# Commentarii ad Homeri Odysseam 2.49.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.49.1

χρημάτων εὕρηται. Καὶ ὅρα ὅτι καὶ νῦν καθὰ καὶ ἐν ταῖς ἑξῆς ψευδολογίαις Κρῆτα ἑαυτὸν ὁ Ὀδυσσεὺς πλάττει, (Vers. 256.) ἐπιλεξάμενός τε τὸν Κρητικὸν τόπον διὰ τὸ δυσεξέλεγκτον ὡς μακρὰν τῆς Ἰθάκης ὄντα, καὶ ἀφορμὴν προκαταβαλόμενος παροιμίᾳ τῇ λεγούσῃ, Κρῆτες ἀεὶ ψεῦσται. πιθανευόμενος δ' ἐν τούτοις ὁ Ὀδυσσεὺς καὶ ἣν ἔφη ἀδικίαν εἰς αὐτὸν τοῦ ὕστερον φονευθέντος Ὀρσιλόχου λέγει ἐγκοτεῖν αὐτῷ ἐκεῖνον, διότι ἄλλων αὐτὸς ἄρχων ἑταίρων οὐκ ἐθεράπευόν, φησιν, ἐκεῖνον. Ἔνθα σημείωσαι ὡς ἐντεῦθεν θεράπων παρὰ τῷ ποιητῇ, ὃς χαριζόμενός τινι θεραπεύει. Ὅρα δ' ἐν τούτοις καὶ τὸ πυνθανόμην Ἰθάκης, γενικῇ συνταχθὲν καὶ ληφθὲν ἀντὶ τοῦ, ἤκουον περὶ Ἰθάκης. (Vers. 262.) Τὸ δὲ στερέσαι, στερῆσαι κοινῶς λέγεται, ὁμοίως τῷ ποθέσω καὶ ποθήσω, περὶ οὗ προείρηται. (Vers. 274.) Τὸ δὲ Πύλονδε καταστῆσαι, ἀντὶ τοῦ εἰς Πύλον ἀπαγαγεῖν, ὅ περ ἡμεῖς ἀποκαταστῆσαι φαμέν. Ὅτι δὲ Ἠλεῖοι οἱ Ἐπειοὶ, καὶ ἐν ἄλλοις δηλοῦται. (Vers. 275.) Τὸ δὲ ἀπώσατο ἐπὶ ἀνέμου ἐνταῦθα ῥηθὲν τὸν παρὰ τοῖς ὕστερον ὤστην καὶ ἐξώστην παρήγαγεν, (Vers. 276.) ὃς δύναται ὡς εἰκὸς διὰ τὸ ἀπώσατο καὶ ἀπώστης λέγεσθαι. (Vers. 277.) Τὸ δὲ ἀεκαζομένους ἀπὸ ῥήματός ἐστι παράγωγον τοῦ ἀεκάζω πρὸς ὁμοιότητα τοῦ ἀκούω ἀκουάζω, ὃ πρὸ ὀλίγων κεῖται. (Vers. 285.) Τὸ δὲ ἐς Σιδονίην ἑρμηνεύει Σιδονίους εἶναι τοὺς ῥηθέντας Φοίνικας, ἵνα κἀνταῦθα συνήθως τῷ μέρει συνεκφωνοῖτο καὶ τὸ ὅλον. μέρος γὰρ Φοινίκων οἱ Σιδόνιοι, ὡς πολλαχοῦ φαίνεται. Ὅτι δὲ καὶ συστέλλει παρ' Ὁμήρῳ ἡ Σιδὼν τὴν ἐφεξῆς τῶν πλαγίων κλίσιν, ἐν ἄλλοις ἐδηλώθη καὶ αὐτό. καὶ ὡς οἱ μεθ' Ὅμηρον οὐ συστέλλουσιν ἀλλὰ διόλου φυλάττουσι τὸ ω τῆς εὐθείας πανταχοῦ, συστέλλοντες καὶ τὴν ἄρχουσαν, καὶ ταῦτα τοῦ ποιητοῦ ἐκτείνοντος αὐτήν. Ἡρῳδιανὸς δὲ λέγει ὅτι τὸ Σιδῶνος γραφόμενον, ὡς Ἀντρῶνος Πλευρῶνος, μετέπεσε παρ' Ὁμήρῳ, συναπενεχθὲν τοῖς εἰς δων λήγουσι ῥηματικοῖς, ἤγουν τῷ ἀλγηδόνος ἀηδόνος. (Vers. 259.) Ἐν δὲ τῷ ῥηθέντι χωρίῳ, γράφουσιν οἱ παλαιοὶ, ὅτι πιθανῶς ὁ σοφὸς Ὀδυσσεὺς πρὸς τὸν φαινόμενον Ἰθακήσιον παῖδα πλάττοι ἀνῃρηκέναι υἱὸν Ἰδομενέος τοῦ φιλουμένου τῷ Ὀδυσσεῖ, ὡς ἂν αὐτὸν πρόσωνταί, φασι, δι' αὐτοῦ οἱ μνηστῆρες ἤτοι προσδέξωνται ὡς ἐχθρὸν τοῦ Ἰδομενέως, ὃν Ὀδυσσεὺς ἐφίλει. φιλοῖτο γὰρ ἂν πάντως ὑπὸ τῶν μνηστήρων ὁ τῷ φίλῳ τοῦ Ὀδυσσέως ἐχθρός. (Vers. 258.) Υἱοὺς