# Commentarii ad Homeri Odysseam 2.67.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.67.1

ἐμφαντικῶς ὑπὸ τοῦ Ὀδυσσέως ῥηθὲν εἰς δήλωσιν τοῦ, ὅτι πάρεστιν ὁ λαλούμενος Ὀδυσσεὺς καὶ χρὴ λοιπὸν αὐτίκα δηθῆναι τὸ εὐαγγέλιον. ἐπεὶ δὲ πτοεῖται ὑποπτευθῆναι, στρέφει μετ' ὀλίγα τὸν λόγον ἄλλως εἰς ἐπίκρυψιν τοῦ αὐτίκα καὶ λέγει, ὡς τοῦδε τοῦ ἐνιαυτοῦ ἐλεύσεται Ὀδυσσεύς. (Vers. 156.) Ὅτι γνωμικῶς ἐῤῥέθη τὸ, ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσι γίνεται, ὃς πενίῃ εἴκων ἀπατήλια βάζει. (Vers. 157.) πρόσκειται δὲ τὸ πενίῃ εἴκων πρὸς διαστολὴν ἑτέρων αἰτιῶν ἐπαινουμένων ἃ πείσοι ἄν τινα πρὸς ἀπάτην λαλεῖν, ὡς Ὀδυσσεὺς τοὺς μνηστῆρας ἀπατᾷ λόγοις οἷα ἐχθρὸς, καὶ τὴν Πηνελόπην δὲ, ὡς ἂν ἑαυτὸν ἀναγκαίως ἐπικρύψῃ. ὁμοίως δὲ καὶ τοῦτον τὸν Εὔμαιον. (Vers. 156.) Τὸ δὲ ἀπατήλιον ὁμοίως τῷ νοσήλιον ἐσχημάτισται καὶ τοῖς τοιούτοις. τὸ δὲ ἐχθρὸς γάρ μοι καὶ ἑξῆς ὁ ὅλος στίχος, καὶ ἐν Ἰλιάδι κεῖται ταυτολογίας τρόπῳ. (Vers. 158.) Ὅτι προκεφαλαιούμενος κἀνταῦθα ὁ ποιητὴς τὰ ἐφεξῆς ποιεῖ τὸν Ὀδυσσέα λέγοντα οὕτω πρὸς Εὔμαιον· ἴστω θεὸς ξενίη τε τράπεζα ἱστίη τ' Ὀδυσσέως ἀμύμονος, ἣν ἀφικάνω, ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω. (Vers. 161.) τοῦ δ' αὐτοῦ λυκάβαντος, ἢ μᾶλλον κατὰ τοὺς ἀκριβεστέρους, τοῦ δ' αὖ τοῦ λυκάβαντος, ἐλεύσεται ἐνθάδ' Ὀδυσσεὺς, τοῦ μὲν φθίνοντος μηνὸς, τοῦ δ' ἱσταμένοιο, τουτέστι περὶ ἀκριβῆ τριακάδα μηνὸς, ὡς φανήσεται ὅτε καὶ Ἡλίου ἔκλειψις ἱστορηθήσεται, οἴκαδε νοστήσει. καὶ ἔστι τοῦτο σαφέστερον τοῦ, τὸν Ὀδυσσέα ἐλθεῖν ἐνθάδε τῷδε τῷ λυκάβαντι, ὥς περ αὖ πάλιν ἐπὶ πλέον τούτου σαφὲς τὸ, εὐαγγέλιον δέ μοι ἔστω αὐτίκα, ἐπειδὰν κεῖνος ἔλθοι. ὥρισται γὰρ ἐνταῦθα ἐμφαντικῶς, ὡς ἤδη νῦν ἦλθεν. (Vers. 163.) ἐπόμνυται δὲ ὁ ποιητικὸς ξεῖνος καὶ ὅτι τίσεται τοὺς ἐχθροὺς ἐλθὼν Ὀδυσσεύς. καὶ οὕτω μὲν ὁ ἀλήτης δεσπότης. (Vers. 171.) ὁ δὲ Εὔμαιος ὑποτιθεὶς οὐ χρείαν ὅρκων ἐν τοῖς ἀδήλοις εἶναι πρὸς βεβαίωσιν ἀλλ' εὐχῆς πρὸς ἀποτέλεσμα; φησίν· ἀλλ' ἤτοι ὅρκον μὲν ἐάσομεν, ἐκεῖνος δὲ ἔλθοι, ὅπως μιν ἔγωγ' ἐθέλω καὶ οἱ αὐτοῦ. (Vers. 158.) Ἰστέον δὲ ὡς Ἡρακλείδης ἡμαρτῆσθαι εἰπὼν τὸ ἴστω, γράφει τοιαῦτα. τὰ διὰ τοῦ σ ἐκφερόμενα προστακτικὰ καὶ εἰς ω λήγοντα ἀρκτικὸν ἔχει τοῦ ω τὸ θ, οἷον, λεγέσθω, ποιείσθω καὶ τὰ ὅμοια. ἡμάρτηται