Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.6.1
Not analysed yet
ὥς περ ἐν ἄλλοις τὸ κατ' ἔκπληξιν ἢ φόβον ἢ ἔρωτα ἤ τι τοιοῦτον. Τὸ δὲ πάντας θέλγειν, ὃς εἰσαφίκηται καὶ ὃς ἀϊδρείῃ πελάσει, σχῆμα σύνηθες τῷ ποιητῇ, καταβαίνοντι πολλαχοῦ ἐκ τοῦ καθόλου εἰς τὸ μερικὸν, ὡς καὶ ἐν τῷ, τίννυται ἀνθρώπους ὃς ἐπίορκον ὁμόσει. δῆλον δὲ ὅτι ταυτὸν τὸ ὅ τις καὶ ὅς τις, καθὰ καὶ τὸ ὃ καὶ ὅς. (Vers. 41.) Τὸ δὲ φθόγγον ἀκούσει Σειρήνων καὶ τὸ ὄπα Σειρήνοιϊν δηλοῖ μὲν καὶ ἐνθάδε τὴν κοίνωσιν καὶ συγγένειαν τῶν δυϊκῶν καὶ τῶν πληθυντικῶν. συντελεῖ δὲ τὸ μὲν Σειρήνοιϊν τοῖς ὡς εἴρηται δυάζουσι τὰς Σειρῆνας, τὸ δὲ Σειρήνων τοῖς πληθύνουσι. (Vers. 43.) Τὸ δὲ οὐδὲ γάνυνται δηλοῖ τῷ δακτυλικῷ ποδισμῷ χρῆναι μὴ διπλασιάζεσθαι τὸ ν ἐν τῷ γάνυσθαι, ὥς περ οὐδὲ ἐν τῷ γάνος, γανόωντες, καὶ γανύσκονται. (Vers. 45.) Ἐν λειμῶνι δὲ ἀνθεμόεντι ἡ τῶν θεσπεσίων Σειρήνων ἀοιδὴ πρὸς αἴνιγμα τοῦ κατ' αὐτὴν ἀνθηροῦ. Ὁ δὲ τῶν ὀστέων θὶς πολὺν δηλοῖ νεκριμαῖον πληθυσμόν. παραπλέεσθαι δὲ τὴν νῆσον τῶν Σειρήνων δηλοῖ ὁ θὶς τῶν ὀστῶν. οὐ γὰρ ἂν ἄλλως οὕτω πολλοὶ πίπτοντες θῖνα ὀστῶν ἐξήγειραν. εἴθε δὲ ἦν καὶ πρὸ τοῦ σπηλαίου τοῦ βορωτάτου Πολυφήμου θίς τις ὀστέων, ὡς ἂν ὑποπτεύσας κακόν τι Ὀδυσσεὺς ἀπῆλθεν ἐκεῖθεν ἄλυπος. ὥς περ δὲ θὶς ὀστέων, οὕτω καὶ ἄμμου καὶ ἑτέρων τινῶν. (Vers. 48.) Δεψῆσαι δὲ κηρὸν τὸ μαλάξαι, ἀπὸ τοῦ δέφω δέψω, ἐξ οὗ καὶ βυρσοδέψης, καὶ βοέη, τουτέστι βύρσα ἀδέψητος. ἡ δὲ τοῦ δέφεσθαι χρῆσις καὶ παρὰ τῷ κωμικῷ. ἐξ αὐτοῦ δὲ καὶ σκύλαος δέψης κατὰ τοὺς παλαιοὺς, καὶ σκυλάδεψος, ὁ δέρματα δέφων, ἄλλα μέντοι παρὰ τὰς βύρσας. ὅτι δὲ σκῦλον τὸ δέρμα καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται. ἀφ' οὗ καὶ τὸ σκολύπτειν φασί τινες γίνεσθαι. τὸ δέ ἐστιν ἐπὶ περιτομής. ὅθεν καὶ ἀπεσκολύφθαι αἰδοῖον λέγεται, καὶ ἀπεσκολυμμένος ὁ τοῦτο παθών. δῆλον δὲ ὡς τὸ δέφω δέψω περισπασθὲν Αἰολικῶς ὡς τὸ ἐσῶ καὶ πεσῶ καὶ καθεδῶ, ἐξ ὧν τὸ ἐσοῦμαι καὶ πεσοῦμαι καὶ καθεδοῦμαι, ἐποίησε τὸ δεψῶ δεψήσω. ἐξ οὗ τὸ κηρὸν δεψήσας. ἔνθα ἐνθυμητέον καὶ τὸ μαλακὸς κηρὸς ὁ ἐν τῷ γραμματείῳ κατὰ Αἴλιον Διονύσιον, ὡς τῶν παρὰ τοῖς παλαιοῖς πινακιδίων κηρῷ τοιούτῳ μαλακῷ ἀληλιμμένων, ἐν ᾧ ἔγραφον διά τινος γραφείου σκληροῦ. Γίνεται δὲ ὁ κηρὸς, οἷα εἰκὸς, ὡς καὶ τὸ μέλι. ἀπὸ τοῦ κηραίνειν γάρ. ὃ καὶ παρὰ τῷ Σοφοκλεῖ κεῖται. ὥς περ ἐκεῖνο ἀπὸ τοῦ μέλειν. δι' ὧν ἀμφοτέρων τὸ φροντίζειν δηλοῦται. καὶ ἄλλως δὲ κηρὸς παρὰ τὸ κάω, τουτέστι καίω. ἡ δὲ κατ' αὐτὸν ὀξεῖα τάσις ἔστι μὲν καὶ κανονική. καὶ ἄλλως δὲ ὑποβάλλει διαστολήν τινα κατὰ τὸν εἰπόντα ὅτι κῆρος μὲν βαρυτόνως ποταμὸς Ἀρμενίας, κηρὸς δὲ ὀξυτόνως ὁ συνεγνωσμένος. (Vers. 48.) Τὸ δὲ κηρὸν μελιηδέα τὸν ποτὲ τοιοῦτον δηλοῖ, ὅτε δηλαδὴ αἱ σήραγγες αὐτοῦ μέλι ἐταμίευον. (Vers. 162.) Τὸ δὲ δησάντων σε ἐν νηῒ καὶ πλείοσιν ἐν δεσμοῖσι δεόντων Ἀττικῶς ἀντὶ τρίτων πληθυντικῶν εἰσὶ προστακτικῶν, ὡς μυριαχοῦ γίνεται. διὸ ἑρμηνεύων Ὀδυσσεὺς ἐρεῖ· ἀλλά με δεσμῷ δήσατε. (Vers. 51.) ἱστοπέδη δὲ ἢ ὁ τόπος ᾧ ἐντίθεται ὁ ἱστὸς, ἣ ξύλον ὀρθὸν ᾧ προσδέδεται ὁ ἱστός. (Vers. 163.) Ἐκ δ' αὐτοῦ πείρατα ἀνῆφθαι λέγει ἀντὶ τοῦ τὰ πέρατα τῶν σχοινίων ἐνδεδέσθαι ἢ τοῦ Ὀδυσσέως ἢ ἐκεῖ περὶ τὴν ἱστοπέδην. (Vers. 53.) Τὸ δὲ λίσσῃ ἑταίρους μετὰ τοῦ λῦσαι (Vers. 161.) παρηχητικόν τι ποιεῖ, ὁποῖα καὶ ἄλλα τοιαῦτα προεσημειώθησαν. (Vers. 54.) Οἱ δὲ τὸν Ὀδυσσέα δεσμοῦντες ἀργαλέοι δεσμοὶ, ὃ δὴ τρόπος ἐτυμολογίας ἐστὶ, ῥηθεῖεν ἂν εἶναι ἡ αἰδὼς καὶ ἡ νέμεσις, ὑφ' ὧν ἐπεχόμενος Ὀδυσσεὶς οὐχ' ἡττήθη τῶν Σειρήνων, αἰδούμενος εἰ νεμεσηθείη τὰ δευτερεῖα τῶν ἑταίρων φερόμενος, καὶ ἄλλους ὑπαλείφων εἰς ἀρετὴν αὐτὸς ἀκρατὴς γένηται ἡδονῆς. καὶ ἰδοὺ ὄφελος τῷ Ὀδυσσεῖ καὶ τοῦτο ἐκ τῶν φίλων συμπορισθέν. (Vers. 164.) Τὸ δὲ πιέζειν λέγεται καὶ πιεζεῖν, ὡς δηλοῖ τὸ, χερσὶ στιβαρῇσι πιέζευν ἀντὶ τοῦ, ἐπίεζον, (Vers. 174.) ὃ πρώτης συζυγίας τῶν περισπωμένων ῥῆμα ἐστὶν, ὅμοιον τῷ ἐποίευν καὶ τοῖς τοιούτοις. διφορεῖται οὖν παρὰ τῷ ποιητῇ τὸ πιέζω, οὐ μόνον βαρυτονούμενον, ἀλλὰ καὶ περισπώμενον. καὶ ἔστιν ἡ τοῦ περισπωμένου χρῆσις καὶ παρὰ Πλουτάρχῳ καὶ ἑτέροις. (Vers. 167.) Τὸ δὲ, ἔπειγε γὰρ οὖρος τροπικῶς ὡς ἐπὶ ἐμψύχου τοῦ οὔρου ἔφρασε. Τὸ δὲ γαλήνη ἔπλετο νηνεμίη κεῖται καὶ ἐν τῇ ε ῥαψῳδίᾳ. (Vers. 169.) Τὸ δὲ κοίμησε δὲ κύματα δαίμων παρηχεῖ πως καὶ αὐτό. καὶ ἔστι χρῆσις τούτου καὶ παρὰ Ἱμερίῳ τῷ σοφιστῇ. ἐνταῦθα δέ φασιν οἱ παλαιοὶ, ὡς ἐντεῦθεν λαβὼν Ἡσίοδος ἐμυθεύσατο ὑπὸ Σειρήνων καὶ τοὺς ἀνέμους θέλγεσθαι. (Vers. 170.) Ἱστία δὲ μηρύσασθαι τὸ συστεῖλαι δηλοῖ. μηρύεται δέ τις καὶ κρόκην γυρουμένην ἢ περὶ ἄτρακτον ἢ καὶ ἄλλως ὁποσοῦν. λέγονται δὲ μέχρι καὶ νῦν μηρύεσθαι καὶ ἁλιεῖς περὶ αἰγιαλὸν σχοινία, ὅτε συνάγοντες κατὰ κύκλον