# Commentarii ad Homeri Odysseam 2.60.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.60.1

ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε· (Vers. 53.) θεός τοι δοίη ξεῖνε ὅττι μάλιστ' ἐθέλεις, ὅτι με πρόφρων ὑπέδεξο. τοῦτο δὲ πᾶς ἂν εἴποι ὀρθῶς ὁ καλῶς ὑπό τινος ξενισθείς. (Vers. 48.) Κλισία δὲ καὶ νῦν εὐτελὴς οἴκησις· ἐπεὶ καὶ σταθμὸς αὕτη καὶ μέσαυλον καὶ αὖλις καὶ ἔπαυλις· οὐ μὴν οἶκος, ἢ δῶμα, ἢ μέγαρον. (Vers. 49.) Ῥῶπες δὲ καὶ νῦν ἱμαντώδη φυτὰ παρὰ τὸ ῥέπω, καθὰ καὶ ἀλλαχοῦ δηλοῦται σαφῶς. Τὸ δὲ ὑπέχευεν ἁπαλότητα δηλοῖ τὴν ἐκ φύλλων καὶ πτόρθων λεπτῶν, ἵνα μὴ πάνυ τραχεῖα ἡ δασεῖα στιβὰς εἴη. (Vers. 50.) Ἰονθάδος δὲ ἢ τῆς νέας κατὰ τοὺς παλαιοὺς ἢ τῆς ταχείας παρὰ τὸ ἰέναι ἄδην, ὥς περ καὶ ἵξαλος παρὰ τὸ ἵξεσθαι ἅλις, ἵνα ᾖ ταυτὸν ἰονθὰς καὶ ἵξαλος αἲξ ἢ τῆς δασείας. ἴονθοι γάρ, φασιν, αἱ ῥίζαι καὶ αἱ πρῶται τῶν ῥιζῶν ἐκφύσεις· ἢ τῆς ἐχούσης ἰόνθους, ὅ ἐστιν ἐξανθήματα σώματός, φησιν, ἀκμάζοντος, ἅ περ οἱ νῦν χυδαΐζοντες ἰονθονάριά φασι. καὶ δοκεῖ πιθανότητα ἔχειν μάλιστα ὁ τοιοῦτος νοῦς. εἰκὸς γὰρ τὰ τοιαῦτα δέρματα εἰς στρωμνὴν εἶναι χρηστὰ, ὡς μὴ εὐχρηστούμενα εἰς ἀσκὸν διὰ τοὺς ἰόνθους. ἐκ τῶν ἰόνθων δὲ καὶ τὸ ἐξιονθίζειν ἤγουν ἐκ ῥιζῶν αἴρειν τὰς τρίχας, ὡς ἐν ῥητορικῷ λεξικῷ κεῖται. ἴονθοι γάρ, φησιν, αἱ πρῶται φυόμεναι τρίχες. Ἰστέον δὲ ὅτι εἰ μὲν θηλυκῶς κεῖται τὸ ἰονθάδος, Ἀττικόν ἐστι τὸ, ἡ ἄγριος αἴξ· εἰ δὲ ἐκεῖνο ἀρσενικῶς ἔχει, ἐπεὶ καὶ ὁ ἄγριος αἲξ ἔστι παρ' Ἀττικοῖς, ὡς δηλοῖ καὶ μετ' ὀλίγα τὸ, αἰγῶν ὅς τις φαίνεται ἄριστος, εἴη ἂν τὸ ἰονθάδος αἰγὸς, ἀνάλογον τῷ, ἀρκάδος, ἐθάδος διὰ τοῦ ε ψιλοῦ, καὶ ἠθάδος δὲ διὰ τοῦ ἦτα, ὡς καὶ Λυκόφρων δηλοῖ ἐν τῷ, ἰαυθμοὺς ἠθάδας διζήμενοι. Ἔνθα ὅρα τὸ ἰαυθμοὺς, οὗ θέμα ἰαύειν τὸ διατρίβειν, ἐξ οὗ καὶ ἐνιαυτὸς ὁ μὴ ἀκαριαῖος ἀλλὰ τριβὴν ἔχων χρόνος. εἰ δὲ καὶ ἐπὶ τοῦ ὑπνοῦν λέγεταί ποτε τὸ ἰαύειν, διατριβὴν ὕπνου σημαίνει καὶ οὐ τὸν ἁπλῶς ὀλίγον ὕπνον. (Vers. 51.) Τὸ δὲ αὐτοῦ οὐχ' ἁπλῶς κεῖται ἀντὶ τοῦ ἐκεῖ, ἀλλὰ κατὰ ἔλλειψιν Ἀττικὴν ἀντὶ τοῦ ἐπ' αὐτοῦ τοῦ τόπου. Ἐνεύναιον δέ, φασιν, ἐγκοίμητρον, ἐγκοίτιον. Τὸ δὲ μέγα καὶ δασὺ πρὸς τὸ δέρμα συντακτέον. ἐχρῆν δὲ τοιοῦτον αὐτὸ εἶναι πρὸς ἰσότητά τε καὶ πρὸς ἀνάπαυσιν ἡρωϊκοῦ τληπαθοῦς σώματος. (Vers. 52.) Σημείωσαι δὲ καὶ ἐνταῦθα τὸ ἔκ τ' ὀνόμαζε, ταυτὸν ὂν τῷ, ἔπος ἔφατο καὶ τοῖς τοιούτοις. οὐ γὰρ ἂν ἐξ ὀνόματος ἄρτι καλοίη ὁ δῆθεν ξένος Ὀδυσσεὺς τὸν