# Commentarii ad Homeri Odysseam 2.59.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.59.1

Ὅμηρος, ὁποῖος τῷ Ὀδυσσεῖ ὁ δοῦλος ἦν, πλάττει αὐτὸν μνησθέντα ἐκείνου περιπαθῶς ἐν τῷ εἰπεῖν, καὶ δ' ἐμοὶ ἄλλα θεοὶ δόσαν ἄλγεά τε στοναχάς τε. ἀντιθέου γὰρ ἄνακτος ὀδυρόμενος καὶ ἀχεύων ἧμαι, ἄλλοισι δὲ σύας σιάλους ἀτιτάλλω ἔδμεναι. αὐτὰρ κεῖνος ἐελδόμενός που ἐδωδῆς πλάζεται, εἴ που ἔτι ζώει καὶ ὁρᾷ φῶς Ἠελίοιο. (Vers. 45.) εἶτα καὶ προκαλεῖται τὸν γέροντα δεσπότην εἰς τὴν κλισίαν ἐλθεῖν, εἰπὼν ἃ δή τις ἐρεῖ προκαλούμενος τοιοῦτον ἄνδρα ἐπὶ ξενίᾳ. ἔφη γάρ· ἀλλ' ἕπεο κλισίηνδε ἴομεν γέρον, ὄφρα καὶ αὐτὸς σίτου καὶ οἴνοιο κορεσσάμενος κατὰ θυμὸν εἴπῃς ὁππόθεν ἐσσὶ καὶ ὁππόσα κήδε' ἀνέτλης. καὶ ὅρα τὸ, καὶ αὐτὸς κορεσσάμενος, ὡς πρὸς τοὺς μνηστῆρας γὰρ ἀποτείνεται, οἳ ἀεὶ κρεῶν ἐκορέννυντο. (Vers. 23.) Τὸ δὲ ἀραρίσκειν ἐκ τοῦ ἀράρω ἀχρείου ῥήματος παρῆκται ὁμοίως τῷ τελίσκω ῥυίσκω καὶ τοῖς τοιούτοις. (Vers. 24.) Τὸ δὲ τάμνων δέρμα συνέθετο παρὰ τοῖς ὕστερον τὸ σκυτοτομεῖν. δῆλον δ' ὅτι ἄλλο δέρμα καὶ ἄλλο κῶας ἢ κῶος. δέρμα μὲν γὰρ τὸ ἁπλῶς ἐκδερόμενον, κῶας δὲ ἐν ᾧ κεῖταί τις ἢ κοιμᾶται, ἀπὸ τοῦ κῶ ῥήματος. ὅθεν οὐ μόνον σὺν ἄλλοις καὶ ὁ κῶμος καὶ τὸ κωμάζειν, ἀλλὰ καὶ ἡ κώμη καὶ ὁ κωμήτης καὶ ὁ κώμαξ, ὃς δηλοῖ φλύαρον, τὸν καὶ κόπιν κατὰ τοὺς παλαιοὺς καὶ βωμολόχον. Τὸ δὲ εὐχροὲς δέρμα ὑγίειαν ζῴου δηλοῖ, οὗ τὸ δέρμα εἴη ἂν καὶ πυκνὸν καὶ οὕτως εὔχρηστον εἰς πέδιλα. ἔοικε δὲ καὶ ἀδέψητον εἶναι τὸ τοιοῦτον δέρμα καὶ τρίχας ἔχον δι' ὧν ἦν εὐχροές. (Vers. 27.) Τὸ δὲ ἀνάγκῃ, τουτέστι κατὰ βίαν, τὸ αἴτιον ἔστιν οὗ ἕνεκα δυσπαθήσας ὁ ποιητὴς ὑπερφιάλους ἀνωτέρω τοὺς μνηστῆρας ὕβρισεν. οὓς φθάσας ἀντιθέους εἶπε. (Vers. 28.) Τὸ δὲ κορέσασθαι ὅτι ἀνοίκειον ἀγαθοῖς ἀνδράσι, πολλαχοῦ ἐδηλώθη. οἰκεῖον δὲ ἀγαθοῖς τὸ, ἔφαγον ὅσον ἤθελε θυμὸς, καὶ τὸ, ἤραρε θυμὸν ἐδωδῇ, καὶ τὸ, βρώσεως καὶ ἐδητύος ἐξ ἔρον ἕντο, καὶ ὅσα τοιαῦτα. (Vers. 29.) Κύνες δὲ ὑλακόμωροι κατὰ μὲν Ἀρίσταρχον, οἱ ὀξύφωνοι, ἐπεὶ καὶ μόρον ἐν ἄλλοις ἐδηλώθη λέγεσθαι τὸ ὀξύ. ὃ ἐξετάθη ἐν τῷ ὑλακόμωροι. κρεῖττον δέ φασιν ἀποδιδόναι, οἱ περὶ τὴν ὑλακὴν μεμορημένοι, ὅ ἐστι πεπονημένοι, ἐκταθέντος καὶ πάλιν τοῦ ο τῆς παραληγούσης, ἢ καὶ οἱ περὶ ὑλακὴν καὶ φυλακὴν ὄντες, παρὰ τὴν ὤραν τὴν φυλακήν· ἵνα εἶεν ὑλακόωροι, πλεονάσαντος δὲ τοῦ μ, ὑλακόμωροι. ἀπὸ δὲ τῆς τοιαύτης ὤρας καὶ τοῦ ἐξ αὐτῆς ῥήματος