# Commentarii ad Homeri Odysseam 2.52.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.52.1

γουμένης τῷ ἥρωϊ ἔργων τε καὶ λόγων τά τε χρήματα κρύπτει, αὐτὸς καταθεὶς ἀσφαλῶς, καὶ λίθον ταῖς θύραις ἐπιθεὶς ἤγουν τῇ ὀπῇ τῆς πέτρας διὰ τῆς αὐτῆς Ἀθηνᾶς. καὶ τὸ ἐντεῦθεν ἐκεῖ καθεσθεὶς παρὰ πυθμένα ἐλαίης συμφράζεται τῇ φρονήσει Ἀθηνᾷ οἷα καὶ ἀγχίνους καὶ ἐχέφρων τὰ κατὰ τοὺς μνηστῆρας. (Vers. 375.) καὶ ἡ μὲν ἐρεθίζει αὐτὸν κατ' ἐκείνων, καὶ τὴν βίαν αὐτῶν φράζει καὶ τὸ ποιητέον ὑποτίθησι καὶ παρέσεσθαι ὑπισχνεῖται αὐτῷ κατὰ τῶν μνηστήρων, καὶ ἀλλοιοῖ δὲ τὸ εἶδος αὐτοῦ πρὸς τὸ εἰδεχθέστερον, καὶ σκευάζει πτωχικώτερον χάριν ἐπικρύψεως καὶ συμβουλεύει ἀπελθεῖν πρῶτα εἰς τοὺς κατὰ τὴν νῆσον ἀγροὺς εἰς τὸν καλὸν Εὔμαιον. καὶ Ὀδυσσεὺς ποιεῖ οὕτως, ὡς ἡ φρόνησις δηλαδὴ αὐτῷ νοῆσαι ὑπέβαλε. καὶ οὕτως εὐοδοῦται τὰ ἐφεξῆς. ἐν τούτοις δὲ καὶ ἐπαινῶν ὁ ποιητὴς τὴν μέθοδον τοῦ κρύφα τὸν Ὀδυσσέα ἐλθεῖν εἰς τὰ ἑαυτοῦ (Vers. 383.) ποιεῖ τὸν αὐτὸν Ὀδυσσέα χάριν ὁμολογοῦντα τῇ Ἀθηνᾷ ἐφ' οἷς αὐτῷ ὑπέθετο τὴν τοιαύτην βουλὴν, εἰπὼν οὕτως· ὦ πόποι, ἦ μάλα δὴ Ἀγαμέμνονος φθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον, εἰ μή μοι σὺ ἕκαστα θεὰ κατὰ μοῖραν ἔειπες. καινὸν δὲ οὐδὲν εἰ θεὰν εἶπε τὴν ἑαυτῷ φρόνησιν ὁ καὶ μῆνιν ἄειδε θεὰ εἰπὼν πρὸς τὴν ἐν ἑαυτῷ γνῶσιν, ὡς ἐῤῥέθη ἐκεῖ. οὕτω δὲ καί· ἄνδρα μοι ἔννεπε Μοῦσα, ὅ ἐστιν ἡ κατ' ἐμὲ γνῶσις. καὶ τοιαῦτα μὲν ταῦτα. (Vers. 347.) Τὸ δὲ ῥηθὲν ἱερὸν ἄντρον τῶν Νηΐδων νυμφῶν φαίνεται καὶ ὑδάτων κατάῤῥυτον εἶναι νάμασι, διὸ καὶ νυμφῶν ἱερὸν λέγεται, περὶ ὧν προγέγραπται. δῆλον γὰρ ὡς χαίρουσιν αἱ τῆς ἀλληγορίας νύμφαι τῇ κατὰ γῆν ὑγρότητι. (Vers. 349.) Σπέος δὲ καὶ ἄντρον εἰπεῖν ταυτὸν κατὰ πολυωνυμίαν ἐστὶν ὥς περ καὶ σπήλαιον. Ἐπηρεφὲς δὲ, κοινότερον μὲν, τὸ αὐτόροφον. οἱ δὲ παλαιοὶ γράφουσι καὶ τὸ χθαμαλόν. τοῦτο δὲ προϊὼν (Vers. 363.) καὶ θεσπέσιον καλεῖ κατά τι κοινὸν ἴσως ἐπίθετον. διὸ καὶ ἐν τῷ τέλει τοῦ βιβλίου, ἄντρου μνησθεὶς ἐν παραβολῇ, θεσπέσιον ἐκεῖνο καλεῖ. τοῦτο δὲ διὰ τὸ ἐν τοῖς ἄντροις σεμνόν. ἅ περ εἰς κόσμον ἀλληγοροῦνται, ὡς καὶ προείρηται. Ὅρα δ' ἐν τούτοις καὶ ὅπως ἐπέτεμε γοργότατα ὁ ποιητὴς ἐν ὀλιγίστῳ τὰ πρὸ μικροῦ πλατύτερον ἐκφρασθέντα περί τε τοῦ λιμένος καὶ τῶν κατ' αὐτόν. (Vers. 353.) Ὅτι ὥς περ πρὸ ὀλίγων μείδησεν Ὀδυσσεὺς χαίρων ᾗ γαίῃ πατρωΐῃ, οὕτω