Εὔμαιον, ὃν οὔπω οἶδεν. (Vers. 55.) Ὅτι ἐν Ἰλιάδι μὲν Ὅμηρος πολλαῖς χρῆται ἀποστροφαῖς ἐπὶ προσώπων ἀξίων λόγου, οἷον· οὐδὲ σέθεν Μενέλαε θεοὶ ἐλάθοντο, καὶ, τὸν δὲ προσέφης Πατρόκλεις ἱππεῦ, καὶ ἕτερα δὲ ὅμοια· ἐν δὲ τῇ Ὀδυσσείᾳ ἐπὶ μόνου Εὐμαίου σχηματίζει οὕτως ὁ ποιητὴς, φιλῶν τῆς εὐνοίας τὸν δοῦλον καὶ τοῦ εἰς πολλὰ χρησιμεύειν ἐνταῦθα τῇ ποιήσει. καὶ ἀρξάμενος ἐντεῦθεν λέγει ὅ περ πολλαχοῦ καὶ ἐν τοῖς ἑξῆς· τὸν δ' ἀπαμειβόμενος προσέφης Εὔμαιε συβῶτα. (Vers. 56.) Εἰσὶ δὲ οἱ τούτου λόγοι, ὁποῖοι ἂν εἶεν ξεινοδόχου ἀνδρὸς ὑπουργικοῦ ἀγαθοῦ καὶ εὐπόρου, λυπουμένου μὲν ἐπὶ νέοις δεσπόταις, μεμνημένου δὲ παλαιᾶς εὐπραγίας, ἣν ἐκ τοῦ δεσπότου εἶχε. φησὶ γάρ· ξεῖν', οὔ μοι θέμις ἐστὶν οὐδ' εἰ κακίων ἤτοι πενέστερος ἢ εἰδεχθέστερος σέθεν ἔλθοι, ξεῖνον ἀτιμῆσαι. πρὸς γὰρ θεοῦ εἰσὶν ἅπαντες ξεῖνοί τε πτωχοί τε. δόσις δ' ὀλίγη τε φίλη τε γίνεται ἡμετέρη. (Vers. 59.) ἡ γὰρ, ἤγουν αὕτη, δμώων δίκη ἐστὶν, αἰεὶ δειδιότων ὅτ' ἐπικρατέουσιν ἄνακτες οἱ νέοι, ἦ γὰρ τοῦ γε θεὸς κατὰ νόστον ἔδησεν, ὃς ἐμὲ ἐφίλει καὶ κτῆσιν ὄπασσεν, οἷά τε ᾧ οἰκῆϊ ἄναξ εὔθυμος ἔδωκεν οἶκόν τε κλῆρόν τε πολυμνήστην τε γυναῖκα, ὃς οἱ πολλὰ κάμῃσι, θεὸς δ' ἐπὶ ἔργον ἀέξει. ὡς καὶ ἐμοὶ τόδε ἔργον ἀέξεται ᾧ ἐπιμίμνω, τῷ κέ με πόλλ' ὤνησεν ἄναξ εἰ αὐτόθ' ἐγήρα, (Vers. 68.) ἀλλ' ὤλετο. καὶ ὤφειλε μὲν ἐνταῦθα εἰπεῖν ὅτι διὰ τὴν Ἑλένην. ὁ δὲ ἄλλως διὰ λύπην ἄκραν σχηματίσας τὸν τοιοῦτον λόγον εἰς ἀρὰν φησίν· (Vers. 69.) ὡς ὤφελλ' Ἑλένης ἀπὸ φῦλον ὀλέσθαι πρόχνυ, τουτέστι παντελῶς, ἢ προγόνυ, ὅ ἐστι πρόῤῥιζον, ἐπεὶ πολλῶν ἀνδρῶν ὑπὸ γούνατ' ἔλυσε. καὶ γὰρ κεῖνος ἔβη Τρώεσσι μαχησόμενος. Καὶ ὅρα οἷον ἡ λύπη ἐστὶν, εἴ γε δι' αὐτὴν ὁ φιλοδέσποτος Εὔμαιος ἐπαρώμενος τῇ Ἑλένῃ συνεπαρᾶσθαι καὶ τοῖς δεσπόταις δοκεῖ. οἱ μέντοι παλαιοί φασι φῦλον Ἑλένης οὐ τὴν κατὰ πλάτος συγγένειαν τὴν εἰς πᾶν τὸ γένος διήκουσαν, ἀλλὰ τὴν κατὰ βάθος ἐν ἐκείνῃ περιϊσταμένην, οἷον τὸν τῆς Ἑλένης πατέρα καὶ αὐτὴν καὶ τοὺς ἐξ αὐτῆς, καθὰ καὶ μετ' ὀλίγα ἐν τῷ, μνηστῆρες ἀγαυοὶ Τηλέμαχον οἴκαδ' ἰόντα λοχῶσιν, ὅπως ἀπὸ φῦλον ὄληται νώνυμον ἐξ Ἰθάκης Ἀρκεισίου ἀντιθέοιο, φῦλον Ἀρκεισίου λέγει τὸν Λαέρτην καὶ τὸν ἐξ αὐτοῦ Ὀδυσσέα καὶ τὸν ἀπ' αὐτοῦ Τηλέμαχον. ἄλλοι δὲ ἀφερεπόνως ἐπιβαλόντες οὔτε τὸν Ἰκάριον Λάκωνα εἶναι φασὶ τὸ γένος τὸν τῆς Πηνελόπης πατέρα, μήτε αὐτανεψίας τυγχάνειν τὴν Ἑλένην καὶ τὴν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