δέ, φασιν, ἐν Κρήτῃ ἔχειν λέγει, ἐκφοβῶν ὡς εἴ τι καὶ πάθοι ἐν Ἰθάκῃ κακὸν, ἕξει τοὺς τιμωρήσαντας. καὶ τὸν Ὀρσίλοχον δὲ (Vers. 262.) ἀνελεῖν λέγει διὰ στέρησιν τῆς λείας, δεικνὺς ὡς ἀμυντικὸς ὢν οὐδὲ νῦν παραχωρήσει τοῖς ἐν Ἰθάκῃ ἀναιμωτὶ στερῆσαι αὐτὸν ὧν ἔχει χρημάτων. (Vers. 272.) τοὺς Φοίνικας δὲ ἐπαινεῖ, διδάσκων μὴ δεῖν ἀδικηθῆναι μηδὲ ὑπὸ τῶν κατὰ τὴν Ἰθάκην, εἴ γε καὶ εἰ φιλοκερδεῖς Φοίνικες αὐτοῦ ἐφείσαντο. (Vers. 261.) Ἔτι ἰστέον καὶ ὅτι ἐν τῇ ῥηθείσῃ ψευδοδιηγήσει κεῖνται τινὰ χρήσιμα εἰς πεζολογίας παραπλοκὴν, οἷον τὸ μὲν πόδας ὠκὺν ὃς ἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσιν, ἔπαινος ἀνδρὸς ποδώκεος. (Vers. 262.) Τὸ δὲ στερέσαι με ληΐδος ἤθελε πάσης, τῆς εἵνεκα ἐγὼ πάθον ἄλγεα θυμῷ, ἀνδρῶν τε πολέμους ἀλεγεινά τε κύματα πείρων, οὕνεκα οὐ χαριζόμενος θεράπευον, ἄνδρα καθυπογράφει ἀδικούμενον διὰ τὸ μὴ ἐθέλειν ζῆν κολακικῶς. (Vers. 269.) Τὸ δὲ νὺξ δὲ μάλα δνοφερὴ κάτεχεν οὐρανὸν, οὐδέ τις ἡμέας ἀνθρώπων ἐνόησε, λάθον δέ ἑ θυμὸν ἀπούρας, νύκτερον λαθραῖον φόνον δηλοῖ. (Vers. 279.) Τὸ δὲ κεῖθεν δὲ πλαγχθέντες ἱκάνομεν ἐνθάδε νυκτὸς, σπουδῇ δ' ἐς λιμένα προερύσσαμεν ἢ μάλιστα προερέσσαμεν, οὐδέ τις ἡμῖν δόρπου μνῆστις ἔην μάλα περ χατέουσιν ἑλέσθαι, ὅ ἐστι πεινῶσι περιφραστικῶς, (Vers. 280.) ἀλλ' αὕτως ἀποβάντες ἐκείμεθα, νυκτερινὸν κατάπλουν φράζει πάνυ καματηρόν. (Vers. 281.) Τὸ δὲ, ἔνθ' ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθεν κεκμηότα, ὑπνοῦντι ἁρμόζει τινὶ μετὰ κάματον. (Vers. 282.) Ἀρχαϊκὸν δὲ τὸ, ἐμὲ γλυκὺς ὕπνος ἐπῆλθεν. οἱ γὰρ μεθ' Ὅμηρον ἐπῆλθέ μοι φασίν. (Vers. 280.) Ἐν τούτοις δὲ σημείωσαι τὸ μνῆστις πλεονασμὸν ἔχον τοῦ σίγμα, οὐ γὰρ ὡς ἐκ τοῦ λέλησται ἡ λῆστις, οὕτω καὶ ἐκ τοῦ μέμνησται μνῆστις, ἀλλ' ἐκ τοῦ μέμνηται. (Vers. 287.) Ὅτι Ὀδυσσέως ψευσαμένου, ὡς ἐῤῥέθη πιθανῶς πρὸς τὸν φαινόμενον νεανίαν ἐν Ἰθάκῃ ὃς ἦν ἡ Ἀθηνᾶ, πρῶτα μὲν μείδησεν ἀφελῶς καὶ αὐτὴ καθὰ πρὸ αὐτῆς Ὀδυσσεύς. (Vers. 288.) εἶτα δέμας εἰκασθεῖσα γυναικὶ καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα εἰδυίῃ, ὁποῖαν κατὰ τὸ εἰκὸς ἔδει φαντασθῆναι τὴν θήλειαν θεὰν Ἀθηνᾶν, χειρί τέ μιν κατέρεξε καὶ προσέφη· κερδαλέος ἂν εἴη καὶ, ἐπίκλοπος ὅς σε παρέλθῃ ἐν πάντεσσι δόλοισι, καὶ εἰ θεὸς ἀντιάσειε, σχέτλιε, ποικιλομῆτα, (Vers. 293.) δόλων αἶτε, ὅ ἐστιν ἄατε, ἀκόρεστε, ὡς καὶ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
