# Commentarii ad Homeri Odysseam 2.44.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.44.1

καὶ οὕτω μὲν ἂν ἔφη τῶν τις ἑτέρων Φαιήκων. Ἀλκίνοος δὲ, ὦ πόποι, φησὶν, ἦ μάλα δή με παλαίφατα (Vers. 173.) θέσφατα ἱκάνει πατρὸς ἐμοῦ, τοῦ Ναυσιθόου δηλαδὴ, ὃς ἔφασκε Ποσειδάωνα ἀγάσασθαι ἡμῖν καὶ ἑξῆς τοὺς τέσσαρας στίχους οὓς καὶ ἐν τῷ τέλει τῆς θ ῥαψῳδίας ὁ αὐτὸς ἔφη. (Vers. 178.) εἶτα ἐπάγει, ὣς ἀγόρευ' ὁ γέρων, τάδε δὴ νῦν πάντα τελεῖται. εἶτα καὶ ὡς ἤδη τὴν νῆα ἐῤῥαισμένην ἰδὼν κατὰ τὸ θέσφατον, βουλεύεται περὶ τῶν ἑξῆς καὶ φησίν· ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες. πομπῆς παύσασθε βροτῶν ὅτε τις ἵκηται εἰς ἡμᾶς. Ποσειδάωνι δὲ ταύρους δώδεκα κεκριμένους ἱερεύσωμεν αἴ κ' ἐλεήσῃ, μηδ' ἡμῖν περίμηκες (Vers. 183.) ὄρος πόλει ἀμφικαλύψῃ, ἤγουν ὡς κάλυμμά τι καὶ σκέπασμα ἐπιῤῥίψῃ, ὁποῖα πολλὰ μυθικῶς γέγονεν. ἐξ οὗ δῆλον, ὡς καὶ ὑψηλὸν ὄρος ὑπερκεῖσθαι πλάττει τῆς τῶν Φαιάκων πόλεως. Σημείωσαι δὲ ὅτι πλάττει μὲν τὰς ῥηθείσας ἀπειλὰς ὁ ποιητὴς, ἵνα καὶ μὴ ζητῶμεν ποῦ ποτὲ ἂν εἴη ἡ ἔκτοπος Φαιακία ἣν αὐτὸς τερατεύεται, ὡς δέον ὂν ὑπονοεῖν ἐκ τῶν ἀπειληθέντων ὅτι ἠφάντωται. οὐ τολμᾷ μέντοι καὶ εἰπεῖν ἐκβῆναι τὴν ἀπειλὴν εἰς τέλος, τὸ τῆς ἱστορίας δυσωπούμενος ἀληθές. ἡ γὰρ τῶν Φαιάκων σώζεται φανερῶς. παραῤῥίπτει δέ γε ἄλλως τὰ τῆς ἀπειλῆς εἰς ἀποφυγὴν ἐλέγχου. εἰ γάρ τις τὴν ἀναπλαττομένην Φαιακίαν ζητεῖ παρ' Ὁμήρῳ μαθεῖν, ἔχοι ἂν αὐτὸς εἰπεῖν μὴ εἰδέναι εἴτε κατὰ τὴν ἀπειλὴν κατεχώσθη ἐκείνη καὶ ὤλετο, εἴτε καὶ ἀτέλεστον ἔμεινε τὸ ἀπειληθέν. διὸ καὶ τοὺς Φαίακας εὐχομένους πεποίηκε μετὰ τὴν τῆς νηὸς ἀπολίθωσιν, μὴ καὶ τὴν πόλιν ὄρει καλυφθῆναι, ὡς ἐνδεχομένου ὄντος καὶ τούτου· ἐπὶ ἐνδεχομένοις γὰρ ἡ εὐχή. καὶ εἰ μὲν εὑρίσκεται ἡ Φαιακία ὁπουδήποτε ὥς περ δὴ καὶ εὑρίσκεται, ἀποβῆναι δοκεῖ τὰ τῆς εὐχῆς τοῖς Φαίαξι, καὶ ἐλεηθεῖσα ἡ πόλις περίεστιν. εἰ δὲ μὴ εὑρίσκεται, πάντως δὲ ἡ μυθικὴ, οὐκ ἂν εὑρίσκοιτο. οὐκ ἄρα οὐδὲ ζητητέα ἐστὶν, ὡς ἤδη ἀφαντωθεῖσα κατὰ τὰς τοῦ Ποσειδῶνος ἀπειλάς. οὕτω δὲ καὶ τὸ μή τινα ἱστορηθῆναι ὕστερον πομπὴν ἑτέραν ξενικὴν ἐκ Φαιάκων καὶ μεγαλοπρεπῆ φιλοξενίαν ἐν τῷ ἀθεσφάτῳ χρόνῳ, πιθανὸν ἐκ τῶν τοιούτων φαίνεται. ἀϊστωθεῖσα μὲν γὰρ ἡ Φαιακία, οὐκ ἂν οὔτε φιλοξενίη οὔτε πέμποι τινὰ, περιοῦσα δὲ οὐδ' ἂν οὕτω τοιοῦτόν τι ποιήσοι. ἀπώμοτον γὰρ ἤδη τοῦτο τοῖς Φαίαξιν, εὐλαβουμένοις τὸν τοῦ Ποσειδῶνος χόλον. (Vers. 186.) ὥς