Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.54.1
Not analysed yet
πλὴν οὐδ' αὐτὴ ἐκ τοῦ εἴδους ἁπλῶς ἀναγνωρίζει τὸν Ὀδυσσέα, ἐκ τῆς κατὰ τὸν μηρὸν δὲ οὐλῆς, ὡς φανήσεται. (Vers. 398.) Κάρψαι δέ ἐστι τὸ ξηράναι καὶ συσπάσαι, ἐκ τοῦ κάρφω. ἀφ' οὗ καὶ τὸ κάρφος. κάρφεται δὲ χροῦς ὁ τοῦ γέροντος, ὡς δηλοῖ τὸ, ἀμφὶ δὲ δέρμα πᾶσι μέλεσσι παλαιοῦ θῆκε γέροντος. ταυτὸν γὰρ εἰπεῖν κάρψε χρόα, καὶ δέρμα γέροντος ἔθετο. ὠνοματοπεποίηται δὲ τὸ κάρφω, ἐξ οὗ καὶ καρφαλέον τὸ ξηρόν. ὡς τὸ, καρφαλέον δ' ἄϋσεν. ἔτι δὲ καὶ τὸ ὑπέρισχνον κατὰ τοὺς παλαιούς. ἐπειδὴ τῷ ὑπερίσχνῳ ξηρότης ἕπεται, ὡς εἶναι αὐτὸν οὕτω καὶ ἀλίβαντα καὶ αὗον μετὰ δασείας Ἀττικῶς. οὕτω δὲ καὶ ὕφαυον διὰ τὸ ἀποφαυάνθαι γήρᾳ, εἴποι ἂν ὁ κωμικός. ὡς δὲ ἐδάσυνον οἱ Ἀττικοὶ τὸ αὕω, καθὰ καὶ τὸ εὕω, ἡ παράδοσις δηλοῖ. τάχα γὰρ ἐκ τοῦ εὕω τροπῇ τοῦ ε εἰς α παρῆγον τὸ αὕω. ἐξ οὗ ἴσως καὶ ἀφαυρὸς ὁ ἀσθενὴς καὶ μὴ διερὸς κατὰ τὸν ποιητὴν εἰπεῖν, ἤγουν ὑγρὸς καὶ ὑγιὴς, ἀλλ' οἷον ξηρός. δοκεῖ δὲ τοῦ κάρφω μέσος παρακείμενος εἶναι κέκαρπα, καὶ ἐξ αὐτοῦ καρπὸς, ὡς οἱ παλαιοί φασι καὶ αὐτό. (Vers. 399.) Περὶ δὲ τοῦ ξανθὰς εἶναι τῷ Ὀδυσσεῖ κόμας ἤδη τὸ δέον προγέγραπται. ὡς δὲ καὶ παρὰ τὸ ξαίνειν ὁ ξανθὸς καὶ ἡ ξανθὴ παρῆχθαι δοκεῖ, ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται, ὁμοίως δὲ καὶ ὡς ἀλλήλοις ἀντιμεταχωροῦσι τὰ ψιλὰ καὶ τὰ δασέα, πλειστάκις. οὕτω γὰρ ἐκ τοῦ σκύτος μὲν ὁ Σκύθης, καὶ ἐκ τοῦ πιεῖν ἅλις ἡ φιάλη, καὶ ἐκ τοῦ ξαντὸς ὁ ξανθός. αὖθις δὲ ἐκ τοῦ ἱστία καὶ ἐφίστιος τὸ ἐπίστιον Ἰωνικῶς, καὶ ἐκ τοῦ κολφαβρὸς, καὶ ὅσα τοιαῦτα. Λαῖφος δὲ πτωχικόν τι ἱμάτιον κατὰ τὸ σπεῖρον. διὸ καὶ καθὰ σπεῖρον λέγεται νηὸς, οὕτω καὶ λαῖφος τὸ ἱστίον διὰ τὸ καὶ τοῦ σπείρου καὶ τοῦ λαίφους ἁδρὸν καὶ ἐπιτήδειον τοῖς πλέουσι. (Vers. 401.) Τὸ δὲ κνυζώσω ἀντὶ τοῦ ῥυσώσω, ἀπρεπεῖς καὶ ῥυσοὺς ποιήσω, ὁποῖοι, φασὶν, οἱ τῶν καθευδόντων ὀφθαλμοί. κατὰ δέ τινας καὶ οἱ τῶν κυνῶν· διὸ καὶ ἐντεῦθεν παρῆχθαι δοκεῖ τὸ κνυζοῦν. ὅθεν καὶ κνυζηθμὸς ἐν τοῖς ἑξῆς ἐπὶ κυνῶν εὑρεθήσεται κείμενος. Ἡρῳδιανὸς δὲ τοῦτο μὲν ἐμφαίνει ἀπὸ τοῦ κνύζειν γενέσθαι, τὸν κνυζηθμὸν δηλαδὴ, τὸ δὲ ἀπὸ κυνῶν εἰπεῖν τὸ κνυζώσω ὀκνεῖ, ἀπίθανον εἰπὼν καὶ δυσκατάστατον περιστᾶν ἐκ τῆς κατὰ κύνας μεταφορᾶς τὸ τῶν ὀφθαλμῶν ἀπρεπές. ὁμοίως ἀπίθανον λέγει καὶ τὸ ἐκ τῆς κονύζης γενέσθαι αὐτὸ ἧς ἡ χρῆσις