καὶ νῦν ἀκριβέστατα γνοὺς αὐτὴν γήθησε χαίρων ᾗ γαίῃ. (Vers. 354.) καὶ οὐκ ἔτι ἑρπύζει παρὰ θῖνα θαλάσσης ἀχθόμενος, ἀλλὰ καὶ αὐτὸς ἔκυσε ζείδωρον ἄρουραν ὡς εἰ καὶ φίλην μητέρα. (Vers. 356.) καὶ νύμφαις ἀρᾶται χεῖρας ἀνασχὼν καὶ κατὰ ἠθοποιΐαν πλάττεται λέγων οὕτω· νύμφαι Νηϊάδες κοῦραι Διὸς, τουτέστι ἀέρος, ὡς ἡ ἀλληγορία ἐδήλωσεν, οὔ ποτ' ἔγωγε ὄψεσθαι ὑμᾶς ἐφάμην. νῦν δ' εὐχωλῇς ἀγανῇσι χαίρετε. ἀτὰρ καὶ δῶρα διδώσομεν ὡς τὸ πάρος περ, αἴ κεν ἐᾷ πρόφρων με θεὸς αὐτόν τε ζώειν καί μοι φίλον υἱὸν ἀέξῃ. ταῦτα δὲ παρῳδηθέντα ποτὲ προσαρμόσει βιωτικῷ ἀνδρὶ σεσωσμένῳ ἀπὸ κακοῦ. (Vers. 358.) Τὸ δὲ διδώσομεν πρωτότυπόν ἐστι τοῦ δίδωμι. δῆλον γὰρ ὡς ἐκ τοῦ διδῶ διδώσω τὸ δίδωμι. (Vers. 362.) Ὅτι θαρσοποιὸν κἀνταῦθα τὸ, θάρσει, μηδέ τι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων. (Vers. 363.) Ὅτι ὁ τέως μὲν σχάζων τὴν χρηματικὴν φροντίδα, ἐθέλων δὲ πρῶτον σκέψασθαι, εἴποι ἂν τὸ, ἀλλὰ χρήματα μὲν θείομεν αὐτίκα νῦν μυχῷ ἄντρου θεσπεσίοιο ἢ ἁπλῶς τόπου τινὸς αὐτίκα νῦν, ἵνα περ τάδε τοι σόα μίμνῃ, αὐτοὶ δὲ (Vers. 365.) φραζώμεθα ὅπως ὄχ' ἄριστα γένηται. Μετακομιδὴν δὲ ἀσφαλιστικὴν χρημάτων φράζει τὸ, ἐφόρει χρυσὸν καὶ ἀτειρέα χαλκὸν, εἵματά τ' εὐποίητα. καὶ τὰ μὲν εὖ κατέθηκε, (Vers. 370.) λίθον δ' ἐπέθηκε θύρῃσι. λέγει δὲ θύρας, ὡς καὶ προεδηλώθη, τὴν τοῦ σπηλαίου ὀπὴν, πληθύνας τὴν λέξιν πρὸς ἔνδειξιν τῆς κατὰ τὴν μυθικὴν Ἀθηνᾶν ἰσχύος, ᾗ ἀναλόγως μέγαν ἔστι λογίσασθαι τὸν λίθον τὸν ταῖς τοιαύταις θύραις ἐπιτιθέμενον. (Vers. 369.) Ὅρα δὲ τὸ, εἵματα εὐποίητα, ὡς χρήσιμον εἰς τὸ, ἐσθῆτα ὑφαντήν. δῆλον γὰρ ὅτι καὶ ἐκείνη ἐΰφαντος, ὡς καὶ προεδηλώθη, κατὰ τὰ νῦν εὐποίητα εἵματα. Τὸ δὲ ἵνα περ τάδε τοι σόα μίμνῃ, οὐκ ἀναγκαίως ἀντὶ τοῦ ἔνθα μένει νοηθείη ἂν, ἀλλὰ μᾶλλον ἀντὶ τοῦ, ὅπως μένῃ φυλαττόμενα. (Vers. 372.) Ὅτι ἱερὰν τὴν προῤῥηθεῖσαν ἐλαίαν λέγει καὶ δι' ἄλλας μὲν αἰτίας, μάλιστα δὲ διὰ τὸ μυθικῶς, καθὰ καὶ ἀλλαχοῦ ἐδηλώθη, ἀνιερῶσθαι αὐτὴν τῇ Ἀθηνᾷ. διὸ καὶ τόπος ἐνταῦθα βουλῆς ὁ πυθμὴν αὐτῆς γίνεται, ὅτε Ὀδυσσεὺς τῇ Ἀθηνᾷ συμφράζεται προεκθετικῷ λόγῳ περὶ τῶν ἐφεξῆς. εἰ δὲ ἀκολούθως τῇ ἐν Ἀθήναις ἱερᾷ ἐλαίᾳ καὶ ἡ ἐν Ἰθάκῃ πέπλασται, οὐκ ἄν τις ἀπισχυρίσαιτο ἀσφαλῶς. (Vers. 378.) Ὅτι καὶ ἐνταῦθα ἕδνα τὰ ἐξ ἀνδρῶν πρὸς γυναῖκα. φησὶ γὰρ ὅτι τρίετες

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
