# Commentarii ad Homeri Odysseam 2.41.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.41.1

Φωσφόρος διατοῦτο καλούμενος ὥς περ αὖ πάλιν ἕσπερός τις ἕτερος διὰ τὸ πρὸς τὸν τοιοῦτον ἀνάπαλιν, τῆμος δὴ νήσῳ (Vers. 95.) προσεπίλνατο ποντοπόρος νηῦς. εἰ δὲ τυχὸν δοκοίη ὁ λόγος ἀπίθανος διὰ τὸ κατὰ τὸν μῦθον πολὺ τοῦ ἐν μέσῳ διαστήματος, ἐκτετόπισται γὰρ κατ' αὐτὸν ἡ τῶν Φαιάκων νῆσος, ἀλλὰ τὸ πάνυ πολὺ τάχος τῶν Φαιακικῶν νηῶν εὐπαράδεκτόν πως τὸν λόγον ποιεῖ. (Vers. 96.) Ὅτι ἐκφραστικόν τι κἀνταῦθα γράψαι προθέμενος ὁ ποιητὴς ἐκφράζει τόν τε ἐν τῷ δήμῳ τῆς Ἰθάκης λιμένα, καὶ τὸ ἐκεῖσε νυμφαῖον ἄντρον, τὸν μὲν ἐπαινῶν ὡς ναυσὶν ἀγαθὸν ἐνορμίσασθαι, τὸ δὲ ἄντρον ὑποτιθεὶς εἰς ταμιεῖον τοῖς τοῦ Ὀδυσσέως χρήμασιν, ἅ περ ἀναγκαῖον ἦν πιθανῶς κρυβῆναι. ἄλλως γὰρ οὔτε αὐτοῦ που ἐν ὑπαίθρῳ ἐχρῆν αὐτὰ κεῖσθαι, οὔτε περὶ τοὺς ἀγροὺς ἀχθῆναι, οὔτε πολλῷ πλέον ἐπὶ τὴν πόλιν. ἄρχεται δὲ ἀπὸ συνήθους ὑπαρκτικοῦ ῥήματος καὶ φησί· Φόρκυνος δέ τίς ἐστι λιμὴν ἁλίοιο γέροντος ἐν δήμῳ Ἰθάκης. δύο δὲ προβλῆτες ἐν αὐτῷ ἀκταὶ ἀποῤῥῶγες λιμένος ποτιπεπτηυῖαι. αἵ τ' ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα ἔκτοθεν. ἔντοσθεν δέ τ' ἄνευ δεσμοῖο μένουσι νῆες ἐΰσελμοι ὅτ' ἂν ὅρμου μέτρον ἵκωνται. αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη. ἀγχόθι δ' αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδὲς, ἱρὸν νυμφάων, αἳ Νηϊάδες καλέονται. ἐν δὲ κρητῆρές τε καὶ ἀμφιφορῆες ἔασι λάϊνοι. ἔνθα δ' ἔπειτα τιθαιβώσσουσι μέλισσαι. ἐν δ' ἱστοὶ λίθεοι περιμήκεες. ἔνθα τε νύμφαι φάρε' ὑφαίνουσιν ἁλιπόρφυρα θαῦμα ἰδέσθαι. ἐν δ' ὕδατ' αἰενάοντα. δύω δέ τέ οἱ θύραι εἰσίν. αἱ μὲν πρὸς Βορέαο καταιβαταὶ ἀνθρώποισιν. (Vers. 111.) αἱ δ' αὖ πρὸς Νότου εἰσὶ θεώτεραι. οὐδέ τι κείνῃ ἄνδρες ἐσέρχονται, ἀλλ' ἀθανάτων ὁδός ἐστι. ταῦτα δὲ πεπλασμένα εἰσὶν, ὥς φασιν οἱ παλαιοί. διὸ καὶ ὁ Πορφύριος τὸ πᾶν τοῦτο ἄντρον εἰς ἀλληγορίαν μεταλλαξεύει, λέγων καθόλου πᾶν ἄντρον καὶ σπήλαιον τῷ κόσμῳ καθιερῶσθαι καὶ πολλὰ γράφων εἰς αὐτὸ, ὡς οἷα τοῦ κόσμου ἄντρου τινὸς ὄντος μεγίστου. (Vers. 103.) ὅ περ ἠεροειδὲς μὲν λέγεται διὰ τὸ τῆς ἀρχεγόνου ὕλης αἰσχρὸν καὶ ἀνείδεον, (Vers. 104.) Ἐπήρατον δὲ, διὰ τὸ εἶδος καὶ τὴν ἐξ αὐτοῦ εἰδοποιητικὴν διακόσμησιν, ἀφ' ἧς καὶ ὁ κόσμος ἐκλήθη. ἄλλως γὰρ πῶς ἂν εἴη, φησὶ, τὸ αὐτὸ καὶ ἠεροειδὲς καὶ ἐπήρατον, τοῦ ἠεροειδοῦς φοβεροῦ μᾶλλον ὄντος οὐ μὴν ἐπεράστου; νύμφας