# Commentarii ad Homeri Odysseam 2.45.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.45.1

θοῇ ἴκελον, ἁρμόζει ἐπὶ δυσκινήτου νηὸς, ὅτε καὶ οἱ αὐτῆς ναῦται ἀστείως ἂν ἀργοναῦται λέγοιντο. ἀκολούθως δὲ καὶ ἀργὼ λέγοιτ' ἂν ἡ τοιαύτη ναῦς. (Vers. 162.) Ἐν δὲ τῷ ῥίμφα διωκομένη, ὅρα τὴν τῶν Ὁμηρικῶν ἐπίχυσιν λέξεων. οὐ μόνον γὰρ ὡς προεγράφη σπερχομένη ναῦς καὶ ἐπειγομένη χερσὶν ἐρετάων, ἀλλὰ καὶ διωκομένη, ὅ ἐστι κατὰ σπουδὴν θέουσα, μετ' ὀλίγα δὲ καὶ ἐλαυνομένη. (Vers. 163.) Τὸ δὲ ἐῤῥίζωσε, πιθανότης ἐστὶ τοῦ μὴ καὶ βυθισθῆναι τὴν ναῦν. πιθαναλογία δέ τις βραχεῖα τῆς ῥιζώσεως τὸ, ἐγγύθι γαίης. ἐν γὰρ βάθει ῥαισθείσης οὐκ ἦν πιθανὸν τηλικαύτην ῥίζωσιν ὑποβληθῆναι αὐτῇ. (Vers. 164.) Χεὶρ δὲ καταπρηνὴς ἡ κατεστραμμένη, ὥς φασιν οἱ παλαιοὶ, ἡ κατὰ τὸ θέναρ δηλαδὴ πλήξασα. (Vers. 167.) Ἡ δὲ ῥηθεῖσα ἠθοποιΐα ἡ ἐκ τοῦ λαοῦ στενὴ κἀνταῦθα· δίστιχος γάρ. εἴωθε γὰρ ὁ ποιητὴς, ὡς πολλαχοῦ τῶν αὐτοῦ ποιήσεων φαίνεται, στενολεσχεῖν τὰς ἐκ κοινοῦ ἠθοποιΐας κατὰ τὸ εἰκός. (Vers. 172.) Τὸ δὲ παλαίφατα θέσφατα, πάρισον μέν ἐστι σχῆμα ἐπαινετόν. δηλοῖ δὲ παλαίτατον χρησμόν. (Vers. 182.) Ταῦροι δὲ κεκριμένοι οἱ ἐπίλεκτοι. τοιαῦτα γὰρ ἔδει θύεσθαι. (Vers. 183.) Τὸ δὲ περίμηκες, ὃ μέγα φθάσας εἶπε, ταυτόν ἐστι τῷ περιμήκετον. Ἰστέον δὲ καὶ ὅτι τὰ ῥηθέντα θέσφατα ἐνταῦθα μὲν καιρίως κεῖται ἀναμνήσεως ἕνεκα παλαιοῦ γενομένου μαντεύματος διὰ τὴν ἀπολίθωσιν τῆς νηός. ἐν δέ γε τῇ θ ῥαψῳδίᾳ ἐντεῦθεν μετάκεινται οὐκ ὀρθῶς, καθὰ δοκεῖ τοῖς παλαιοῖς. ὁ γὰρ ἐκεῖ μεμνημένος Ἀλκίνοος, τοιούτου χρησμοῦ φόβον αὐτῷ δεινὸν ἐπισείοντος, πῶς ἂν τὸν ξεῖνον Ὀδυσσέα ἔπεμψεν; ἔτι ἰστέον καὶ ὅτι ἐν μέσῳ τοῦ ῥηθέντος Ὁμηρικοῦ χωρίου κεῖται τὸ, (Vers. 140.) ὢ πόποι εὐρυσθενὲς οἷον ἔειπες, οὔ τί σ' ἀτιμάζομεν· χαλεπὸν δέ κεν εἴη πρεσβύτατον καὶ ἄριστον ἀτιμίῃσιν ἰάλλειν. ἀνδρῶν δ' εἴ πέρ τίς σε βίῃ καὶ κάρτεϊ εἴκων οὔ τι τίει, σοὶ δ' ἔστι καὶ ἐξοπίσω τίσις αἰεί. ἔρξον ὅπως ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ. οἰκεῖα δὲ ταῦτα λεχθῆναι πρός τινος μείζονος πρὸς ἄνδρα μέγαν ἀτιμούμενον ὑπὸ ἐλαττόνων. Ζεὺς δὲ ταῦτα πρὸς τὸν Ποσειδῶνα φησίν. (Vers. 142.) Ἔνθα ὅρα καὶ τὸ, πρεσβύτατον καὶ ἄριστον, ὡς μὴ πάνυ τιμίου ὄντος τοῦ πρεσβύτου εἰ μὴ καὶ ἄριστός ἐστι. (Vers. 145.) καὶ ὅτι τὸ ἐθέλεις καὶ τὸ φίλον ἔπλετο θυμῷ ἐκ παραλλήλου ταυτὸ δηλοῦσιν. (Vers. 147.) Ἔτι ἰστέον καὶ ὅτι ὁ τοιαῦτα ποθὲν