# Commentarii ad Homeri Odysseam 2.53.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.53.1

ἦσαν οἱ μνηστῆρες μνώμενοι τὴν Πηνελόπην καὶ ἕδνα διδόντες. ὃ δὴ ποιήσουσιν ἐν τοῖς ἐφεξῆς αὐτοὶ καὶ τοῦ Ὀδυσσέως παρόντος καὶ βλέποντος καὶ χαίροντος τῇ συνέσει τῆς γυναικός. (Vers. 386.) Ὅτι παράκλησις ἐπὶ συμμαχίᾳ τὸ, ἀλλ' ἄγε μῆτιν ὕφηνον ὅπως ἀποτίσομαι αὐτούς. πὰρ δέ μοι αὐτὴ στῆθι μένος πολυθαρσὲς ἐνιεῖσα. (Vers. 389.) εἰ δὲ καὶ γενναῖος ὁ δυσωπούμενος, ἁρμόσει καὶ τὰ ἐφεξῆς· αἴ κέ μοι παρασταίης, καί κε τριηκοσίοισιν ἐγὼ ἄνδρεσσι μαχοίμην σὺν σοὶ, ὅτε μοι πρόφρασσα ἐπαρήγοις. (Vers. 393.) εἰ δὲ ὁ παρακληθεὶς ὑπόσχηται οἰκεῖον ἐπαγαγεῖν καὶ τὸ, καὶ λίην τοι ἔγωγε παρέσσομαι οὐδέ με λήσεις, ὁππότε κεν δὴ ταῦτα πενώμεθα, καί τιν' ὀΐω αἵματί τ' ἐγκεφάλῳ τε παλαξέμεν ἄσπετον οὖδας, ἐκ τῆς Ὀδυσσέως δὲ καὶ Ἀθηνᾶς ὁμιλίας ταῦτα εἰσὶ, προεκθετικῶς ῥηθέντα καὶ αὐτὰ περὶ τῶν εἰσέπειτα. (Vers. 390.) Ἰστέον δὲ ὅτι ἐν τῷ, καὶ τριακοσίοις ἂν μαχοίμην σὺν σοὶ, ὑπονοοῦσι τὸν στίχον οἱ παλαιοὶ ὡς μὴ ἔχοντα ὑπερβολὴν, φάμενοι ὡς ἐν τῇ λάμβδα τῆς Ἰλιάδος καὶ Ἀθηνᾶς δίχα πλείοσιν ἢ τριακοσίοις ἀντέστη Ὀδυσσεὺς, τέως μέντοι ὅπως ἂν καὶ ἔχοι ὁ λόγος ἀξιόμαχος ὢν ὁ Ὀδυσσεὺς πρὸς τριακοσίους θαῤῥῶν ἂν τοῖς μνηστῆρσιν ἐπίθοιτο τοῖς μήτε τοσούτοις μήτε ἄγαν στρατιωτικοῖς. καὶ νῦν μὲν πρὸς τριακοσίους εἶπεν ὁ Ὀδυσσεὺς ἀντιστήσεσθαι ἂν ἐπιεικευόμενος, ἐν δὲ τοῖς ἑξῆς πρὸς πεντήκοντα λόχους γενναῖος ἂν ἔσεσθαι ἀκούει πρὸς Ἀθηνᾶς, ὅ ἐστι πρὸς δισχιλίους καὶ ἐπέκεινα. καὶ ἔστιν ἐκεῖνο ὑπερβολὴ, ὡς δέον ὂν, τὸν μὲν Ὀδυσσέα μετριώτερον εἰπεῖν, τὴν δὲ Ἀθηνᾶν ὑπερβολικώτερον διὰ τὸ σεμνόν. (Vers. 388.) Ἐν τούτοις δὲ καὶ ἄλλως περιαυτολογῶν Ὀδυσσεὺς Τροίης ἐλύομέν, φησι, λιπαρὰ κρήδεμνα, λιπαρὰ μὲν λέγων κατὰ τοὺς παλαιοὺς τὰ ἔκδηλα καὶ λαμπρά. εἰκὸς δὲ δηλοῦσθαι οὕτω καὶ τὰ εὐδαίμονά ποτε. Κρήδεμνα δὲ μεταφορικῶς καὶ νῦν τὰς τῶν πύργων στεφάνας καὶ λοιπὰς ἐξοχάς. (Vers. 394.) Τὸ δὲ πενώμεθα ἤδη τὴν Ἀθηνᾶν συνεργοῦσαν τῷ Ὀδυσσεῖ παριστᾷ. Τὸ δὲ ὀΐω ἐπιεικῶς ἡ Ἀθηνᾶ λέγει. οὐ γὰρ ὀΐεται, ὃ λέγει, ἀλλ' ἀκριβῶς οἶδε. μάλιστα δὲ οὐκ ἐπιεικεύεται ἀλλὰ βαρέως λαλεῖ, ὡς καὶ μετ' ὀλίγα ἐρεῖ. (Vers. 395.) Παλάξειν δὲ τὸ ἀναδεύσειν, ὥς φασιν οἱ παλαιοὶ, καὶ φῦραι καὶ μολῦναι. δηλοῖ δὲ περὶ τῆς τοιαύτης λέξεως καὶ ἡ Ἰλιάς. Ἄσπετον δὲ οὖδας περιφραστικῶς τὴν ἤπειρον λέγει, ὅ ἐστι τὴν ἁπλῶς γῆν. ἄλλως γὰρ πῶς ἄσπετος ἡ βραχεῖα καὶ εὐπερίγραπτος