# Commentarii ad Homeri Odysseam 2.51.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.51.1

τὸ πλῆρες ἀνατλῆναι, ὡς δεδήλωται ἀλλαχοῦ. (Vers. 312.) Ὅτι πολυγνώμονι καὶ δυσκατανοήτῳ ἀνδρὶ καὶ γυναικὶ ἐπιλεχθήσεται τὸ, ἀργαλέον σε γνῶναι βροτῷ ἀντιάσαντι, καὶ μάλ' ἐπισταμένῳ. σὲ γὰρ αὐτὸν παντὶ ἐΐσκεις. (Vers. 314.) λήθην δὲ φιλίας δηλοῖ τὸ, τοῦτο δ' ἐγὼν εὖ οἶδ' ὅτι μοι πάρος ἤπιος ἦσθα ἕως τοῦ δεῖνος καιροῦ. μετ' αὐτὸν δὲ, οὔ σε ἔτι ἔπειτα ἴδον οὐδ' ἐνόησα ἐλθόντα ὅπως τί μοι ἄλγος ἀλάλκοις, ἀλλ' αἰεὶ φρεσὶν ᾗσιν ἔχων δεδαϊγμένον ἦτορ ἠλώμην, εἵως με θεὸς (Vers. 321.) κακότητος ἔλυσε. βοήθειαν δέ τινα δηλοῖ τὸ, θάρσυνάς τ' ἐπέεσσι καὶ ἐς πόλιν ἤγαγες. (Vers. 324.) ἱκετευτικὸν δὲ τὸ, νῦν δέ σε πρὸς πατρὸς γουνάζομαι. (Vers. 326.) ἀπάτης δὲ ὑποψία τὸ, σὲ δὲ κερτομέοντα ὀΐω ταῦτ' ἀγορευέμεναι ἵν' ἐμὰς φρένας ἠπεροπεύσῃς. Ὀδυσσεὺς δὲ ταῦτα φησὶν ὑποπτεύων τοὺς τῆς Ἀθηνᾶς λόγους μὴ καὶ αὕτη ψεύδηται κατ' αὐτόν. (Vers. 330.) αὐτὴ δὲ ἀποδεξαμένη τῆς στεῤῥότητος τὸν Ὀδυσσέα φησὶν ἔπαινον σταθεροῦ ἀνδρὸς τοιόνδε· αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα, τῷ σε καὶ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα, οὕνεκα ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων. (Vers. 332.) ἔστι δὲ ἐπητὴς ἢ ὁ λόγιος παρὰ τὸ ἔπος ἢ ὁ χαίρων τῇ ἀληθείᾳ παρὰ τὴν ἐπὶ πρόθεσιν καὶ τὸ ἐτέον. ὀξύνεται δέ, φασιν, ἡ λέξις παρὰ τοῖς παλαιοτέροις. οἱ δὲ ὕστερον παροξύνουσιν αὐτὸ, λέγοντες ἐπήτην τὸν φρόνιμον. ἀγχίνους δὲ διαφέρει ἐχέφρονος, ὡς καὶ ἀγχίνοια φρονήσεως. ἡ μὲν γὰρ σκέψις ἐστὶ τοῦ δέοντος ἐν βραχεῖ χρόνῳ ἀγχινοοῦσα, τουτέστιν ἐγγὺς καὶ ἐν ὀλιγίστῳ χρόνῳ, ἡ δὲ φρόνησις οὐ τοιαύτη, ἀλλ' ἔχει παράτασιν. (Vers. 333.) ἐπὶ δὲ τούτοις δεικνῦσα ἡ Ἀθηνᾶ ὅπως ὁ Ὀδυσσεὺς ἐχέφρων ἐστὶν, ἐπάγει· ἀσπασίως γάρ κεν ἄλλοις ἀνὴρ ἀλαλήμενος ἐλθὼν ἵεται ἐνὶ μεγάροις ἰδέειν παῖδάς τ' ἄλοχόν τε. σοὶ δ' οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι, (Vers. 336.) πρίν γέ τι σῆς ἀλόχου πειρήσεαι. τοῦτο δὲ Ὀδυσσέως ἔπαινος, εἰ οὕτω στερέμνια φρονεῖ, ὡς μὴ εὐθὺς ἁρπάσαι τὴν τῶν οἰκείων ἐντυχίαν πρινὴ πειράσασθαι ὅπως ἔχουσι περὶ αὐτόν. εἶτα καὶ πληροφορεῖ περὶ τῆς γυναικὸς ὡς ἀγαθὴ περὶ τὸν ἄνδρα ἐστὶν, εἰποῦσα ἐπαινετικῶς, ὅτι αὕτως, τουτέστιν οὕτως ὡς καὶ ἐξ ἀρχῆς, ἧσται ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶ φθινύθουσι νύκτες τε καὶ ἤματα δακρυχεούσῃ. (Vers. 326.) Ὅτι καινόν τι σχῆμα καὶ τὸ, οὐ γὰρ ὀΐω ἥκειν εἰς Ἰθάκην ἀλλὰ ἄλλην γῆν ἀναστρέφομαι. τὸ γὰρ κοινότερον ἀναστρέφεσθαι ἦν. (Vers. 339.) Ὅτι ὅ περ ἄν τις ἠπόρησε πρὸς τὸν ποιητὴν, πῶς δηλαδὴ περιεώρα τὸν Ὀδυσσέα ἡ φίλη Ἀθηνᾶ κακῶς ἐν τῇ δεκαετῇ πλάνῃ πάσχοντα, λύει ἐνταῦθα προποιήσας τὸν Ὀδυσσέα πρὸς τὴν Ἀθηνᾶν ἀπορήσαντα περὶ τούτου αὐτοῦ. καὶ αὐτὴν ἄρτι πλάσας λέγουσαν λυτικῶς, ὡς ᾔδεα μὲν, ὅ ἐστιν ἠπιστάμην, (Vers. 340.) ὅτι νοστήσεις ὀλέσας ἀπὸ πάντας ἑταίρους, καὶ οὔ ποτε ἀπίστεον ταῦτά γε. (Vers. 341.) ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαι πατροκασιγνήτῳ, ὅς τοι χόλον ἢ κότον ἔνθετο θυμῷ, χωόμενος περὶ τοῦ υἱοῦ Κύκλωπος. ἐντεῦθεν Εὐριπίδης ὠφελημένος ποιεῖ τὴν Ἄρτεμιν ἀπολογουμένην τῷ καλῷ Ἱππολύτῳ, αἰτιωμένῳ εἰ παρεῖδεν ἐκείνη αὐτὸν ὀλλύμενον Ἀφροδίτης χόλῳ, καὶ λέγουσαν· οὐδεὶς ἀπαντᾶν βούλεται προθυμίᾳ τῇ τοῦ θέλοντος, ἀλλ' ἀφιστάμεθ' ἀεί. (Vers. 339.) Ὅρα δ' ἐνταῦθα τὸ ἀπιστεῖν ὡς ἐναντίον κείμενον τῷ εἰδέναι. φησὶ γάρ· οὔποτ' ἀπίστεον ἀλλ' ἐνὶ θυμῷ ᾔδεα. (Vers. 345.) Ὅτι ἐπίτροχον εἶδος περιηγήσεως ὡς πρὸς εἰδότα τὸ, Φόρκυνος μὲν ὅδ' ἐστι λιμὴν ἁλίοιο γέροντος, ἥδε δ' ἐπὶ κράτος λιμένος τανύφυλλος ἐλαίη. ἀγχόθι δ' αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδὲς, ἱρὸν νυμφάων, αἳ Νηϊάδες καλέονται. οὗτοι δὲ οἱ δύο στίχοι ἔν τισι τῶν ἀντιγράφων οὐ κεῖνται. τὸ μέντοι ἐφεξῆς ἐν ἅπασι κεῖται· τοῦτο δέ σοι σπέος ἐστὶ κατηρεφὲς, ἔνθα σὺ πολλὰς ἔρδεσκες Νύμφῃσι τεληέσσας ἑκατόμβας. (Vers. 351.) τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταείμενον ὕλῃ, τουτέστι κεκαλυμμένον δένδροις, ἤγουν δασὺ, ἀπὸ τοῦ ἕω τὸ ἐνδύω, ἐξ οὗ ἔνω, ἀφ' οὗ ἐνύω τὸ σκεπάζω, καὶ πλεονασμῷ τοῦ ι, εἰνύω, ὡς τὸ, θριξὶ δὲ νέκυν καταείνυον. (Vers. 345.) περὶ Ἰθάκην δὲ ἡ ῥηθεῖσα ἐπελευστικὴ τοπογραφία, Ἀθηνᾶς περιηγουμένης ταῦτα τῷ Ὀδυσσεῖ, ὅ ἐστι φρονήσεως. γνοὺς γὰρ ἐκ πολλῶν φθασάντων ἀγαθοὺς τοὺς Φαίακας καὶ μηδέ τινος τῶν χρημάτων λειπόμενος, πιστεύει τοῦ λοιποῦ τῆς πατρίδος εἶναι, καὶ ἀνακινήσας τὴν μνήμην περίεισι τὰ ῥηθέντα, οἱονεὶ ὁμιλῶν ἑαυτῷ καὶ λέγων, ὡς οὗτος μὲν ὁ Φόρκυνος λιμὴν, αὕτη δὲ ἐλαία ἱερὰ, ἐκεῖνο δὲ ἄντρον· οὗ καὶ μέμνηται συχνὰ ὁ ποιητὴς ὡς ἐπιτηδείου τῷ Ὀδυσσεῖ ἐναποκρύψαι τὰ χρήματα. καὶ οὕτω τῆς Ἀθηνᾶς ἠέρα σκεδασάσης τὸν τῆς λήθης καὶ τῆς πατρίδος χθονὸς τῷ Ὀδυσσεῖ γνωσθείσης δι' ἀναμνήσεως εὐοδοῦται καθ' ὅμοιον τρόπον τὰ ἐφεξῆς. (Vers. 370.) καὶ Ἀθηνᾶς προη-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
