# Commentarii ad Homeri Odysseam 2.55.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.55.1

Ἕτεροι δὲ κνυζῶσαι, φασὶ, τὸ διὰ ψώρας αἰσχῦναι. κνύζα γάρ, φασιν, ἡ ψώρα. Ὄσσε δὲ ὡς μὲν ἀπὸ τοῦ ὄσσω τὸ βλέπω γίνεται, καὶ ὡς κατά τινας μεταπέπλασται ἀπὸ εὐθείας δυϊκῶν τῆς, τὼ ὄσσω, γέγραπται ἀλλαχοῦ. ὁ δὲ Ἡρῳδιανὸς λέγει ὅτι καθάπερ ὁ σκότος καὶ τὸ σκότος ἐν ὁμοίᾳ καταλήξει καὶ ὁ ἔλεγχος καὶ τὸ ἔλεγχος, οὕτω καὶ τὸ ὄσσος. οὗ ὤφειλε τὸ δυϊκὸν γεγενῆσθαι τὼ ὄσσεε, παθὸν δὲ ἀποκοπὴν ἢ συγκοπὴν, ἄδηλον γάρ φησι τὸ πάθος, ἐποίησε τὸ ὄσσε. βαρύνεται δέ, φασιν, οὐ μόνον καθότι Αἰολικὸν δοκεῖ εἶναι, ἀλλὰ καὶ ὅτι τὰ εἰς ος μονογενῆ δισύλλαβα τῷ ο παραληγόμενα ἢ ἐξ αὐτοῦ ἀρχόμενα καὶ ἔχοντα δὶς τὸ αὐτὸ σύμφωνον βαρύνεται, κόννος, ὄῤῥος, κόκκος, κόττος. οὕτως ἄρα καὶ ὄσσος εἴρηται μονογενῆ διὰ τὸ πολλός. μάχεται τῷ κανόνι τὸ, κομμός. θαυμαστὸν δέ, φησιν, οὐδὲν εἴ περ τὰ εἰς ος λήγοντα τῷ ο παραληγόμενα φιλεῖ ἓν ἔχειν σ εἰ μὴ κατὰ πάθος διπλοῦται ὡς τὸ, τόσσος. τοῦτο δὲ μόνον ἔσχε δισσὸν αὐτό. τοιαῦτα δὲ κατὰ τὸν κανόνα τὸ, νόσος καὶ δρόσος. τὸ γὰρ κροσσὸς οὐκ οἶδα, φησὶ, σύνηθες Ἕλλησιν. (Vers. 435.) Ῥωγαλέα δὲ ἱμάτια δηλαδὴ τὰ διεῤῥηγμένα, τροπῇ τοῦ μακροῦ εἰς μακρόν. οὕτω δὲ καὶ πήρη πυκνὰ ῥωγαλέη ἡ πολύσχιστος. γελοία δὲ αὐτὴ, εἴ περ πεποιημένη τηρεῖν τὰ ἐντὸς, ὅθεν καὶ πήρα λέγεται, ἡ δὲ εἰς πυκνὰ διέῤῥηκται. Μεμορυχμένα δὲ ἢ μεμορυγμένα, διχῶς γὰρ φέρεται καθὰ καὶ τὸ, βρεχμὸς καὶ βρέγμα, τὰ μεμολυσμένα καὶ πεφυρμένα κατὰ τοὺς παλαιούς. κρεῖττον δὲ ἠφανισμένα εἰπεῖν, παρὰ τὸν μόρον, ἐξ οὗ τὸ μορύσσω. (Vers. 436.) Μέγα δὲ δέρμα ἐλάφου καὶ ψιλὸν τὸ μὲν ἀναλόγως τῷ ἡρωϊκῷ σώματι, τὸ δὲ πρὸς γελοιασμὸν πλείονα, εἰ μὴ λεοντῆν, εἰ μὴ παρδαλῆν, εἰ μὴ λυκέην φορεῖ, ἀλλὰ ἐλάφου δέρμα καὶ αὐτὸ τριχῶν πενόμενον. (Vers. 437.) Ἐν δὲ τῷ, σκῆπτρον καὶ ἀεικέα πήρην τὸ ἀεικὲς καὶ ἐπὶ τοῦ σκήπτρου νοητέον. οὐ γὰρ βασιλικὸν δή που ἦν ἐκεῖνο, ἀλλὰ πτωχική τις ῥάβδος. Ἀεικὴς δὲ πήρα ἡ μὴ κατὰ τὸ εἰκὸς ἐσκευασμένη διὰ τὸ πυκνὰ ῥωγαλέον. ὃ κωλύει πάντως τὴν πήραν τηρεῖν τὰ βαλλόμενα. τοῦτο δὴ τὸ ἐτυμολογοῦν αὐτήν. παρὰ τὸ τηρεῖν γὰρ ἡ πήρα λέγεται γίνεσθαι. καὶ ἄλλως δὲ διὰ τὴν αὐτὴν αἰτίαν ἀεικὴς πήρα, ἣν οὐκ ἂν εἰκάσοι τις πήρᾳ, καθὰ καὶ ἀεικέλιος Ὀδυσσεὺς ἐῤῥέθη φανῆναι τοῖς μνηστῆρσιν, ἀντὶ τοῦ μὴ ἂν πρὸς Ὀδυσσέα εἰκασθησόμενος. διχῶς δέ, φασιν, ἡ πήρα. λέγεται