δὲ Ναΐδας ἐκεῖνος ἀλληγορεῖ ψυχὰς ἰούσας εἰς γένεσιν. (Vers. 105.) αἷς κρατῆρας οἷον τινὰς καὶ ἀμφιφορεῖς ὁ μῦθος δίδωσι τὰ κατ' ἀνθρώπους σώματα. αὐτά τε γὰρ ἐκ γῆς, καὶ οἱ κρατῆρες γῇ ὠπτημένοι εἰσίν. (Vers. 108.) οἱ δὲ ὑφασμένοι ἱστοὶ τῶν νυμφῶν σαρκοποιΐα ἐστὶν ἡ ἐν ὀστοῖς ὁποία καί τισι στήμοσιν. ἢ καὶ θαῦμα ἰδέσθαι λέγεται διὰ τὸ κατὰ φύσιν θεῖον τῆς τοιαύτης ἱστουργίας. (Vers. 106.) ἡ δὲ τοῦ μέλιτος ἐργασία καὶ αὐτὴ ψυχαῖς φησὶν οἰκεία διὰ τὸ τοῦ μέλιτος πολυδύναμον, γλυκύ τε ὂν τῇ γεύσει καὶ συναγόμενον ἐξ ἀνθέων ὑπὸ μελισσῶν· ὧν τῇ κλήσει αἱ δικαίως βιοτεύουσαι ψυχαὶ ὀνομάζονται καὶ πρὸς τὰ θεῖα τῇ καθαρότητι ἢ καθάρσει στρεφόμεναι, μέλισσαι καλούμεναι καὶ αὐταὶ, διότι καὶ καθαρτικῆς ἐστὶ τὸ μέλι δυνάμεως καὶ συντηρητικῆς· τραύματά τε γὰρ χρόνια μέλιτι ἐκκαθαίρονται, καὶ πολλὰ τῷ μέλιτι μένει ἄσηπα. καὶ οὕτως ἱκανῶς ἐνδιατρίψας ὁ φιλόσοφος κατά τινα μυῖαν τῷ Ὁμηρικῷ μέλιτι (Vers. 109.) λέγει καὶ τὰς δύο πύλας τοῦ ἄντρου καρκίνον εἶναι καὶ αἰγόκερων, ὧν διὰ μὲν αἰγοκέρωτος ἐδόξαζόν τινες ψυχὰς ἀνιέναι, διὰ δὲ καρκίνου καταβαίνειν, ὡς εἶναι τὸν μὲν καρκίνον Βόρειον καὶ καταβατικὸν, αἰγόκερων δὲ Νότιον καὶ ἀναβατικὸν ψυχῶν εἰς θεούς. διὸ καὶ θεωτέρας εἶναι αὐτάς. καὶ τοιαῦτα λαλεῖ πολλὰ γλαφυρότητι λήρων πυκάζων τὸ τοῦ μύθου γλαφυρὸν ἄντρον. (Vers. 96.) ὁ μέντοι γεωγράφος μὴ εἶναι φησὶν ἐν Ἰθάκῃ νῦν ἄντρον τοιοῦτον ὁποῖον ὁ ποιητὴς φράζει, μηδὲ νυμφαῖον, (Vers. 103.) διὰ τὸ μεταβολὴν ὡς εἰκός τινα συμβεβηκέναι τῷ μακρῷ χρόνῳ. Φόρκυνος δὲ λιμὴν ὁ ῥηθεὶς λέγεται ἢ διὰ τὸ ἴσως τιμᾶσθαι Φόρκυνα ἐκεῖ ἢ καὶ διὰ τὸ ἀγαθὸν εἶναι τὸν λιμένα καὶ οἷον σώζεσθαι ὑπὸ Φόρκυνος τοὺς ἐν αὐτῷ καταίροντας. ἄλλως δέ γε καὶ πᾶς λιμὴν Φόρκυν κατὰ τὴν ἀλληγορίαν ἐστὶν, ὅπου φέρονταί, φασιν, αἱ ὁλκάδες. (Vers. 96.) Τίς δὲ ὁ τῆς Ἰθάκης δῆμος, ἤδη σαφῶς προδεδήλωται. Ἀποῤῥῶγες δὲ ἀκταὶ αἱ διεῤῥωγυῖαι, ὡς οὕτω στόμα εἶναι τῷ λιμένι δι' αὐτῶν οἷον λείως δέξασθαι κατὰ ψάμμου τὴν Φαιακικὴν νῆα, ὡς ὁ ποιητὴς βούλεται. (Vers. 97.) Ὅρα δὲ καὶ ὡς οὐδ' ἐνταῦθα πέτραι προβλῆτες, ἀλλὰ ἀκταὶ προβεβλημέναι τοῖς κύμασι, καὶ περιαγνύουσαι αὐτὰ, ὡς ἐντεῦθεν τὸν μέσον αὐτῶν λιμένα γαληνιᾶν. (Vers. 98.) Ποτιπεπτηυῖαι δὲ αἱ προσπεπτωκυῖαι πρὸ τοῦ λιμένος καὶ εἰς σκέπην οὖσαι τῶν ἀνέμων. (Vers. 99.) Τὸ δὲ σκεπῶ περισπώμενον, ἐξ οὗ τὸ σκεπόωσι, πρωτότυπόν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