περ δὲ τὰ περὶ τῆς ἀπειλῆς τοῦ Ποσειδῶνος ἐσίγησεν ὁ ποιητὴς διὰ πολλὰ, οὕτω καὶ τὴν τῆς θυσίας τελετὴν, ἐκεῖνο καὶ μόνον εἰπὼν, ὅτι εὔχοντο Ποσειδῶνι ἑσταότες περὶ βωμὸν οἱ τῶν Φαιάκων ἄριστοι. (Vers. 163.) Ἰστέον δὲ καὶ ὅτι ὄψεως φαντασία, ὡς εἰκὸς, τὴν τῆς Φαιακικῆς νηὸς πλασθῆναι πεποίηκεν ἀπολίθωσιν. φασὶ γὰρ, λίθον ἐκεῖ που περίοπτον κείμενον ἐν θαλάσσῃ περὶ Κέρκυραν νηὸς φαντασίαν πέμπειν, καὶ δι' αὐτὴν τὸν τοιοῦτον λόγον πλασθῆναι. ὃ δὴ καὶ ὁ ποιητὴς ὑπεμφαίνει ἐν τῷ, θεῖναι λίθον ἐγγύθι γαίης νηῒ θοῇ ἴκελον, οὐ μὴν βυθίσαι. τοῦτο δὲ καὶ μυθικῶς φησὶν, ἵνα δηλαδὴ βλεπόμενος ὁ λίθος σωφρονίζοι τοὺς ὁρῶντας καὶ ἀποπαύοι οὕτω τῆς τῶν ξένων πομπῆς. τῇ δὲ Ὁμηρικῇ τῆς νεὼς ἀπολιθώσει καὶ ἑτέραν ὁμοίαν ἀναιδεύεται ὁ μῦθος, φάμενος ὅτι Πομπίλος θαυματουργὸς ἄνθρωπος διαπεραιῶν κόρην φίλην Ἀπόλλωνος ἁρπαγῆς τρόπῳ οὐκ εὐστόχησεν, ἀλλὰ καταληφθεὶς ὑπὸ Ἀπόλλωνος εἰς τὸν ὁμώνυμον ἰχθὺν μετεμορφώθη ἀπολιθωθείσης καὶ τῆς νεώς. (Vers. 133.) Ἰστέον δὲ ὅτι ἐν τούτοις Διὸς βουλὴν εἰπὼν, εἶτα ἑρμηνεύων ὡς ταυτὸν ὂν βουλὴν Διὸς εἰπεῖν καὶ εἱμαρμένης κατάνευσιν ἐπάγει· ἐπεὶ σὺ ὑπέσχεο καὶ κατένευσας. Ἔτι ἰστέον καὶ ὅτι τὸ, οἱ δ' εὕδοντα ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες καὶ ἑξῆς ἕως τοῦ, λαχὼν ἀπὸ ληΐδος αἶσαν, ἐπιτομὴ κεφαλαιώδης ἐστὶ τῶν περὶ τὸν Ὀδυσσέα, ὅσα μετὰ τὴν εἰς Φαίακας αὐτῷ καταγωγὴν γέγονε. (Vers. 135.) Τὸ δὲ κατέθεσαν ἐν Ἰθάκῃ, ἀστείως ἔχει. ὡς οἷα γὰρ ἄψυχόν τι αὐτὸν ἄραντες ἐπὶ ψάμμῳ ἔθεσαν. (Vers. 136.) Ἐν δὲ τῷ, ἐσθῆτα ὑφαντὴν, προσυπακουστέον συνήθως καὶ τὸ εὖ, ἵνα λέγῃ ἐσθῆτα ἐΰφαντον. (Vers. 137.) Τὸ δὲ πολλὰ οἰκείως ἔφη καὶ νῦν κατὰ γένος οὐδέτερον ἐπὶ χαλκοῦ καὶ χρυσοῦ καὶ ἐσθῆτος, (Vers. 203.) διὰ τὸ κατὰ τὸν ποιητὴν χρήματα εἶναι αὐτὰ, ἐφ' ὧν οἰκεῖον εἰπεῖν τὸ πολλά. (Vers. 149.) Τὸ δὲ περικαλλέα νῆα, ἐνδείκνυται καὶ μιλτοπαρῄους καὶ ἄλλως δέ γε εὐπροσώπους εἶναι τὰς τῶν Φαιάκων νῆας. (Vers. 152.) Τὸ δὲ καλύψαι, καὶ νῦν ἀντὶ τοῦ ἐπιθεῖναι, σκεπάσαι, καταπετάσαι, ἐπικαταστρέψαι, ὡς ἐκ μεταφορᾶς νέφους ἢ λίνου ἢ τοιούτου τινός· οὐκ ἐπὶ πανωλεθρίᾳ μέντοι ἀλλ' ἐκπλήξει, ὡς δηλοῖ ὁ ποιητὴς, ἵνα μηκέτι τὰ αὐτὰ ποιῶσι. (Vers. 154) Τὸ δὲ ἐμῷ θυμῷ δοκεῖ εἶναι ἄριστα, ἐπιεικῶς εἴρηται, τὸ μέντοι σεμνότερον ἦν εἰπεῖν ὡς ἔστιν ἄριστα ἤγουν ἄριστον. (Vers. 156.) Τὸ δὲ θεῖναι λίθον νηῒ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