γὰρ οὕτω καὶ ὃ φέρουσιν οἱ ποιμένες ἐπ' ὤμων καὶ ἰατρικὸν δέ τι ἐγχειρίδιον. (Vers. 438.) Στρόφος δὲ, σχοινίον ἐστραμμένον ἤτοι κλωστὸν, ἢ καὶ ἱμὰς τοιοῦτος, ὑφ' οὗ ἀείρεται ἤτοι βαστάζεται καὶ κουφίζεται πήρα. διὸ καὶ ἀορτὴρ λέγεται. οὕτω δὲ καὶ τελαμών τις λέγεται ἀσπίδος ἀορτήρ. ὅτι δὲ στρόφος οὐ μόνον ὁ ποιητικὸς, ἀλλὰ καί τι νόσημα ζωϊκὸν, δηλοῖ καὶ ὁ κωμικὸς ἐν τῷ, στρόφος μ' ἔχει, ὦ ἄνερ, καὶ ὀδύνη τὴν γαστέρα. δῆλον δὲ καὶ ὡς ἐκ τοῦ στρόφος ἡ στροφὴ, κατὰ τὸ, χόλος χολὴ καὶ τὰ ὅμοια. (Vers. 404.) Ὅτι τὸν συβώτην καὶ ὑῶν ἐπίουρον λέγει καὶ σύεσσι παρήμενον περιφραστικώτερον, προϊὼν δὲ καὶ ὑφορβόν. δῆλον δὲ, ὡς πλεονασμὸν προθέσεως ἔχει, καθὰ πρὸ ὀλίγων ὁ ἐπιβώτωρ, (Vers. 405.) οὕτω καὶ νῦν ὁ ἐπίουρος. περὶ Εὐμαίου δὲ ὁ λόγος, ὃν συνιστῶν ὁ ποιητὴς ὡς ἀγαθὸν οἰκέτην φησὶν αὐτὸν ἤπια τοῖς δεσπόταις εἰδέναι, Τηλέμαχόν τε φιλεῖν καὶ ἐχέφρονα Πηνελόπειαν, καθὰ καὶ Ὀδυσσεὺς ἂν αὐτοὺς φιλοίη. φησὶ γάρ· ὁμῶς δέ τοι ἤπια οἶδεν, ἤγουν ὁμοίως σοὶ τῷ Ὀδυσσεῖ ἤπιός ἐστι πρὸς τοὺς σούς. πολλὰ δὲ καὶ ἐν τοῖς ἐφεξῆς δείγματα τῆς αὐτοῦ πρὸς τοὺς δεσπότας εὐνοίας. διό περ εἰκότως καὶ ἐφιλεῖτο καὶ φιληθήσεται. (Vers. 408.) Ὅτι τόπους περὶ τὴν Ἰθάκην ἱστορεῖ, Κόρακος πέτραν καὶ κρήνην Ἀρέθουσαν, ἔνθα τὰ βασιλικὰ συβόσια. φησὶ γὰρ ὅτι αἱ δὲ σύες νέμονται πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ, ἔσθουσαι βάλανον μονοεικέα καὶ μέλαν ὕδωρ πίνουσαι, τά θ' ὕεσσι τρέφει τεθαλυῖαν ἀλοιφήν. ὑφὲν δὲ τίθεται ἐν τῷ, Κόρακος πέτρῃ, ὡς κύριον γάρ που εἴρηται, καθὰ καὶ τὸ, μεγάλη πόλις ἡ ἐν Ἀρκαδίᾳ. Κόραξ δὲ οὗτος ἦν ἐγχώριος ἀνὴρ, υἱὸς Ἀρεθούσης γυναικὸς ἐκ τῶν ἐκεῖ· ὃς διώκων λαγωὸν ἐν Ἰθάκῃ κατὰ κρημνοῦ ἠνέχθη καὶ τέθνηκεν. ἡ δὲ μήτηρ διὰ λύπην ἐλθοῦσα ἐπί τινα κρήνην ἀπήγξατο. ἐντεῦθεν ἀπὸ μὲν τῆς μητρὸς Ἀρέθουσα κρήνη ἐκεῖ, ἀπὸ δὲ τοῦ υἱοῦ Κόρακος πέτρα, ἧς ὁ ἐντόπιος Κορακοπετρίτης, ὡς τῆς ῥηθείσης μεγάλης πόλεως Μεγαλοπολίτης. ἔστι δέ, φασιν, Ἀρέθουσα καὶ ἐν Σμύρνῃ καὶ ἐν Χαλκίδι τῇ κατὰ Εὔβοιαν καὶ ἐν Συρακούσαις, ἣ καὶ μάλιστα ἐν ἱστορίαις τεθρύληται, ἧς λέγεται καὶ τὸν Ἀλφειὸν ἐρᾶν καὶ τὸ ἐκ Πελοποννήσου τέμνοντα ἕως καὶ εἰς Σικελίαν πέλαγος παρ' ἐκείνην φοιτᾶν, γλυκὺν ἐραστὴν ἁλμυρῷ θαλάσσης ὕδατι ἀμιγὲς τὸ ῥεῖθρον φυλάσσοντα. ἱστορεῖ δὲ μιᾶς τούτων ἀποτυφλωθῆναι σεισμῷ τὰς πηγὰς

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