τοῦ ὠρεῖν ὁ πυλωρὸς καὶ ὁ ἀρκυωρὸς καὶ τὰ ὅμοια. εἰπεῖν δὲ ὡς ἔγκειται τῇ λέξει ταύτῃ τὸ μωρὸς, ἀσύνετόν ἐστιν. οὐ γὰρ οἶδε τὴν λέξιν ταύτην ὁ ποιητὴς, ἀλλ' ὕστερον εὕρηται, τὴν μὲν ἀρχὴν προπερισπωμένη, ὡς καὶ προδεδήλωταί που· μῶρος γὰρ, οἷον· ὦ πλεῖστα μῶροι καὶ φρενῶν τητώμενοι· ὀξυνθεῖσα δὲ παρὰ τοῖς ὕστερον. δῆλον δὲ ὅτι κυνῶν ἴδιον ἡ ὑλακὴ, ὥς περ καὶ τὸ ὑλακτεῖν καὶ τὸ βαΰζειν δὲ παρὰ Θεοκρίτῳ. (Vers. 30.) τὸ γὰρ κεκλήγοντες ἀπὸ οἰωνῶν ἐνταῦθα μετῆκται, ὥς περ καὶ ἐπὶ συῶν ἐν τοῖς μεταταῦτα ῥηθήσεται ἡ κλαγγή. (Vers. 31.) Κερδοσύνην δὲ τὴν φρόνησιν λέγει τὴν καὶ κερδαλεότητα, ἣν Ἀθηνᾶ φθάσασα τῷ ἥρωϊ ἐπεμαρτύρατο. φασὶ δὲ φυσικὸν βοήθημα εἶναι ἀνθρώποις πρὸς ἐκμείλιξιν κυνῶν τὸ καθεσθῆναι τινὰ καὶ προέσθαι τὸ ἐν χερσὶν ὅπλον ὡς μὴ ἐπιτιθέμενον, ὅθεν τοὺς κύνας ἀνιέναι τὸν θυμὸν τοῖς τοιούτοις, ὡς καὶ ἐγγίσαντάς ποτε καὶ ὀσφρησαμένους, ἔστι δὲ οἷς καὶ προσουρήσαντας, ἀπαλλάττεσθαι, καὶ μάλιστα εἰ καὶ τὸ τῆς ἐκπνοῆς ἄθρουν ἐπέχοιεν. Ὅτι δὲ οὐ μόνον τοῦ νῦν πτωχικοῦ σκήπτρου ἤτοι ὡς εἰκὸς ῥοπάλου ἀλλὰ καὶ τοῦ ἄλλως ἁπλῶς σκήπτρου διαφορὰ πρὸς τὸν σκίπωνα ἐνδοξότερον ὄντα, δηλοῖ ὁ γράψας ῥήτωρ τὸ, προεδρίαν καὶ πορφύραν καὶ σκίπωνα ἀντὶ σκήπτρου. (Vers. 33.) Τὸ δὲ ἔκπεσε χειρὸς, οὐ διὰ φόβον φασὶ τῷ Ὀδυσσεῖ γενέσθαι, ἀλλ' ἁπλῶς οὕτω διὰ σπουδὴν, καθὰ καὶ τὸ σκῦτος ὁμοίως ἐξέπεσε τῆς τοῦ Εὐμαίου χειρός. Τὸ δὲ μετασπὼν σύστοιχόν ἐστι τῷ ἐπισπὼν καὶ ἐπισπόμενος καὶ ἐπισπεῖν καὶ τοῖς ὁμοίοις. (Vers. 36.) Οἱ δὲ ῥηθέντες κύνες πάνυ ἄγριοι εἰ μὴ κεκλήγοντος τοῦ συβώτου φεύγουσιν ἀλλὰ καὶ λιθάκων δέονται, διὸ καὶ ὀρθῶς Ὀδυσσεὺς εὐλαβεῖται αὐτούς. Αἱ δὲ λιθάδες ἐοίκασι μικρότεραι εἶναι τῶν λιθάκων, εἴ περ Ὀδυσσεὺς ἐν τοῖς ἑξῆς λιθάκεσσι τὸν ἑαυτοῦ φανεῖται δείμας ποτὲ θάλαμον. (Vers. 37.) Τὸ δὲ ὀλίγου σε κύνες διεδηλήσαντο, ἐλλειπτικῶς ἐγράφη ἀντὶ τοῦ δι' ὀλίγου καιροῦ. ὅ περ οἱ μεθ' Ὅμηρον καὶ μικροῦ λέγουσι καὶ μικροῦ δεῖν. Τὸ δὲ σύας σιάλους ἔχει καὶ ἑτέρας πρὸ αὐτοῦ ὁμοίας παρηχήσεις. (Vers. 43.) τίνες δὲ ἀλλόθροοι ἄνδρες, ἱκανῶς προδεδήλωται. (Vers. 48.) Ὅτι τὸν Ὀδυσσέα εἰς τὴν κλισίαν ἀγαγὼν ὁ εὔνους δοῦλος Εὔμαιος καὶ καθίσας ῥῶπας ὑπέχευε δασείας, ἐστόρεσε δ' ἐπὶ δέρμα ἰονθάδος ἀγρίου αἰγὸς αὐτοῦ, ἤγουν ἐκεῖ ἐνεύναιον μέγα καὶ δασύ. χαῖρε δ' Ὀδυσσεὺς, ὡς εἰκὸς, ὅττι μιν ὣς ὑπέδεκτο,

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
