# Commentarii ad Homeri Odysseam 2.56.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.56.1

ὁ γεωγράφος, αἳ συχναῖς, φησὶν, ἡμέραις ὕστερον κατ' ἄλλο στόμιον ἀνέβλυσαν. Ἰστέον δὲ ὡς Ὅμηρος μὲν τοιαύτην οἶδε Κορακοσπέτραν. ἴσως δὲ ἐκ τοιούτου τινὸς καὶ τὸ ἐν Κιλικίᾳ ὠνόμασται Κορακήσιον. ἐξ αὐτοῦ δὲ τὸ, εἰς κόρακας, καθά φασιν οἱ παλαιοὶ, ὡς ἀπὸ τῶν οἰκούντων τὸ τοιοῦτον Κιλίκιον Κορακήσιον πονηρῶν ὡς εἰκὸς ὄντων. τινὲς μέντοι τὸ ἐς κόρακας, ἀντὶ τοῦ, εἰς κακὰ ὄρνεα, ὅμοιόν φασι τῷ, εἰς αἶγας ἀγρίας. Παυσανίας δέ φησιν ὅτι Βοιωτοῖς ἔχρησεν ὁ θεὸς, ἔνθα λευκοὶ κόρακες αὐτοῖς ὀφθῶσιν, ἐκεῖ κατοικεῖν. ἰδόντες οὖν, φησὶ, κόρακας πετομένους περὶ τὸν Παγασιτικὸν κόλπον, οὓς ἄκακοι παῖδες ἐγύψωσαν, ᾤκησαν ἐκεῖ, καλέσαντες τὸ χωρίον Κόρακας. ὕστερον δὲ Αἰολεῖς ἐκβαλόντες αὐτοὺς ἔπεμπον ἐκεῖ τοὺς φυγαδευομένους. ὁ δ' αὐτὸς λέγει καὶ ὅτι Ἀριστοτέλης ἱστορεῖ λοιμοῦ κατασχόντος καὶ κοράκων πολλῶν γενομένων τοὺς ἀνθρώπους θηρεύοντας αὐτοὺς καὶ περικαθαίροντας ἐπαοιδαῖς ἀφιέναι ζῶντας, καὶ ἐπιλέγειν τῷ λοιμῷ, φεῦγ' ἐς κόρακας. ὁ δὲ Αἴσωπος πλάττει μυθικῶς κολοιὸν μέγαν, νομίσαντα τοῖς κόραξιν ἐξισοῦσθαι, προσμίξαι αὐτοῖς, ἡττηθέντα δὲ ὑποστρέψαι πάλιν εἰς τοὺς κολοιούς. τοὺς δὲ ἀγανακτήσαντας παίειν αὐτὸν καὶ βοᾶν, φεῦγ' ἐς κόρακας. Ἀριστείδης δὲ ἀποδίδωσι διὰ τὸ ἐν τραχέσι τόποις καὶ κρημνώδεσι τοὺς κόρακας νεοσσοποιεῖσθαι λέγειν ἡμᾶς φεῦγ' ἐς κόρακας, ὅ ἐστιν εἰς ἀποκρήμνους τόπους καὶ εἰς φθοράν. δῆλον δὲ ὅτι πολλοὶ τόποι ἀπὸ ζῴων ἐκαλοῦντο, ὡς καὶ ἡ Λεοντάρνη, καὶ ἡ Λεοντόπολις, καὶ ἡ Βουκεφάλα καὶ τὸ Κυνόσαργες γυμνάσιον ἔξω τοῦ ἄστεος Ἀθήνῃσιν. ὅ τινες Κυνοσαργὲς ὀξυτόνως προέφερον ὁμοίως τῷ περικαλλές· κρατεῖ δὲ ὅμως ἡ τοῦ προπαροξυτόνου ἀνάγνωσις, ὡς δηλοῖ τὸ, ἐν Κυνοσάργει. οὕτω δὲ καὶ ἐν Ἄργει Κυνάδρα κρήνη, ἐξ ἧς ἔπινον οἱ ἐλευθερούμενοι. ὅθεν τὸ ἐν Κυνάδρᾳ ἐλευθέριον ὕδωρ παροιμιακῶς ἐπὶ τῆς κατ' ἐλευθερίαν ζωῆς. ἐκλήθη δὲ οὕτως ἡ ῥηθεῖσα κρήνη διὰ τὸ κύνα, φασὶ, ταύτῃ, τουτέστιν ἐκεῖ, διαδράναι, ὥς περ καὶ Κυνόσαργες ἀπὸ κυνὸς ἀργοῦ, ὅ ἐστι λευκοῦ, κρέας ἐκ θυσίας ἁρπάσαντος καὶ ἀπαγόντος ἐκεῖ. Ἰστέον δὲ καὶ ὅτι ὥς περ τόποι γῆς, οὕτω καὶ νῆες ἐκληρώσαντό τινα μέρη παρώνυμα ζῴων. οὕτω συὸς τόπος παροιμιωδῶς, ἐπεί περ τὰ Σάμια πλοῖα συὸς εἶχε τύπον ἐν ταῖς πρώραις. ἐντεῦθεν ὁ Λουκιανὸς καὶ ἕτεροι χηνίσκον λέγουσι νηὸς τύπωμά τι χηνὸς