ἐν τῷ, χαμαιζήλοιο κονύζης. ἐπικρίνει δὲ, ἄμεινον εἶναι Φιλοξένῳ πείθεσθαι, εἰπόντι ὡς παρὰ τὸ κνύω γίνεται, ὃ δηλοῖ τὸ ξύω, Δωρικὸν μὲν ὂν, προφερόμενον δὲ καὶ παρὰ Ἀττικοῖς καὶ Ἴωσιν. οὗ χρῆσις καὶ παρὰ τῷ κωμικῷ ἐν Θεσμοφοριαζούσαις· οὗτος πόθῳ μοὔκνυεν ἕλκων τὴν θύραν, ἤγουν διὰ τὸν πόθον μου ἔξυε τὴν θύραν. καὶ ἀρέσκεται ὥς περ ἑρπύω ἑρπύζω καὶ μύω μύζω τρύω τρύζω, οὕτως εἶναι καὶ κνύω κνύζω, ἐξ οὗ καὶ τὸ κνυζῶ, ὁμοίως τῷ, δίζω διζῶ. καὶ ἄλλως δὲ παρὰ τὸ κνύζα κνυζῶ, ὡς κόρυζα κορυζῶ καὶ ῥίζα ῥιζῶ. ἐκ δὲ τοῦ ῥηθέντος κνύω καὶ κνύμα δακτύλων προφέρει ἐκ τοῦ κωμικοῦ, καὶ κνύος δὲ τὴν φθορὰν κατὰ γένος οὐδέτερον ὁμοίως τῷ, θῶ θύος καὶ φλῶ φλύος παρὰ Ἀρχιλόχῳ ἐπὶ φλυαρίας, φέρων καὶ χρῆσιν ἐκ τοῦ παρὰ Ἡσιόδῳ καταλόγου περὶ τῶν Προιτίδων. καὶ γάρ σφιν κεφαλῇσι κατὰ κνύος αἰνὸν ἔχευεν· ἀλφὸς γὰρ χρόα πάντα κατέσχεν, ἐν δέ νυ χαῖται ἔῤῥεον ἐκ κεφαλέων, ψίλωτο δὲ καλὰ κάρηνα. παράγει δὲ τὸ τοιοῦτον κνύω ἐκ τοῦ κνῶ, ἐξ οὗ καὶ ἡ κόνις, ὡς ἀλλαχοῦ φαίνεται, καὶ τὸ κναίω ἀντὶ τοῦ διαφθείρω, οὗ χρῆσις καὶ παρὰ τῷ κωμικῷ, καὶ τὸ κνίζω ἤγουν ἐξεπιπολῆς καὶ ἰσχνῶς καταξύω, ἀφ' οὗ περ οὐ μόνον ἡ κνῖσα, ὡς καὶ αὐτὸ ἐν ἄλλοις κεῖται, ἀλλὰ καὶ ἡ κνίζα, ὡς σχίζω σχίζα. Ἀνακρέων· κνίζη τις ἤδη καὶ πέπειρα γίνομαι σὴν διὰ μαργοσύνην. ὁμοίως δὲ ἐκ τοῦ κνῶ λέγει καὶ τὸ κνάπτειν γίνεσθαι. ὡς γὰρ ῥῶ ῥάπτω τὸ τὰ διαλελυμένα εἰς ῥῶσιν ἄγω, καὶ βῶ βάπτω τὸ ἐμβιβάζω ποι τὸ ἐνιέμενον, καὶ θῶ θάπτω τὸ ἀποτίθημι εἰς ταφὴν, οὕτω καὶ κνῶ κνάπτω. ἀφ' οὗ κνάφος φυτὸν ἀκανθῶδες. ᾧ τὰ ἄθικτά, φησιν, ἱμάτια ἐπισύροντες κατεργάζονται. τὸ δ' αὐτὸ καὶ γνάπτω. ὅθεν καὶ ὁ κναφεὺς καὶ γναφεὺς ὁ αὐτός. λέγει δὲ καὶ ὅτι τὰ εἰς ζω ῥήματα παραληγόμενα τῷ υ φιλεῖ πως βαρύνεσθαι, οἷον τρύζω, γρύζω, σύζω, κλύζω, ἀτύζω, ὀλοφύζω, ὀτοτύζω. εὑρέθη μέντοι τινὰ καὶ περισπώμενα, ὧν ἔσθ' ὅτε καὶ προκατάρχει ὄνομα, ὡς τὸ κορυζῶ καὶ τὸ φυζῶ, οὗ μέσος παρακείμενος ἐν τῷ, πεφυζότες ἠΰτε νεβροί· καὶ τὸ μυζῶ, ἐξ οὗ τὸ, μεμυζότε μυδαλέω τε παρὰ Ἀντιμάχῳ. ἔτι λέγει καὶ ὅτι τὰ εἰς ζω περισπώμενα τῷ υ παραληγόμενα ὀφείλει τρίτης συζυγίας εἶναι. τοῦτο δὲ ἐλέγχοιτ' ἂν ἐκ τοῦ κνυζηθμοῦ. ἐκεῖνο γὰρ οὐκ ἀπὸ τρίτης γίνεται συζυγίας. ἔτι ὁ αὐτὸς ἑρμηνεύων τὸ κνυζῶσαι ἀντὶ τοῦ διαφθεῖραι κεῖσθαι λέγει. διό, φησιν, ἐπιφέρει Ὅμηρος τὸ, πάρος περικαλλέ' ἐόντε. καὶ οὕτω μὲν Ἡρῳδιανός.