καθ' ἣν οἱ μνηστῆρες πεσοῦνται; οἱ δὲ παλαιοὶ λέγουσι περὶ τῆς ἐνταῦθα τοῦ Ὀδυσσέως βουλῆς δι' ἧς χερσὶν ὀλίγαις ἐπιθήσεσθαι τοῖς μνηστῆρσι μελετᾷ, ὅτι οὐκ ἠθέλησέ ποθεν συμμαχίαν λαβεῖν, ἐπειδὴ τοῖς μὲν πολίταις οὐ προέθετο πολεμήσειν, ὡς μηδὲν αἰτίοις, οἷα καὶ μαθὼν ἐν Ἅιδου φυλάττεσθαι τὰς βασιλικὰς τιμὰς τῷ υἱῷ. οἱ δὲ μνηστῆρες καὶ δίχα συμμαχίας εὐεπιχείρητοί εἰσιν, εἴ περ Ὀδυσσεὺς καὶ μόνος πρὸς τριακοσίους ἢ καὶ πρὸς λόχους ὅλους πολλοὺς ἀντίμαχός ἐστιν ἀξιόμαχος σὺν Ἀθηνᾷ, τουτέστι μετὰ καὶ φρονήσεως, καθ' ἣν καὶ μάλιστα τῶν μνηστήρων περιεγένετο. (Vers. 397.) Ὅτι ἐπεὶ ἔδει τὸν Ὀδυσσέα μὴ λαμπρὰ φοροῦντα μηδὲ φαιδρῷ προσώπῳ ἐμφανισθῆναι τοῖς ἑαυτοῦ, εἰκὸς μὲν καὶ ἄλλως τοῦτο ποιηθῆναι πρός γε αὐτοῦ Ὀδυσσέως. ὁ δὲ ποιητὴς κἀνταῦθα τερατῶδές τι ἐθελήσας πλάσασθαι παράγει τὴν μυθικὴν Ἀθηνᾶν λέγουσαν οὕτως· ἀλλ' ἄγε σε ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι. κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι. ξανθὰς δ' ἐκ κεφαλῆς ὀλέσω τρίχας. ἀμφὶ δὲ λαῖφος ἕσσω, ὅ κεν στυγέῃσιν ἰδὼν ἄνθρωπος ἔχοντα, ἢ στυγέει τις ἰδὼν ἄνθρωπον ἔχοντα. κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέ' ἐόντε (Vers. 402.) ὡς ἂν ἀεικέλιος, καὶ διατοῦτο δηλαδὴ ἄγνωστος, πᾶσι μνηστῆρσι φανείης σῇ τ' ἀλόχῳ καὶ παιδὶ, τὸν ἐν μεγάροισιν ἔλιπες. (Vers. 430.) καὶ μετ' ὀλίγα δὲ, ὅτε ἡ Ἀθηνᾶ τοῦτο ποιεῖ, ὁμῶς φράζει ὁ ποιητὴς, πλὴν ὅσον καὶ προστίθησιν ἐκεῖ καὶ παραποιεῖ δέ τινα πρὸς σαφήνειαν. φησὶ γάρ· κάρψε μὲν οἱ χρόα καὶ ἑξῆς τὸν ὅλον στίχον, ξανθὰς δ' ἐκ κεφαλῆς ὄλεσε τρίχας. ἀμφὶ δὲ δέρμα πάντεσσι μελέεσσι παλαιοῦ θῆκε γέροντος. κνύζωσε δέ οἱ ὄσσε καὶ ἐφεξῆς τὸ πᾶν τοῦ στίχου. ἀμφὶ δέ μιν ῥάκος κακὸν βάλεν ἠδὲ χιτῶνα ῥωγαλέα, ῥυπόεντα, κακῷ μεμορυγμένα καπνῷ. ἀμφὶ δέ μιν μέγα δέρμα ταχείης ἕσσ' ἐλάφοιο, ψιλόν. δῶκε δέ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην, πυκνὰ ῥωγαλέην, ἐν δὲ στρόφος ἦεν ἀορτήρ. Ἐν οἷς ὅρα τὴν σκευὴν ἀρχοειδῆ τινὰ οὖσαν ὡσεὶ παράδειγμα τῇ ὕστερον κωμικῇ μεθόδῳ, ἢ πρὸς εὐτέλειαν τὰ σκηνικὰ διεσκεύαζεν, ὡς καὶ ὁ Ἀριστοφάνης δηλοῖ. πολλὴ δὲ ἡ τῆς ἀλλοιώσεως ταύτης τῷ Ὀδυσσεῖ συμβολὴ πρὸς ἃ μέλλει ποιεῖν. οὐ γὰρ ἔχει τι καλὸν ὡς καὶ περιεργασθῆναι, ἀλλὰ κατὰ τὸν ποιητὴν, καὶ στυγεῖται βλεπόμενος. διό περ οὐδ' ἂν πολυπραγμονηθεὶς γνωρισθείη τινί. Ἄγνωστος δὲ γίνεται πᾶσι, δίχα γε τῆς μαίας Εὐρυκλείας.

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
