Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.61.1
Not analysed yet
Πηνελόπην. οὐ γὰρ ἄν φασι τὸν φιλοδέσποτον Εὔμαιον κατὰ τῶν περιόντων δεσποτῶν ἀρᾶσθαι, οἳ τοῦ φύλου, ὅ ἐστι τοῦ γένους, τῆς Ἑλένης εἰσίν. (Vers. 56.) Ὅρα δὲ ὅτι ἐν τρισὶν ἐφεξῆς στίχοις ὁ ποιητὴς τῇ τοῦ ξένου ἐχρήσατο λέξει καταρχὰς, εἰπών· ξεῖνε, οὔ μοι θέμις, καὶ, ξεῖνον ἀτιμῆσαι, καὶ ξεῖνοί τε πτωχοί τε, κάλλος τι καὶ οὕτω τεχνησάμενος. ὅτι δὲ διαφέρει ξένος πτωχοῦ, προδεδήλωται. (Vers. 59.) Τὸ δὲ αὕτη γὰρ δμώων δίκη, ταυτόν ἐστι τῷ, αὕτη θέμις, οὗτος νόμος, οὗτος τρόπος, τοῦτο ἔθος, καὶ ὅσα τοιαῦτα. (Vers. 60.) Τὸ δὲ ἐπικρατέουσιν ἄνακτες, εὐφήμως περὶ μνηστήρων ἔφη τῶν βιαίων ὁ εὐπαίδευτος δοῦλος. (Vers. 61.) Τὸ δὲ οἱ νέοι, καλὸν μὲν ἦν καὶ χωρὶς ἄρθρου. ἔχει δὲ οὕτω διὰ τὴν ἀναφορὰν πλείω βαρύτητα. (Vers. 63.) Τὸ δὲ οἷα ἠδύνατο μὲν οἵαν εἰπεῖν ὀρθῶς, ἵνα ἦν, κτῆσιν ὄπασσεν οἵαν ᾧ οἰκῆϊ ἄναξ ἔδωκεν. εἵλετο δὲ καινότερον ἀποδοῦναι οὐ πρὸς κτῆσιν ἀλλ' ὡς πρὸς τὰ πράγματα. τοιαῦτα γὰρ ὁ οἶκος καὶ ὁ κλῆρος καὶ ἡ γυνή. ἐν οἷς ἐνθυμητέον, ὅτι οὐχ' ὡς ἔχων ταῦτα ὁ Εὔμαιος ἐκ τοῦ δεσπότου ἀπαριθμεῖται, ἀλλ' ὡς ἕξων ἂν καὶ εὐτυχήσων καὶ αὐτὸς εἴ περ ἔζη ὁ δεσπότης Ὀδυσσεύς. δῆλον δὲ τοῦτο ἐκ τῶν μεταταῦτα, ἔνθα ἐρεῖ Ὀδυσσεὺς τῷ τε Φιλοιτίῳ καὶ τῷ Εὐμαίῳ, ὅτι ἄξομαι ἀμφοτέροις γυναῖκας, ὥστε οὐκ εἶχεν οὐδ' ὁ Εὔμαιος ἄρτι γυναῖκα δοθεῖσαν αὐτῷ ὑπὸ Ὀδυσσέως. διὸ χαρακτῆρα σώζων ὁ Εὔμαιος ἀγαθοῦ δούλου δοκεῖ λέγειν, ὡς ἔδωκεν ἂν καὶ ἐμοὶ Ὀδυσσεὺς ὅσα δεσπότης εὔθυμος, ὅ ἐστιν εὔψυχος, ἀγαθῷ δούλῳ δίδωσι πολλὰ καμόντι καὶ τῷ κατ' αὐτὸν ἔργον αὔξοντι διὰ τοῦ ἐπιμένειν, ὃ καὶ μάλιστα χρήσιμον τοῖς δουλεύουσι. τὸν δὲ τοιοῦτον νοῦν διασαφῶν ἐπάγει· ὡς πολλά με ἂν ὤνησεν ἄναξ εἰ αὐτόθι ἐγήρα. (Vers. 63.) Ἰστέον δὲ ὅτι οἰκεὺς καὶ ἐνταῦθα οὐ μόνον δοῦλος, ἀλλὰ καὶ ὁ κατ' οἶκον φιλητός. ἐπαμφοτερίζει γὰρ ἡ λέξις, ὡς ἐν τῇ Ἰλιάδι ἐφάνη. οὕτω δέ, φασι, καὶ ἄτμενος οὐ μόνον ὁ δοῦλος, ἀλλὰ καὶ ὁ τεταγμένος ἐλεύθερος, καὶ λάτρις δὲ κατά τινας μὲν ὁ ἁπλῶς θεράπων, κατὰ δ' ἑτέρους ὁ κατὰ πολεμικὴν περίστασιν ἁλοὺς καὶ εἰς δουλείαν ἀπαχθείς. δοῦλος μέντοι μονάζει τῇ δουλείᾳ, καθὰ καὶ ὁ δμὼς, ὡς δῆλον καὶ ἐν τῷ, θῆτές τε δμῶές τε. οὕτω δὲ καὶ τὸ, ἀμφίπολος κοινόν, φασιν, ἄῤῥενος δούλου καὶ θηλείας ὄνομα. οἱ δὲ ταῦτα σημειωσάμενοι καὶ τὴν ἐλευθερίαν διασκεπτόμενοι ἐξελεύθερον μὲν εἶπον τὸν διὰ χρέος ὑπὸ τῷ δανειστῇ γενόμενον δούλου δίκην, εἶτα ἀπολυθέντα· ἀπελεύθερον δὲ τὸν ἐν τῇ κοινῇ συνηθείᾳ. (Vers. 64.) Τὸ δὲ οἶκόν τε παρηχητικῶς ἅμα καὶ ἐτυμολογικῶς ἔχει πρὸς τὸ οἰκῆϊ. Κλῆρον δὲ καὶ ὧδε συνήθως τὸ ἐκ τοῦ κληροῦσθαι λάχος νοητέον· οἷ διαφορὰ πρὸς κλῆρον, ὅτι κληροῦνται μὲν πολλοὶ, ὡς εἰκὸς, λαγχάνει δὲ εἷς ὁ ἐπιτυγχάνων. καὶ οὕτω μὲν ταῦτα. Ἐν οἷς σημείωσαι καὶ ὅτι τὸ ἔδωκεν ἤγουν ἔνειμε κλῆρον ἀφορμὴ γέγονε τοῖς ὕστερον τῆς τοῦ κληρονόμου συνθέσεως καὶ τῶν ἐξ αὐτοῦ. (Vers. 69.) Τὸ δὲ ὑπὸ γούνατ' ἔλυσε, δοκεῖ ἀντιθέτως εἰρῆσθαι πρὸς τὸ πρόχνυ, ἵνα πως λέγῃ, ὡς ἐπὶ γόνυ πέσοι τὸ τῆς Ἑλένης φῦλον, ἐπεὶ πολλῶν ὑπὸ γούνατ' ἔλυσε. (Vers. 68.) Περὶ δὲ τοῦ ὡς ὤφελλεν ἀπολέσθαι ἰστέον ὡς ἡ τοιαύτη ἔννοια δοκεῖ ἀπεύχεσθαι τὸ ἐν τοῖς πράγμασιν ἐνδεχόμενον. ὁ γὰρ φάμενος ὡς ὤφελλε γενέσθαι τόδε τι δυσαρεστεῖται εἴ περ πέφυκεν αὐτὸ γενέσθαι καὶ μὴ γενέσθαι καὶ μὴ κατὰ ὀφειλὴν ἀναγκαίαν γέγονεν. ὁμοίας δὲ ἐννοίας καὶ τὸ, ὡς ὤφελλέ τι μὴ γενέσθαι. δῆλον δὲ ὅτι τε καὶ ὀφείλειν τέτριπται κοινῶς, καὶ ὀφέλλειν δὲ ποιητικώτερον. καὶ ὅτι τὸ ὀφείλω καὶ περισπασμοῦ ὑπόνοιαν ἔχει. διὸ ὡς οἰκῶ οἰκέτης καὶ οἰκέσιον, οὕτω καὶ ὀφειλῶ ὀφειλέτης καὶ ὀφειλέσιον. καὶ ὅτι τὸ ὀφείλω συγκοπὲν ὄφλω γέγονε. διαφορὰ δέ, φασιν, αὐτῶν, ὅτι ὄφλει μέν τις ἐπὶ δίκῃ, ὀφείλει δὲ, ὡς ἡ κοινὴ λέγει συνήθεια. οὐκοῦν καὶ ὁ γέλωτα ὄφλων καταδίκης λόγῳ τοῦτο πάσχειν λέγεται. (Vers. 72.) Ὅτι σπουδῆς δηλωτικὸν τὸ, ὣς εἰπὼν ζωστῆρι θοῶς συνέεργε χιτῶνα, ὡς εἴ τις εἴποι, ἀνεκομβοῦτο διὰ ἔργον, ὥς τε τὰ πρὸ τούτου, ἄζωστος ἦν ὁ τοῦτο ποιήσας Εὔμαιος, ὁποῖοι ἐπὶ τοὺς ἀγῶνας ἐξιέναι ἱστοροῦνται οἱ ἐν ταῖς γυμνασίοις νήσοις· ἄζωστοι γάρ, φασιν· εἰ δὲ Ἡσίοδος ἐπὶ ἀργίας τὸ ζώσασθαι τίθησιν ἐν τῷ, γείτονες ἄζωστοι κίον ζώσαντο δὲ πηοὶ, ἑτέρου λόγου ἐκεῖνο καὶ οὐδέν τι πρὸς τὰ ἐνταῦθα. (Vers. 73.) Ὅτι ἔθνεα χοίρων λέγει ἀντὶ τοῦ πλήθη, ὡς καὶ ἐν Ἰλιάδι ἔθνεα μελισσάων, ὅθεν λαβὼν καὶ Ὀππιανὸς ἔθνεα πόντου τοὺς ἰχθύας φησίν. Ὅτι ἀρχαϊκὸν ἁπλοῦν ὁ ποιητὴς διασκευάζων μαγείρευμά φησι· βῆ ἐς συφεούς· ὃ ἑρμηνεύων ἐπάγει· ὅθι ἔθνεα χοίρων. (Vers. 74.) εἶτα ἡ διασκευὴ συντομωτάτη διὰ τὸ μὴ δεῖν εἶναι ἄρτι πανηγυρικῶς φρασθῆναι τοῦτο. ἔνθεν ἑλὼν δύο ἔνεικε καὶ ἀμφοτέρους ἱέρευσεν, ὅ ἐστιν ἔσφαξεν, εὗσέ τε, μίστυλλέν τε καὶ ἀμφ' ὀβε-