# Commentarii ad Homeri Odysseam 2.37.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.37.1

νευθείη δ' ἂν καὶ χάρις ἡ προῖξ. ὡς δηλοῖ τὸ, προικὸς χαρίσασθαι. Ἀττικὸς δὲ ἀνὴρ οὕτω φράζει. τὸ γὰρ κοινότερον προῖκα χαρίσασθαι. ἐλλειπτικῶς δὲ καὶ ἄμφω ἔχει. ἔστι γὰρ τὸ μὲν διὰ προικὸς, τὸ δὲ κατὰ προῖκα. τὸ μέντοι ἐπὶ γαμηλίου δώρου τὴν προῖκα νοεῖσθαι τῶν μεθ' Ὅμηρόν ἐστιν. ἡ δὲ τοιαύτη προῖξ ὅτι καὶ φερνὴ λέγεται, δηλοῖ, φασὶν, ἐν Φαέθοντι Εὐριπίδης, εἰπών· ἐλεύθερος δ' ὢν δοῦλος ἐστὶ τοῦ λέχους, πεπραμένον τὸ σῶμα τῆς φερνῆς ἔχων. ἔστι δὲ φερνὴ μὲν παρὰ τὸ φέρειν, ἡ προσφερομένη δηλαδή. προῖξ δὲ παρὰ τὸ προΐκω προΐξω. οὗ δύο σημαινόμενα· προΐξασθαι γὰρ οὐ μόνον τὸ δωρεὰν δοῦναι, ἀλλὰ καὶ τὸ καταπροδοῦναι. ὃ καὶ προέσθαι καὶ καταπροέσθαι λέγεται Ἀττικώτερον. (Vers. 19.) Ὅτι χαλκὸν εὐήνορα κἀνταῦθα λέγει τὸν εἰς ἀνδρίαν πάλαι ποτὲ συντελοῦντα ὅτε εἰς ὁπλοποιΐαν χρήσιμος ἦν. οὐκ ἐνεργείᾳ δὲ τοιοῦτος ἀλλὰ δυνάμει ὁ τῶν ἐνταῦθα τριπόδων καὶ λεβήτων χαλκός. χαλκὸς γὰρ αὐτόχρημά ἐστι, δυνάμενός ποτε καὶ ὁπλοποιηθῆναι καὶ οὕτως εὐήνωρ γενέσθαι. (Vers. 20.) Ὅτι Ἀλκίνοος τιμῶν τὸν σοφὸν Ὀδυσσέα οὐ μόνον κατεπλούτισε δώροις, ἀλλὰ καὶ διακονεῖν οὐκ αἰσχύνεται. αὐτὸς γὰρ ἰὼν διὰ νηὸς ὑπὸ ζυγὰ κατέθηκε τὰ δῶρα, μή τινα ἑταίρων βλάπτοι ἐλαυνόντων ὁπότε σπερχοίατο ἐρετμοῖς. οὕτω καὶ Αἰόλος αὐτὸς κατέδησε τὸν ἀσκὸν ἐν ᾧ οἱ ἄνεμοι. (Vers. 21.) Ζυγὰ δὲ τὰς ναυτικὰς λέγει καθέδρας. ἀφ' ὧν καὶ τὸ ἐζεῦχθαι ἐπὶ νηῶν. ἄμφω γὰρ ταῦτα συμβαίνει περὶ τὰ ζυγὰ, ἤγουν καὶ τὸ τοὺς τοίχους τῆς νηὸς ζευγνύναι καὶ εἰς καθέδραν χρήσιμα εἶναι. (Vers. 24.) Ὅτι συνεπισπεύδων ὁ Ὁμηρικὸς ἐνταῦθα λόγος τῷ Ὀδυσσεῖ τήν τε γενομένην θυσίαν βραχυλογεῖ, καὶ τὴν τοῦ Δημοδόκου δὲ ἀοιδὴν οἵα τις ἦν σιωπᾷ. ἐνδεικνύμενος δὲ καὶ τὴν τοῦ Ὀδυσσέως πολλὴν σπουδὴν εἰς τὸ ἀποπλεῦσαι συχνὰ βλέπειν ἐκεῖνον λέγει πρὸς Ἥλιον πότε ἂν δύνῃ. φράζει δὲ οὕτω πως· τοῖς δὲ βοῦν ἱέρευσεν ἱερὸν μένος Ἀλκινόοιο, Διῒ ὃς πᾶσιν ἀνάσσει. μῆρα δὲ κείαντες δαίνυντ' ἐρικυδέα δαῖτα, τερπόμενοι. μετὰ δέ σφισιν ἐμέλπετο θεῖος ἀοιδὸς Δημόδοκος, λαοῖσι τετιμένος. αὐτὰρ Ὀδυσσεὺς πολλὰ πρὸς Ἠέλιον κεφαλὴν τρέπε παμφανόωντα, δῦναι ἐπειγόμενος· δὴ γὰρ μενέαινε νέεσθαι. τοῦτο δὲ παντὶ ἁρμόζει σπεύδοντι, εἰς νυκτὸς ὁδόν. (Vers. 31.) εἶτα καὶ διὰ παραβολῆς δεικνὺς τὴν πολλὴν τοῦ Ὀδυσσέως ἔπειξιν ἐπιφέρει· ὡς δ' ὅτ' ἀνὴρ δόρποιο λιλαίεται, ᾧτε