἀλκινόου δώματα πολλῷ χαλκῷ συγκεκρότηται, ὡς προδεδήλωται. Ὅτι ὑποσχετικὸν ἐπ' ἀγαθοῖς τὸ, ἐπεὶ ἵκευ ἐμὸν ποτὶ δῶ, οὔτι παλιμπλαγχθέντα σε ὀΐω ἂψ ἀπονοστήσειν εἰ καὶ μάλα πολλὰ πέπονθας. (Vers. 7.) Ὅτι προοιμίῳ ἐπιστρεπτικῷ εἰς προσοχὴν Ἀλκίνοος χρᾶται τούτῳ, ὑμέων δ' ἀνδρὶ ἑκάστῳ ἐφιέμενος τάδε εἴρω, ὅσσοι ἐνὶ μεγάροισι γερούσιον αἴθοπα οἶνον αἰεὶ πίνετ' ἐμοῖσιν, ἀκουάζεσθε δ' ἀοιδοῦ. (Vers. 8.) δύο ταῦτα λέγων ἐξαίρετα δοκοῦντα τοῖς Φαίαξι, (Vers. 9.) τὸ αἰεὶ πίνειν, καὶ τὸ ἀκούειν ἀοιδοῦ, τοῦ Δημοδόκου δηλαδή. ἔστι δὲ τὸ μὲν ἐφιέμενος (Vers. 7.) ἀντὶ τοῦ ἐντελλόμενος· ὅθεν καὶ ἐφημοσύνη καὶ ἐφετμὴ ἡ ἐντολή. (Vers. 8.) Γερούσιος δὲ οἶνος, ὡς καὶ ἐν Ἰλιάδι, ὁ ἐν τῷ τῶν γερόντων ἤτοι τῶν ἐντίμων συμποσίῳ πινόμενος. (Vers. 9.) Σημείωσαι δὲ ὅτι καὶ ἐνταῦθα τῷ πίνειν καὶ τὸ ἐσθίειν συνεξακούεται. νικᾷ δὲ ὅμως ἐκφωνεῖσθαι τὸ πίνειν, ἐπεὶ καὶ συμπόσιον ἡ τοιαύτη σύνταξις καλεῖται καὶ εἰλαπίνη ὡς ἐπὶ πολύ. καλεῖται μέντοι ἔστιν ὅτε καὶ δαὶς, ὡς τὸ, τίς δαὶς τίς δ' ὅμιλος. τὸ δὲ ἀκουάζεσθε δῆλον ὅτι τοῦ ἀκούειν ἐστὶ παραγωγή. (Vers. 11.) Ὅτι χρυσὸν πολυδαίδαλον Ἀλκίνοος ἐνταῦθα λέγει τὸν ἀργὸν καὶ ἀκατέργαστον καὶ εἰς πολλὰ δαιδάλλεσθαι ἐπιτήδειον. τοιοῦτος δὲ ὁ τῶν ταλάντων ἃ φθάσας ἔλαβεν ἐκ τῶν Φαιάκων Ὀδυσσεύς. δῆλον δὲ ὅτι ἐκ τοῦ πολυδαιδάλεος ἑξασυλλάβου συγκέκοπται ὁ πολυδαίδαλος, καὶ ὅτι ἐκ τοῦ Κρητικοῦ Δαιδάλου καὶ ἡ τοιαύτη λέξις, ὡς πολλαχοῦ φαίνεται. (Vers. 13.) Ὅτι πρὸς τοῖς ἤδη δοθεῖσι δώροις τῷ Ὀδυσσεῖ καὶ ἕτερα παρέλκων ἐκ τῶν βουληφόρων Ἀλκίνοος χάριν ὧν ἐῤῥητόρευσεν Ὀδυσσεὺς, φησίν· ἀλλ' ἄγε οἱ δῶμεν τρίποδα μέγαν ἠὲ λέβητα ἀνδρακάς. ἡμεῖς δ' αὖτε ἀγειρόμενοι κατὰ δῆμον τισόμεθα. ἀργαλέον γὰρ ἕνα προικὸς χαρίσασθαι. Ἰστέον δὲ ὅτι ἐν ἀσαφεῖ παραῤῥίψας τὸ, τρίποδα ἠὲ λέβητα, οὐ διήρθρωσε νῦν εἴτε τοῦτο εἴτε ἐκεῖνο γέγονεν ἀλλὰ σιγᾷ τὸ μὴ ὂν ἀναγκαῖον ἱστορηθῆναι, χαλκὸν εὐήνορα εἰπὼν αὐτὰ μετ' ὀλίγα, ὃς ὕλη τοῖς τοιούτοις ἐστίν. ἐν δέ γε τοῖς ἑξῆς εἰπὼν περὶ Ὀδυσσέως, ὅτι τρίποδας περικαλλέας ἠδὲ λέβητας ἠρίθμει, ἐμφαίνει μὲν ὡς καὶ τρίποδες καὶ λέβητες ἐδόθησαν τῷ Ὀδυσσεῖ, οὐ διευκρινεῖ δὲ τὸ ποσόν. εἰ δέ τις εἴπῃ, ἀνδρακὰς λαβεῖν τὸν Ὀδυσσέα καὶ τρίποδας καὶ λέβητας, κωλύεται εἰς τὸν νοῦν διὰ τοῦ, τρίποδα μέγαν ἠὲ λέβητα. εἰ μὴ ἄρα