Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.63.1
Not analysed yet
ἅλις. ἔτι πρὸς τούτοις ἰστέον καὶ ὅτι οὐ μόνον φειδοῖ τῶν τοῦ δεσπότου οἱ ἀμφὶ τὸν Εὔμαιον οὐ σιάλους ἀλλὰ συΐδια ἤσθιον, ἀλλὰ καὶ κατά τι ἔθος. ἐκράτει γὰρ ἴσως καὶ τότε τὸ ἐν τοῖς μετὰ ταῦτα νομοθετηθὲν ἕνεκά, φησι, θρεμμάτων ἐπιγονῆς, ἤγουν τὸ μὴ σφάττειν πρόβατον ἄπεκτον ἢ ἄτοκον. διὸ τὰ ἤδη τέλεια ἤσθιον. καὶ τὴν ἱέρειαν δέ, φασι, τῆς Ἀθηνᾶς ἔθος ἦν οὐ θύειν ἀμνήν. ἔνθα ὅρα τὸ ἀμνὴν, ἧς ἀρσενικὸν ὁ ἀμνός. τῇ δ' αὐτῇ οὐδὲ τυροῦ ἐξῆν γεύεσθαι, ὡς δὲ καὶ χοῖρον Ἴωνες τὴν θήλειαν λέγουσιν, ἐν τοῖς τοῦ Ἀθηναίου κεῖται καὶ αὐτό. ἔτι ἰστέον καὶ ὅτι καὶ ὁ κωμικὸς ἔν τε τῷ, χοῖρε τρώγοις ἂν ἰσχάδας, καὶ ἀλλαχοῦ δὲ, ἐπὶ νεάκων χοίρων τὴν λέξιν τίθησιν. ὑποδηλοῖ δὲ Ὅμηρος ἐνταῦθα σμικρότητα χοίρων, εἴ γε δύο ἱερευθέντες εἰς βρῶσιν παρατίθενται. κεῖται δὲ τοιαύτη χρῆσις καὶ παρὰ τῷ ἑρμηνεύσαντι ὅτι σαργάνη ἦν σκεῦός τι ὃ περιηρτυμένοι ἔφερον τοὺς γαλαθηνοὺς χοίρους. ἦν δέ τι καὶ χοιροτροφεῖον, ἔτι δὲ καὶ χοιροκομεῖον, ὡς Ἀριστοφάνης ἐν Λυσιστράτῃ δηλοῖ. καὶ ταῦτα μὲν ἔχει λόγον. τὸ δὲ χύριον, πάνυ δυσχερὲς πῶς ἂν διὰ τοῦ υ ψιλοῦ γράφοιτο, εἰ μὴ ἄρα ἴσως κατὰ ὀνοματοποιΐαν τινά. ὅτι γὰρ ἄλλως μέτεστί τι τῶν χοίρων καὶ τῷ χυρίῳ, δηλοῖ ὁ εἰπὼν ὅτι χύριον δεσμὸς, ᾧ δεσμεῖται τὰ χοιρίδια· καὶ ὅτι χύριον ξύλον, ᾧ προσδεσμεύονται οἱ ὗς. ὑπονοεῖται δὲ κατὰ ὀνοματοποιΐαν ἡ τοιαύτη εἶναι γραφὴ, ἐξ οὗ γράφει Αἴλιος Διονύσιος, εἰπών· χύῤῥε, ἐπίφθεγμα πρὸς τοὺς ὗς. οὐ χεῖρον δὲ εἰδέναι καὶ ὅτι παρὰ τοῖς παλαιοῖς ὑσπέλεθρος κυρίως ἡ τῶν ὑῶν κόπρος λέγεται. ὅρα δὲ ὅπως ἀγαθοῦ δούλου ὑπέγραψεν ἦθος ἐνταῦθα ὁ ποιητὴς, οὐ φιλοῦντος, εἰ καὶ ζῇ ἐλευθερίως, ἀλλὰ καὶ ἀχθομένου εἴ περ αὐτὸς μὲν κάμνει ἐπὶ τοῖς τοῦ δεσπότου, ἐσθίουσι δὲ οἱ κακοὶ μνηστῆρες. τάχα δὲ καὶ ὑπογρύζει ὁ Εὔμαιος ἐπὶ τοῖς σιάλοις, εἰ μὴ καὶ αὐτῷ ἔξεστι τῶν τοιούτων ἀπεσθίειν. καί πως ὅμοιόν τι πάσχει τοῖς ὕστερον Συρακουσίοις ὀψοποιοῖς ἢ μαγείροις, ὧν εἴ τις ἴδιον εὕροι βρῶμα καὶ περιττὸν, ἐξουσίαν οὐκ εἶχε, φασὶ, χρήσασθαι αὐτῷ ἄλλως ὅτι μὴ κατὰ καιρὸν ὃν ἔδει. ὁ δὲ ἦν ἐνιαυτὸς, οὗ μή πω συντετελεσμένου θλίβοιντο ἂν καὶ ἐκεῖνοι μετέχοντες τοῦ εὑρήματος. (Vers. 82.) Ὅτι κατὰ ὕβρεως καὶ ὑβριστῶν λεχθείη ἂν τὸ, οὐκ ὄπιδα φρονέοντες ἐνὶ φρεσὶν οὐδ' ἐλεητύν. οὐ μὲν σχέτλια ἔργα θεὸς φιλέει, ἀλλὰ δίκην τίει καὶ αἴσιμα ἔργ' ἀνθρώπων. (Vers. 85.) τοῦτο δὲ γνωμικῶς ἐῤῥέθη παρὰ τοῦ Εὐμαίου. τὸ δὲ ἐφεξῆς πάνυ ἐντρεπτικὸν τῶν κατὰ πόλεις βιαίων καὶ ἀδίκων ἀνδρῶν, τὸ, καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι, οἵ τ' ἐπὶ γαίης ἀλλοτρίης βῶσι, τουτέστιν ἐπιβῶσιν ἀλλοδαπῆς χώρας, καί σφι θεὸς ληΐδα δοίη. πλησάμενοι δέ τε νῆας ἔβαν οἶκόνδε νέεσθαι. καὶ μὲν τοῖς ὄπιδος κρατερὸν δέος ἐν φρεσὶ πίπτει. οἵδε δέ τι ἴσασι, θεοῦ δέ τινα ἔκλυον αὐδήν· ὅ πέρ ἐστιν ὅμοιόν τι τῷ, ἐπισπόμενος θεοῦ ὀμφῇ. Σημείωσαι δ' ἐνταῦθα τὸ ἀκατάλληλον τῆς συντάξεως καὶ σολοικοειδὲς, ἐν τῷ, καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι. καὶ μὲν τοῖς, ὄπιδος κρατερὸν δέος. ἐχρῆν γὰρ εἶναι κατὰ δοτικὴν πτῶσιν, καὶ μὲν δυσμενέεσσι καὶ ἀναρσίοις ὄπιδός ἐστι δέος. μιμεῖται δὲ ὁ ποιητὴς ἐνταῦθα θυμούμενον ἄνδρα τὸν Εὔμαιον καὶ μὴ κρατοῦντα τῆς ἀκολουθίας τοῦ λόγου. ἴσως δὲ καὶ ἄλλως δύναται ὀρθῶς ἔχειν, εἴ περ τὸ δεύτερον μὲν ληφθείη ἀντὶ τοῦ ἀλλα, ἵνα εἴποι μὴ ἐκκρεμῶς ἀλλὰ ἀπολύτως, ὅτι καὶ μὲν ἀνάρσιοι ἄνδρες πλήσαντες δὴ τὰς νῆας ἀπῆλθον, ἀλλὰ καὶ τούτοις δέος ἐστὶν ὄπιδος. κρεῖττον μέντοι τὸ πρῶτον καὶ λογικώτερον καὶ ἀβίαστον. (Vers. 88.) Πειραταὶ δὲ ὑπόκεινται οἱ ῥηθέντες ἀνάρσιοι, ὡς δηλοῖ τὸ πλησάμενοι νῆας. ὄπιδα δὲ καὶ νῦν τὴν εἰς τὸ μέλλον θείαν ἐπιστροφὴν λέγει. Ἐλεητὺν δὲ τὸν ἔλεον Αἰολικῶς, ὥς φασιν οἱ παλαιοί. (Vers. 90.) Ὅτι βιαίαν μνηστείαν φράζει τὸ, οὐκ ἐθέλουσι δικαίως μνᾶσθαι, οὐδὲ νέεσθαι ἐπὶ σφέτερα, ἀλλὰ ἕκηλοι κτήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδ' ἔπι φειδὼ, ἢ οὐκέτι φειδώ. δαπάνην δὲ ἀνένδεκτον βίου πολλοῦ ἀλλοτρίου δηλοῖ τὸ, ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσιν, ἤγουν ἐξ Ἡλίου ἢ Οὐρανοῦ κατὰ Ἄρατον, οὔ ποτε ἓν ἱερεύουσιν ἱερεήϊον, τουτέστιν οὐδέ ποτε σφαγιάζουσι σφάγιον ἓν, ὃ δὴ τρόπος ἐτυμολογίας ἐστὶν, οὐδὲ δύ' οἴω, ἀλλὰ δηλαδὴ πολλά. οἶνον δὲ φθινύθουσιν ὑπέρβιον ἐξαφύοντες, ἤγουν ἀντλοῦντες, ὃ δὴ πρωτότυπόν ἐστι τοῦ ἀφύσσοντες. (Vers. 96.) Σύστασις δὲ πλούτου τὸ, ἦ γάρ οἱ ζωή γ' ἦν ἄσπετος, οὔ τινι τόσση ἀνδρῶν ἡρώων, οὔτε ξυνεείκοσι φωτῶν ἔστ' ἄφενος τοσοῦτον. Καὶ ὅρα ὅτι τε ζωὴν ἔφη τὴν εἰς τὸ ζῆν κτῆσιν καὶ χορηγίαν οἷα διχῶς τῆς ζωῆς λεγομένης κατὰ τοὺς παλαιοὺς, ἐπί τε τῆς συνήθους δηλαδὴ καὶ ἐπὶ τῆς περιουσίας. (Vers. 98.) καὶ ὅτι τὸ ξυνεείκοσιν ὅμοιόν ἐστι τῷ σύνδυο καὶ σύντρεις καὶ τοῖς τοιούτοις. (Vers. 99.) καὶ ὅτι οὐδετέρως ἔφη τὸ ἄφενος, καθὰ καὶ ἐν Ἰλιάδι.