παράσημον ἐν ναυσίν. ἐντεῦθεν δὲ καὶ τὸ παρὰ Λυκόφρονι ταυρόμορφον πλοίου τύπωμα. καὶ τοιαῦτα μὲν ταῦτα. (Vers. 409.) Περὶ δὲ βαλάνου καὶ ὡς πιαίνει σύας αὕτη, προδεδήλωται. (Vers. 411.) Ὅτι προεκτιθέμενος ὁ ποιητὴς τὴν διάθεσιν τῆς ἐφεξῆς ἱστορίας πλάττει τὴν Ἀθηνᾶν παραγγέλλουσαν τῷ Ὀδυσσεῖ τοῖς ἀγροῖς παραμένειν καὶ πάντα ἐξερέεσθαι ὄφρ' ἂν αὐτὴ ἐπανακαλέσεται ἐκ Σπάρτης τὸν Τηλέμαχον καὶ συμμίξῃ τῷ πατρί. ὃ πάνυ ἀναγκαῖον τῇ ποιήσει ἐστὶν, ὡς ἐν τοῖς ἑξῆς φανεῖται. (Vers. 412.) Ὅτι καλλιγύναικα τὴν Σπάρτην κἀνταῦθα λέγει διὰ τὴν Ἑλένην, (Vers. 414) καὶ Λακεδαίμονα δὲ εὐρύχορον. (Vers. 415.) ἑρμηνεύει δὲ καὶ τὸ ἐν τοῖς φθάσασί που γραφὲν περὶ Τηλεμάχου ἠδ' ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν, ὃ διττὴν ἔχον ἐκεῖ ἔννοιαν συγκροτεῖται ἐκ τῶν ἐνταῦθα. ἢ γὰρ λέγει ἐκεῖ ὅτι ἄπεισιν ὁ Τηλέμαχος πευσόμενος περὶ τοῦ πατρὸς ὅπου κλέος ἤγουν φήμη ἔχει αὐτὸν εἶναι καὶ διατρίβειν, καί φησι κἀνταῦθα ὁμοίως ἡ τοῦ μύθου Ἀθηνᾶ, ὅτι ᾤχετο Τηλέμαχος πευσόμενος μετὰ σὸν κλέος εἴ που ἔτι εἴης· ἢ δηλοῖ ἄλλως ἐκεῖνο, ὅτι ᾤχετο γνωσόμενος περὶ τοῦ πατρὸς ὁ Τηλέμαχος, ἵνα κλέος αὐτὸν ἤγουν τὸν Τηλέμαχον ἔχῃ, τουτέστι τιμὴ, ὡς φιλοπάτορα ὄντα. καὶ λέγει καὶ ἐνταῦθα (Vers. 422.) πάλιν μετ' ὀλίγα ἡ αὐτὴ Ἀθηνᾶ, ὅτι αὐτή μιν πόμπευον, ἵνα κλέος ἐσθλὸν ἄροιτο κεῖσε ἐλθών. Ἔνθα ὅρα τὸ πόμπευον, ἐξ οὗ ὁ πομπεὺς, ὡς ἡγεμονεὺς ἐκ τοῦ ἡγεμονεύω, καὶ ἡνιοχεὺς ἐκ τοῦ ἡνιοχεύω. (Vers. 418.) ἐν τούτοις δὲ καὶ τὴν τῶν πολλῶν ἀπορίαν λύει τὴν ὡς εἰκὸς λέγουσαν· τί δή ποτε Τηλέμαχος ἀποδημεῖ ἔξω καιροῦ; ἢ ἵνα που κἀκεῖνος ἀλώμενος ἄλγεα πάσχῃ πόντον ἐπ' ἀτρύγετον, βίοτον δέ οἱ ἄλλοι ἔδωσι; λύουσα γὰρ τῷ Ὀδυσσεῖ τοῦτο ἡ Ἀθηνᾶ φησὶν, ὡς οὔ τινα ἔχει πόνον, ἀλλὰ ἕκηλος ἧσται ἐν Μενελάου δόμοις, (Vers. 424.) παρὰ δ' ἄσπετα κεῖται, ἤγουν παρατέθειται αὐτῷ πολλὰ εἰς τρυφὴν, καὶ θεοῦ πέμποντος κλέος ἐσθλὸν αἴρεται εἶτα καὶ προαναφωνουμένη τὸ μέλλον φησὶν ὡς λοχῶσι μὲν αὐτὸν οἱ μνηστῆρες ἱέμενοι κτεῖναι, ἀλλὰ τά γ' οὐκ ὀΐω, πρὶν καί τινα γαῖα καθέξει. βαρέως δὲ καὶ νῦν εἴρηται τὸ οὐκ ὀΐω, ἤτοι οὐ νομίζω. ἄλλως γὰρ οὐκ ἂν ἀγνοεῖν λέγοιτο ἡ Ἀθηνᾶ. (Vers. 427.) Τὸ δὲ, πρὶν καί τινα γαῖα καθέξει, περιφραστικῶς ἀντὶ τοῦ, πρὶν τεθνήξεταί τις. παραπέφρασται δὲ αὐτὸ ἐκ τοῦ πρὸ ὀλίγων ῥηθέντος, καί τινα ὀΐω αἵματί τε

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