γράψοι τις καὶ ἐνταῦθα τρίποδα μέγαν ἠδὲ λέβητα. τότε γὰρ ἔσονται ἀνδρακὰς τρίποδες δεκατρεῖς καὶ λέβητες δεκατρεῖς, ὃ κρεῖττον. φέρεται γὰρ καὶ τοιαύτη γραφὴ ἐν τοῖς ἀκριβεστέροις τῶν ἀντιγράφων. Τιμιώτερον δὲ λέβητος ὁ περικαλλὴς τρίπους. διὸ καὶ Ἥφαιστος ἐν Ἰλιάδι ἀσχολεῖται εἴκοσι τρίποδας τεύχων. Διαφορὰ δὲ τρίποδος καὶ λέβητος φανήσεται ἐν τοῖς ἑξῆς. (Vers. 12.) Βουληφόρους δὲ Ἀλκίνοος τοὺς τῶν Φαιάκων προὔχοντας λέγει, ἑαυτῷ ὑποκρατήσας, ὡς καὶ προεδηλώθη, τὸ, ἐξ αὐτοῦ ἔχεσθαι ἔργον τε ἔπος τε. ὃ ἐπιβεβαιώσας ἐκεῖ ἔφη ἐν ἐπηκόῳ πάντων, ὡς τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος αἴ κεν ἔγωγε ζωὸς ἀνάσσω. ὥστε αὐτὸς μὲν ἄναξ, οἱ δὲ λοιποὶ οὐ μόνον βουληφόροι, ἀλλὰ καὶ ἄριστοι, ἤδη δέ γε καὶ βασιλεῖς διὰ τὸ πάνυ ἔντιμον, ὃ καὶ ἐπ' ἄλλων ἐφάνη. (Vers. 14.) Τὸ δὲ ἀνδρακὰς ὀξύνεται μὲν κατὰ τὸ ἑκὰς καὶ ἀγκὰς καὶ ἐντυπάς. δηλοῖ δὲ τὸ κατ' ἄνδρα, ἵνα μὴ τὸ τρίποδα μέγαν ἠδὲ λέβητα ἐπὶ ἑνὸς μόνου τρίποδος καὶ ἑνὸς λέβητος νοηθείη, ἀλλὰ ἑνὸς κατὰ ἕκαστον ἄνδρα ἡμῶν δηλαδὴ τῶν δεκατριῶν βασιλέων, ἵνα καὶ οἱ τρίποδες καὶ οἱ λέβητες τρεῖς εἶεν καὶ δέκα. (Vers. 15.) οὐ γὰρ ἂν εἷς ἢ ἐξ ἡμῶν τῶν προεχόντων ἢ ἐκ τῶν δημοτῶν δυνηθείη ἂν τοσαῦτα προικὸς χαρίσασθαι, ἤγουν προῖκα καὶ δωρεάν. Φρύνιχος δέ, φασιν, ἀνδρακάδα που ἔφη τὴν τῶν ἀνδρῶν δεκάδα, ἀπὸ εὐθείας τῆς ἡ ἀνδρακὰς, ἵνα ᾖ τὸ ἀνδρακὰς ἀντὶ τοῦ κατὰ δέκα ἄνδρας, ὅ περ ἐνταῦθα οὐκ εὐσυμβίβαστον. τινὰ δὲ τῶν ἀντιγράφων ἔχουσιν ἄνδρα κάθ' ἡμεῖς δὲ καὶ ἑξῆς, ἵνα ἐξ ὀρθοῦ λέγῃ κοινῶς, ὅτι δῶμεν κατὰ ἄνδρα. τοῦτο γὰρ δηλοῖ τὸ, ἄνδρα κάτα. ἐκ δὲ τοῦ ῥηθέντος ἀγείρειν εἴτουν ἀγυρτάζειν καὶ ὁ ἀγύρτης γίνεται καὶ ἀγυρμός. Τὸ δὲ τισόμεθα οἱ μὲν παλαιοί φασιν εἰσπραξόμεθα. ἔστι δὲ καὶ συνήθως εἰπεῖν ἀποτίσομεν. τὸ γὰρ ἐκ τοῦ δήμου ἀγερθὲν τοῖς βουληφόροις ἀποδοθήσεται ὑπὲρ ᾧ ἄρτι δεδώκασι τῷ Ὀδυσσεῖ. Ἰστέον δὲ ὅτι τὸ, ὡς ἐῤῥέθη, ἀγείρειν ἐκ τοῦ δήμου τὰ δωρηθέντα σμικροπρεπὲς μὲν, ἔθος δὲ ὅμως παλαιὸν κατὰ τὰς λεγομένας συνδοσίας καὶ διανομάς. (Vers. 15.) Ὅτι δὲ προῖκα οἱ παλαιοὶ τὴν δωρεὰν ἔλεγον, καὶ ὅτι ἐκ τοῦ καταπροΐξασθαι αὐτὴν παρῆγον, δηλοῦται καὶ ἀλλαχοῦ. εἴη δὲ ἂν τὸ καταροΐξασθαι ὅμοιόν τι τῷ καταπροήσεσθαι, ὅ ἐστι προδοῦναι. ἑρμη-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
