# Commentarii ad Homeri Odysseam 2.48.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.48.1

Ἰθάκης, ἀλλὰ προσεπιτίθησιν αὐξήσει χρώμενος. (Vers. 248.) Σημείωσαι δὲ ὡς ἄλλως ἐνταῦθα ὁ ποιητὴς τὴν Ἀθηνᾶν ποιεῖ ἁπλοϊκώτερον σμικρύνουσαν τὸν τῆς Ἰθάκης ἔπαινον ἐν τῷ εἰπεῖν καὶ εἰς Τροίαν ἱκάνειν τὸ αὐτῆς ὄνομα. οὐδὲν γὰρ μέγα, εἴ περ εἰς Τροίαν μόνην φθάνει. ποιεῖ δὲ Ὅμηρος οὕτω διὰ τὸ ἀφελὲς τοῦ φαινομένου παναπάλου βώτορος νέου, ὃς οὐκ ἂν ἔχοι μέγα τι λαλεῖν, καὶ ἔοικεν ἡ τοιαύτη ἐγκωμιαστικὴ σμικροπρέπεια τῷ εἰς Ὀδυσσέα ἐπαίνῳ τῆς Πηνελόπης εἰπούσης, τὸ τοῦ ἀνδρός που κλέος εἶναι καθ' Ἑλλάδα καὶ Ἄργος. (Vers. 238.) Ἰστέον δὲ ὅτι τὸ οὔτι λίην ἀνώνυμος ἀντὶ τοῦ οὐδόλως νοεῖται ὁμοίως τῷ οὐ πάμπαν. (Vers. 240.) Τὸ δὲ πρὸς ἠῶ καὶ πρὸς ἥλιον, τὴν αὐτὴν ἔχουσιν ἔννοιαν, ὥς περ καὶ τὸ μετόπισθε καὶ τὸ ποτὶ ζόφον. ἔνθα καὶ ὅρα ὡς εὐλόγως ἐπὶ δύσεως τέθεικε τὸ ὀπίσω, ὡς τῆς ἀνατολῆς προσώπου λόγον ἐχούσης, διὰ τὸν ἐκεῖθεν ἀνιόντα ὀφθαλμὸν τῆς ἡμέρας ἥλιον. (Vers. 242.) τὸ δὲ ἤτοι μὲν τρηχεῖα, τὸ τοῦ λέγοντος δηλοῖ φιλάληθες, ὥς περ καὶ τὸ, οὐχ' ἱππήλατος, καὶ τὸ, οὐδὲ λίην λυπρὴ, καὶ τὸ, αὐτὰρ οὐδ' εὐρεῖα, καὶ τὸ μὴ εἰπεῖν δὲ αὐτὴν μηλόβοτον. ἐμφαίνει γάρ τοι ῥητορικώτερον, ὡς εἴ γε μὴ ἐπικρύπτει τὰ ψογερὰ τῆς νήσου, ἀληθεύοι ἂν καὶ ἐπὶ τοῖς κατ' ἐκείνην ἀγαθοῖς. (Vers. 247.) Ἀρδμοὶ δὲ οἱ ἐξ ὑδάτων ἐγχωρίων ποτισμοὶ τῶν ζῴων. καὶ οὕτω μὲν ἡ πλαστὴ Ἀθηνᾶ. (Vers. 250.) Ὀδυσσεὺς δέ, φησι, μείδησε χαίρων ᾗ γαίῃ πατρωΐῃ, τουτέστιν ὅτι ἔγνω τῆς πατρίδος ἐπιβῆναι. ἴσως δὲ χαίρει καὶ τῷ τῆς πατρίδος ἐγκωμίῳ. φύσει γὰρ ἡδέα τὰ τοιαῦτα κατὰ τοὺς παλαιοὺς ῥήτορας. (Vers. 254.) Ὅτι μέλλων ποιήσειν Ὅμηρος τὸν Ὀδυσσέα λαλοῦντα τῇ φαινομένῃ Ἀθηνᾷ προεπισημαίνεται ὡς ψεύσεται, ἵνα λάθοι Ὀδυσσεὺς εἶναι· παρήγγελται γὰρ κρύβδα μηδ' ἀναφανδὰ ἐς τὴν πατρίδα ἱκέσθαι. φησὶ γοῦν ὃ προσαρμόζει παντὶ ψευδομένῳ· οὐδ' ὅ γ' ἀληθέα εἶπε. πάλιν δ' ὅ γε λάζετο μῦθον, ἤγουν πρὸς ψεῦδος ἐλάλησεν. ἀνάπαλιν γὰρ τῆς ἀληθείας τὸ ψεῦδος. δῆλον δὲ ὅτι οὐ μάτην οὕτω ἀλλὰ καιρὸν εὑρὼν ὁ Ὀδυσσεὺς τοῦ ψεύσασθαι λαλεῖ οὐ πρὸς ἀλήθειαν, αἰεὶ ἐν στήθεσι νόον πολυκερδέα νωμῶν. Καὶ ἔστιν ἐνταῦθα παραποιήσαντα εἰπεῖν, ὡς ψεῦδος ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστίν. ἔφη μὲν οὖν καὶ ἐν τοῖς Φαίαξι πολλὰ ψευδῆ ὁ Ὀδυσσεύς. πλὴν ἀλλ' ἐκεῖνα μυθικῆς ἀρχῆς ἐξῆπτο προπεπλασμένης ὑπὸ ἑτέρων, ὁποῖα πρὸς ἄλλοις καὶ τὰ περὶ ἡρώων καὶ ἡρωΐδων. ἐν γάρ τοι τοῖς καθ' ἑαυτὸν ἀληθεύειν ἐδόκει, ἐνταῦθα δὲ καὶ ἔτι ἐν τοῖς πρὸς τὸν Εὔμαιον καὶ ἐν οἷς δὲ διηγήσεται τῇ Πηνελόπῃ καὶ τοῖς μνηστῆρσι περὶ τῶν καθ' ἑαυτὸν, οὐκ ἐκ παλαιῶν μύθων τὰ ψεύσματα ἀλλ' αὐτοῦ Ὀδυσσέως πλάσματα. ὅθεν καὶ τὴν ὅλην ταύτην ποίησιν, ὡς καὶ προείρηταί που, ὕποπτον τέθηκεν ὁ ποιητὴς, ὡς οἷα ψεύδεα λέγων ἐτύμοισιν ὁμοῖα, καὶ πείθων καθὰ καὶ Ὀδυσσεὺς, οὕτω δὴ καὶ αὐτὸς τοὺς ἀκροατὰς οἷς εὐπλάστως λαλεῖ. ἄρχεται δὲ τῶν πρὸς τὴν Ἀθηνᾶν ψευδέων ὁ ποιητὴς οὕτω· πυνθανόμην Ἰθάκης γε καὶ ἐν Κρήτῃ εὐρείῃ τηλοῦ ὕπερ πόντου. νῦν δ' ἦλθον καὶ αὐτὸς χρήμασι σὺν τοῖσδεσσι. λιπὼν δ' ἔτι παισὶ τοσαῦτα φεύγω, (Vers. 259.) ἐπεὶ φίλον, φησὶν, υἱὸν κατέκτανον Ἰδομενῆος, οὗ καὶ ὄνομα πλάττει Ὀρσίλοχον πρὸς πιθανότητα διηγήματος. καὶ ἀρετὴν δὲ αὐτοῦ λέγει τὸ πόδας ὠκὺν εἶναι, ὃ καὶ ἐφερμηνεύων περιφραστικῶς ἐπάγει· ὃς ἐν Κρήτῃ ἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσι. (Vers. 262.) λέγει δὲ καὶ αἰτίαν τοῦ φόνου τὴν ἐκ τοῦ ῥηθέντος Ὀρσιλόχου πολλὴν ἀδικίαν. ὅς, φησιν, ἤθελέ με στερέσαι ληΐδος πάσης Τρωϊάδος. καὶ τρόπον δὲ τοῦ φόνου λέγει τὸ, (Vers. 267.) ἔβαλον χαλκήρεϊ δουρὶ λοχησάμενος. (Vers. 268.) καὶ τόπον ὑποτίθησιν, ἀγρὸν, εἰπὼν ἀνελεῖν τὸν Ὀρσίλοχον κατιόντα ἀγρόθεν ἐγγὺς ὁδοῖο. ἔτι δὲ καὶ καιρόν. (Vers. 269.) νὺξ γάρ, φησι, μάλα δνοφερή. καὶ οὕτω ποιήσας τὸν λόγον πιστόν τε ἅμα καὶ ἐμπερίβολον μέμνηται (Vers. 272.) καὶ Φοινίκων ἀνδρῶν ὡς ἀγαθῶν ἐμπόρων καὶ μὴ θελόντων ἀπατῆσαι. οὓς νῦν μὲν ἀγαυοὺς καλεῖ, ἐν δὲ τοῖς ἑξῆς που τρώκτας ἐρεῖ. καὶ λέγει λίσασθαι μὲν αὐτὸς ἐκείνους καὶ πολλὰ δοῦναι ἐφ' ᾧ Πύλονδε καταστῆσαι τοῦτον καὶ ἐφέσσαι, ὅ ἐστι καθίσαι, ἱδρύσαι, (Vers. 274.) ἢ καὶ εἰς Ἤλιδα δῖαν ὅθι κρατέουσιν Ἐπειοί. ἀλλ' αὐτοὺς μὲν ἐκεῖθεν ἀπώσατό, φησιν, ἄνεμος πόλλ' ἀεκαζομένους, οὐδ' ἤθελον ἐξαπατῆσαι. (Vers. 282.) ἐκεῖθεν δὲ ἐνταῦθα ἐλθόντων, αὐτὸς μὲν κοιμηθῆναι φησὶ, τοὺς δὲ τὰ χρήματα ἐκ νηὸς ἑλόντας καταθεῖναι ἐν ψαμάθοισιν, (Vers. 285.) εἶτα ἐς Σιδονίην εὖ ναιομένην ἀποβῆναι. καὶ τοῦτ' ἦν αἴτιον τοῦ εἰπεῖν ὡς οὐκ ἤθελον οἱ Φοίνικες ἀπατῆσαι, ἵνα δηλαδὴ πιθανεύηται περὶ τῶν χρημάτων, ὡς δῆθεν μὴ θελόντων ἐκείνων κερδῆσαι τὸ ἀλλότριον. ἄλλως γὰρ ἄπορον ἔδοξεν ἂν τῷ φανέντι βώτορι, πῶς ξένος ἀνὴρ ἐν Ἰθάκῃ μετὰ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