ἀκούσας, ὁποῖα ὁ Ποσειδῶν ἐκ τοῦ Διὸς, εἴποι ἂν καλῶς αὐτὸς τὸ τοῦ Ποσειδῶνος· αἶψα ἐγὼν ἔρξαιμι ὡς ἀγορεύεις, ἀλλὰ σὸν ἀεὶ θυμὸν ὀπίζομαι ἠδ' ἀλεείνω. (Vers. 148.) ἔστι δέ, φασι, τὸ ὀπίζομαι ἀντὶ τοῦ αἰδοῦμαι, μάλιστα δὲ ἀντὶ τοῦ διὰ ὄπιδος καὶ ἐπιστροφῆς ἄγω. (Vers. 151.) Τὸ δὲ ἐθέλω ῥαῖσαι ἵν' ἤδη σχῶνται, ἀπολλήξωσι δὲ πομπῆς ἀνθρώπων, καὶ τὸ, (Vers. 180.) πομπῆς μὲν παύσασθε βροτῶν ὅτε κέν τις ἵκηται εἰς ἡμᾶς ἀπόῤῥησίς ἐστι φιλοξενίας διά τινα κακοποίησιν, ἐπὶ δὲ τῶν λεγόντων, ἃ μὴ οἴδασιν, οἰκεῖον τὸ, ὣς ἄρα τις εἴπεσκε, τὰ δ' οὐκ ἴσαν ἤτοι ἐγίνωσκον ὡς ἐτέτυκτο. (Vers. 172.) Προμαντεύματος δὲ ἴδιον τὸ, ἦ μάλα δή με παλαίφατα θέσφατα ἱκάνει τοῦ δεῖνος, ὃς ἔφασκε τόδε τι. (Vers. 178.) Τὸ δὲ, ὣς ἔφασκεν ὁ δεῖνα τάδε δὴ νῦν πάντα τελεῖται, ἐπὶ ἀποβάσεως λέγοιτ' ἂν πράγματος. πρὸ τούτων μέντοι ὅτε μή πω τὸ πρᾶγμα εἰς τέλος ἐξέβη, ἄλλως ἔφη εἰπών· ὣς ἀγόρευ' ὁ γέρων, τὰ δὲ θεὸς ἢ τελέσειεν ἢ ἀτέλεστα εἴη. (Vers. 188.) Ὅτι Ὀδυσσεὺς ἐγερθεὶς ἐξ ὕπνου οὐκ ἔγνω γαίην πατρωΐην ἤγουν τὴν πατρίδα γῆν, ἤδη δὴν ἀπεών. περὶ γὰρ θεὸς ἠέρα χεῦε Παλλὰς Ἀθηναίη, ὄφρα μιν αὐτὸν ἄγνωστον τεύξειεν ἕκαστά τε μυθήσαιτο, μή μιν πρὶν ἄλοχος γνοίη ἀστοί τε φίλοι τε, πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι. τοὔνεκα δὴ ἀλλοειδέα φαίνετο πάντα ἄνακτι, ἀτραπιτοί τε διηνεκέες λιμένες τε, πάνορμοι, πέτραι τ' ἠλίβατοι, καὶ δένδρεα τηλεθόωντα, ὧν ἦν καὶ ἡ προῤῥηθεῖσα ἐλαία. (Vers. 190.) Καὶ ὅρα προαναφώνησιν ταύτην καὶ οἰκονομίαν δὲ τῶν ἐφεξῆς. προεκτίθεται γὰρ ὁ ποιητὴς, ὡς ἡ παρ' αὐτῷ Ἀθηνᾶ, τουτέστιν ἡ ῥητορικὴ κατὰ δεινότητα μέθοδος, ὑποβάλλει αὐτῷ δεῖν εἶναι ἄγνωστόν τε τὸν Ὀδυσσέα τεύξειν ἅπασι καὶ ἕκαστα τῶν ἐν τῷ οἴκῳ δηλοποιηθῆναι αὐτῷ καὶ μὴ πρότερον γνωσθῆναι τινὶ πρινὴ τοὺς μνηστῆρας ἀνελεῖν. τοῦτο γὰρ καὶ παραδοξότερον καὶ πιθανώτερον. διὸ καὶ πλαστέον ἀγνοεῖσθαι αὐτῷ τὴν πατρίδα, ἵνα τὰ ἐφεξῆς εὐμεθόδως πλασθείη δι' ἐμφανείας τῆς Ἀθηνᾶς. ἄλλως δὲ Ἀθηνᾶ ἐνταῦθα ἡ κατὰ τὸν Ὀδυσσέα φρόνησις, ἡ δεόντως ὑποτιθεμένη αὐτῷ μὴ γνωσθῆναι τινὶ τῶν ἁπάντων δίχα γε τῶν ἀποδειχθησομένων ἀναγκαίων, μηδ' αὐτῷ τῷ πατρὶ μηδὲ τῇ γυναικὶ, ἐξ ὧν οὐδὲν ἦν αὐτῷ χρήσιμον εἰς τὸ τοὺς μνηστῆρας κτανεῖν. ἡ δὲ τοιαύτη πολλὴ σύννοια καὶ τὸ ἐπὶ μεγίστοις ἄγαν φροντιστικὸν οὐδὲ ἀφῆκαν τὸν Ὀδυσσέα τὴν πατρίδα γνωρίσαι, καὶ ἄλλως ἤδη δὴν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