πανῆμαρ νειὸν ἀνέλκητον βόε οἴνοπε πηκτὸν ἄροτρον, ἀσπασίως δ' ἄρα τῷ κατέδυ φάος Ἠελίοιο δόρπον ἐποίχεσθαι, βλάβεται δέ τε γούνατ' ἰόντι, ὣς Ὀδυσσῆ' ἀσπαστὸν ἔδυ φάος Ἠελίοιο. ἐπισπεύδει δὲ τὸν ἀπόπλουν Ὅμηρος, ἵνα καὶ τῆς ἐπισοδιώδους ἱστορίας ὀψέ ποτε ἀπαλλαγῇ, καὶ τὸν Τηλέμαχον ἐπαναγάγῃ ἐκ τῆς Σπάρτης. καὶ μὴ ἐπιπλέον ἀπιθάνως ἐκεῖ βραδύνοντος τοῦ παιδὸς ἀργοίη τὰ κατὰ τὸν πατέρα σπουδαῖα ἔργα. (Vers. 30. sqq.) Ὅρα δὲ τὸ ἔδυ καὶ κατέδυ καὶ δῦναι, ὧν οὐκ ἔστι καιριωτέρα λέξις ἐπὶ τοῦ ὑπὸ γῆν ἐλθεῖν τὸν Ἥλιον. (Vers. 31.) φιλότιμον δὲ εἰς ἔργον ἄνδρα ἡ ῥηθεῖσα παραβολὴ δηλοῖ καὶ καματηρὸν, εἴ γε καὶ πανημέριος πονεῖται ἄσιτος, καὶ ἐπανιὼν ὀκλάζει τοῖς γόνασι διὰ τὸ πολὺ τοῦ καμάτου. καὶ οὕτως ἐπιτείνεται τῷ τοιούτῳ ἡ σπουδὴ τοῦ ἐλθεῖν οἴκαδε καθὰ καὶ τῷ Ὀδυσσεῖ ἡ τοῦ νόστου. (Vers. 32.) Οἴνοπες δὲ βόες ἢ μέλανες διὰ τὸ, μέλας οἶνος, ἢ πυῤῥοὶ διὰ τὸ, οἶνος ἐρυθρός. Πηκτὸν δὲ ἄροτρον ἢ τὸ εὐπαγὲς κατὰ συνήθη ἔλλειψιν τοῦ εὖ, χρὴ γὰρ εὐπαγὲς αὐτὸ εἶναι, ἢ καὶ διότι πρῶτον ἐπενοήθη ὡς εἰκὸς τὸ πηκτὸν, εἶθ' ὕστερον ἐξευρέθη τὸ παρ' Ἡσιόδῳ αὐτόγυον, οὗ περ οὐδαμοῦ μέμνηται Ὅμηρος. (Vers. 34.) Ἀπὸ δὲ τοῦ βλάβεται ἡ βλάβη γίνεται, ὡς καὶ ἡ ἀποκρυβὴ ἀπὸ ἀῤῥήτου θέματος τοῦ κρύβω, καὶ ἡ καλύβη ἐξ ὁμοίου τοῦ καλύβω. ἐφ' ὧν, ἴσως ἐκ τοῦ βέβλαφα καὶ κέκρυφα καὶ κεκάλυφα, οἱ εἰρημένοι ἐνεστῶτες παρήχθησαν ἀναγωγῇ συνήθει, Μακεδόνων ἔθει, μεταβαλλόντων τὸ φ εἰς β, ὡς ἐν τῷ Φίλιππος καὶ τοῖς ὁμοίοις, καθὰ καὶ ἀλλαχοῦ δεδήλωται. (Vers. 39.) Ὅτι καὶ ἀπιόντες οἱ παλαιοὶ ἀπὸ ξενοδόχων προσεφώνουν τὸ χαίρειν, ἐπευχόμενοι καὶ τὰ εἰκότα. ὃ καὶ Ὀδυσσεὺς ἐνταῦθα ποιεῖ εἰπών· πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δ' αὐτοί. ἤδη γὰρ τετέλεσται ἅ μοι φίλος ἤθελε θυμὸς, πομπὴ καὶ φίλα δῶρα, τά μοι θεὸς ὄλβια ποιήσειεν. ἀμύμονα δ' οἴκοι ἄκοιτιν νοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν. ὑμεῖς δ' αὖθι μένοντες εὐφραίνοιτε γυναῖκας κουριδίας καὶ τέκνα, θεὸς δ' ἀρετὴν ὀπάσειε παντοίην, καὶ μή τι κακὸν μεταδήμιον εἴη. (Vers. 59.) καὶ ταῦτα μὲν πρὸς τοὺς ἄνδρας ὁ Ὀδυσσεύς. ἰδίᾳ δὲ τῇ Ἀρήτῃ προπιὼν, ὡς ἐφεξῆς εἰρήσεταί, φησι· χαῖρέ μοι ὦ βασίλεια διαμπερὲς εἰσόκε γῆρας ἔλθῃ καὶ θάνατος τά τ' ἐπ' ἀνθρώποισι πέλονται. αὐτὰρ ἐγὼ νέομαι. σὺ δὲ τέρπεο τῷδ' ἐνὶ οἴκῳ, παισί τε καὶ λαοῖσι (Vers. 62.) καὶ Ἀλκινόῳ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
