# Commentarii ad Homeri Odysseam 2.62.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.62.1

λοῖσιν ἔπειρεν. ὀπτήσας δ' ἄρα πάντα φέρων παρέθηκεν Ὀδυσσῆϊ θερμὰ αὐτοῖς ὀβελοῖσιν. ὁ δ' ἄλφιτα λευκὰ ἐπάλυνεν, ὅ ἐστιν ἐπέπασε κατὰ ἔθος ἀρχαῖον τὸ ὕστερον ἀργῆσαν. ἐν δ' ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον, ἤγουν συνέμιξεν ὕδατι, ὥστε κεῖσθαι πίνειν. (Vers. 75.) Ὅρα δὲ τὸ εὗσε καὶ μίστυλλε καὶ ἔπειρε, πάρισα συχνὰ τὴν τῆς ξενικῆς τραπέζης φράσιν γοργῶς ἀρτύοντα. ἔχει δὲ ὁ τόπος οὗτος καὶ ἐπαναστροφὴν κατὰ μερισμὸν λέξεως ἐν τῷ, ἱέρευσεν εὗσεν, ὡς τὸ Σαμία μία ναῦς. καὶ ἔστι κάλλους καὶ τοῦτο. Περὶ δὲ τοῦ εὗσεν ἱκανῶς προγέγραπται, ὥς περ καὶ περὶ τῶν λέξεων τοῦ τοιούτου τόπου ἐν ἄλλοις δεδήλωται. ἔνθα καὶ περὶ τοῦ μιστύλλειν, ὃ καιριώτατα εἰπεῖν, ταυτόν ἐστι τῷ σμικρύνειν, ὡς ἐκεῖ φαίνεται. (Vers. 77.) Ἀγροτικὴ δὲ καὶ ἡ νῦν τράπεζα, καθὰ καὶ ἡ ῥηθεῖσα στρωμνή. (Vers. 78.) κισσύβιόν τε γὰρ ὁ κρατὴρ, περὶ οὗ προγέγραπται, καὶ ἡ τροφὴ μονοειδὴς, κρέα ὀπτὰ ὀβελοῖς αὐτοῖς ἀφελῶς παρακείμενα, ἤγουν σὺν αὐτοῖς ὀβελοῖς Ἀττικῶς. Κισσύβιον δὲ καὶ νῦν, ὡς καὶ προεδηλώθη, ποτήριον ἀγροτικὸν, ὃ μετ' ὀλίγα σκύφος ἐρεῖ οὐδετέρως ἐν τῷ, σκύφος ἔδωκεν οἴνου πλέον, ὅ περ ὁ Λυκόφρων ἀρσενικῶς οἶδεν, εἰπών· τὸν δὲ λοίσθιον ἐκπιὼν σκύφον. τινὲς δὲ σκύφον ἐνταῦθα γράφουσι καὶ τὸ Ὁμηρικόν. Ἰστέον δὲ ὅτι τὸν καλὸν Εὔμαιον μαγειρικῶς ὑπουργήσαντα ἐνταῦθα τῷ δεσπότῃ, ὡς εἴρηται, τέττιγα μὲν ἐρεῖ τις ἂν, οὐκ ἂν δὲ καὶ μαίσωνα. Χρύσιππος γάρ, φασιν, οἴεται μαίσωνα μὲν, ὡς ἀπὸ τοῦ μασᾶσθαι, καλεῖσθαι τὸν πολιτικὸν μάγειρον, τὸν δ' ἐκτόπιον τέττιγα. ἦν δὲ καὶ κωμῳδίας ὑποκριτὴς Μαίσων, προσωπεῖον εὑρηκὼς καλούμενον μαίσωνα· ἐξ οὗ καὶ σκώμματα Μαισωνικὰ, ὡς δοκεῖν, παρὰ τὸν τοιοῦτον Μαίσωνα, εἰρῆσθαι καὶ τὸν μάγειρον Μαίσωνα. πλὴν εὐφυῶς καὶ Χρύσιππος ἠτυμολόγησε. λέγεται δὲ καὶ ἡ Θετταλικὴ ματτύη ἐκ τοῦ μασᾶσθαι παρῆχθαι, ὥς περ καὶ ἡ μαστίχη. ὁ δὲ Ἀθήναιος λέγει, ὅτι ἡμεῖς φαμὲν ἀπὸ τοῦ μάττειν, ἀφ' οὗ καὶ ἡ μάζα καὶ ἡ Κυπρία μαγὶς καὶ ὑπερμαζᾶν τὸ ἄγαν τρυφᾶν. λέγει δὲ καὶ ὡς καταρχὰς μὲν τὴν κοινὴν καὶ δημοτικὴν ταύτην τροφὴν τὴν ἐκ τῶν ἀλφίτων μάζαν ἐκάλουν· ὅθεν καὶ μαζαγρέτης ὁ καὶ ἄκολος, καὶ μάττειν τὸ σκευάζειν αὐτήν. ὕστερον δὲ ποικίλαντες τὴν ἀναγκαίαν τροφὴν ἀκολάστως καὶ περιττῶς μικρὸν παραγαγόντες τοὔνομα τῆς μάζης ματτύην ὠνόμαζον πᾶν πολυτελὲς ἔδεσμα, καὶ ματτυάζειν τὸ σκευάζειν αὐτὸ, εἴτε ἰχθὺς εἴη εἴτε ὄρνις εἴτε λάχανον εἴτε ἱερεῖον εἴτε σπερμάτιον. διὸ καὶ Ἄλεξις πρὸς δήλωσιν ἀκολάστου παρασκευῆς προσέθετο τῇ ματτύῃ τὸ λέπεσθαι, εἰπών· προπόσεις πίνετε, λέπεσθε, ματτυάζετε. ἦν δέ, φασι, λέπεσθαι παρ' Ἀθηναίοις ἐπὶ ἀσελγοῦς καὶ φορτικῆς ἀφροδισίων ἡδονῆς, ὁποία καὶ ἡ τοῦ δέφεσθαι. Ὅρα δὲ ὅτι ὀπτὰ κἀνταῦθα ὁ σπουδαῖος Εὔμαιος τῷ Ὀδυσσεῖ κρέα παρέθετο, σχεδιάσας διὰ τάχος. ἄλλως μέντοι ἐπαινεῖται μᾶλλον ὀπτήσεως ἡ ἕψησις. οὐ μόνον γάρ, φασιν, ὠμότητα περιαιρεῖ, ἀλλὰ καὶ τὰ σκληρὰ μαλάττειν δύναται καὶ τὰ λοιπὰ πεπαίνειν. ἔτι δ' εὐμενέστερον καὶ ἀκινδυνότερον συμπέττει τὴν τροφήν. (Vers. 81.) Ὅτι διαφορά τις εἶναι δοκεῖ χοίρων καὶ συῶν, ὡς ἐμφαίνει ὁ Εὔμαιος ἐν τῷ, ἔσθιε νῦν ὦ ξεῖνε τά τε δμωέσσι πάρεστι χοίρεα. ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσι. καὶ ἴσως ἢ καθ' ἡλικίαν ἡ διαφορὰ τοῖς χοίροις καὶ τοῖς σιάλοις, ἢ κατὰ τὸ, ζατρεφέας μὲν εἶναι τοὺς σιάλους, οἳ καὶ καλοῦνται οὕτω διὰ τὸ σιτεῖσθαι ἅλις, ὀλιγοτρεφεῖς δὲ τοὺς χοίρους, ὁποῖα καὶ τὰ παρὰ τοῖς ῥήτορσι μετάχοιρα, τὰ τῶν ὑῶν ὀψίγονά, φασι, καὶ λειπογάλακτα. δοκοῦσι δὲ ἐξορθοῦ δέλφακες οἱ Ὁμηρικοὶ ἐνταῦθα εἶναι χοῖροι· οὓς δὴ δέλφακας Ἀριστοφάνης μὲν ὁ γραμματικὸς ἐν τῷ περὶ ἡλικιῶν τοὺς νέους χοίρους λέγει, μᾶλλον δὲ τοὺς νεωτάτους γράψας οὕτω· Τῶν συῶν οἱ μὲν τέλειοι καὶ ἐνόρχαι, κάπροι· οἱ δὲ πίονες αὐτῶν σίαλοι· ἡ δὲ θήλεια, σῦς μόνον. Ἱππώναξ δὲ γρόμφιν λέγει, εἴτε καθόλου πᾶσαν ὗν δηλῶν, εἴτε τὴν παλαιὰν τῇ ἡλικίᾳ. τὰ δὲ νέα, δέλφακες μὲν τὰ πεπηγότα πως ἤδη τοῖς σώμασι, τὰ δὲ ἔτι ἁπαλὰ καὶ ἔνικμα, χοῖροι. καὶ οὕτω μὲν ὁ εἰρημένος Ἀριστοφάνης τοὺς δέλφακας στεῤῥοτέρους οἶδε χοίρων καὶ τελειοτέρους, Ἐπίχαρμος δέ, φασι, τοὺς ἄῤῥενας καὶ τελείους. Ἀριστοφάνης δὲ ἐπὶ θηλείας τάττει τοὔνομα ἐν τῷ, δέλφακος ὀπωρινῆς, ὅ περ ὁ δειπνοσοφιστὴς παρασημειωσάμενος λέγει ἐπικρίνων, ὡς κυρίως αἱ θήλειαι οὕτω λέγοιντ' ἂν, ὡς δελφύας ἔχουσαι εἴτουν μήτρας ὅθεν καὶ οἱ ἀδελφοί. ἀποφαίνεται δὲ καὶ ἐκ τῶν εἰρημένων λόγων τοῦ Ἀριστοφάνους, τοῦ γραμματικοῦ δηλαδὴ, σαφὲς εἶναι τὸ τὰ μὲν χοίρεα ὡς εὐτελῆ ἐσθίεσθαι τοῖς δούλοις, τοὺς δὲ σιάλους τοῖς μνηστῆρσιν ὡς καὶ τελείους καὶ εὐτραφεστέρους διὰ τὸ σεσιτεῦθαι, καθὰ δηλοῖ καὶ ἡ ἐτυμολογία τῆς λέξεως τῶν σιάλων οἳ σιτεύονται

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