οὖν τὸ ἴστω, καθὰ καὶ τὸ ἔστω, διὰ τοῦ τ λεγόμενα. νοητέον δέ, φησιν, ἡμαρτῆσθαι αὐτὰ διὰ τὴν πρόθεσιν τοῦ σ, ἤ περ τὴν διὰ τοῦ τ γραφήν. ταῦτα δὲ οὕτως εἰπὼν ἐπάγει μετ' ὀλίγα, ὅτι ἔνιοι ἐν τῷ ἔστω καὶ ἴστω οὔ φασι περιττεύειν τὸ σ, ἐκ τοῦ ἰσέτω δὲ καὶ ἐσέτω κατ' ἔξαρσιν γενέσθαι τὸ ἴστω καὶ ἔστω. κἂν μὲν ἀοριστώδη χρόνον σημαίνει τὸ ἔστω, τὸ α εἶναι ἐξαιρούμενον· ἐπὶ δὲ μέλλοντος τὸ ε λείπειν οὐ τὸ α. ἐφ' οἷς ἐπικρίνει, ὅτι τὸ α λείπει, ἵνα ᾖ ἐσάτω ἔστω. ποιησέτω γὰρ ἢ νυξέτω οὐδεὶς λέγει. εἰ δέ, φησι, καὶ λείπει τὸ ε, ὡς ἐνεστῶτα νοητέον, κατὰ τὸ νυσσέτω. ἐν τούτοις δὲ κατασείων καὶ τοὺς τὸ ἔτω, ἀφ' οὗ τὸ ἔστω, ἤτω λέγοντας ἐκτάσει τοῦ ε εἰς ἦτα λέγει, ὡς οὐδὲν εἰς τω λῆγον προστακτικὸν ἔχον παρατέλευτον τὸ ε μετατίθησιν αὐτὸ εἰς ἦτα. οὐδεὶς γὰρ τὸ φερέτω, λεγέτω, φερήτω λεγήτω φησίν. οὐκοῦν οὐδὲ ἔτω ἤτω. ὡς δέ, φησι, καὶ τὸ ἔτω ἡμάρτηται διὰ τοῦ ε λεγόμενον, παράπηγμα διδάξει τόδε. πᾶσα μετοχὴ εἰς ων ὀξύτονος τὸ τρίτον προστακτικὸν διὰ τοῦ ετω περαιοῖ, ἐλθὼν ἐλθέτω, σχὼν σχέτω, σπὼν σπέτω καὶ μετασπέτω. ταύτῃ τοι καὶ ἀπὸ τοῦ εἰπὼν εἰπέτω ῥητέον. προστακτικὸν μέντοι ἀορίστου μετοχῆς ἅπαν ληγούσης εἰς σίγμα, ὅτε εἰς τω περαιοῦται ἐπὶ τρίτου προσώπου τῷ ἦτα παραλήγεται, οἷον σφαγεὶς σφαγήτω, δαρεὶς δαρήτω. καὶ ἀπὸ τοῦ θεὶς οὖν καὶ εἰς θήτω καὶ ἤτω, οὐ μὴν θέτω καὶ ἔτω, ἔνθα ἡμαρτῆσθαι εἰπὼν κατὰ τὸ θέτω καὶ ἔτω, ἤγουν ὑπαρχέτω, καὶ τὸ ἕτω, ἀφ' οὗ σύνθετον τὸ ἀφέτω, λέγει καὶ ὅτι τινὲς οὔτε ἔτω φασὶ προστακτικὸν, οὔτε ἀπ' αὐτοῦ τὸ ἤτω, ἀλλὰ ἐέτω τρισύλλαβον ἀπὸ τῆς ἐὼν μετοχῆς. ὅθεν γενέσθαι τὸ εἴτω ἐν διφθόγγῳ, καὶ ἐκεῖθεν ἤτω διὰ τοῦ ἦτα, ὡς ἐν τῇ α ῥαψῳδίᾳ προγέγραπται. ὁ δ' αὐτὸς Ἡρακλείδης τῆς αὐτῆς ἐὼν ὀξυτόνου μετοχῆς τὸ εὐκτικὸν κανονίζων λέγει ὅτι καθὰ τῆς ἐλθὼν καὶ εἰπὼν μετοχῆς εὐκτικὰ ἔλθοι καὶ εἴποι, οὕτω δὲ καὶ σχὼν ἐπίσχοι καὶ ἐπισπὼν πότμον ἐπίσποι, οὕτω καὶ ἀπὸ τῆς ἐὼν ἔοι, οὐχὶ εἴη. περὶ δὲ τοῦ εἴη, οὗ λόγος ἔσται τις καὶ ἐν τοῖς μετὰ ταῦτα, λέγει ὡς πᾶν ῥῆμα εὐκτικὸν ἔχον τὴν ει δίφθογγον παρατέλευτον καὶ τὸ τέλος διὰ τοῦ η ἐκ μετοχῆς πεποίηται ληγούσης εἰς εις οὐ μὴν εἰς ων. καὶ τοῦτο φανερόν φησιν ἐκ τῶν Αἰολικῶν μετοχῶν. Αἰολεῖς γὰρ τὸ νοῶν νοοίην φρονῶν φρονοίην, καὶ τὰ ὅμοια τὰ παρ' ἡμῖν, φιλείην λέγουσι καὶ νοείην, ἐπειδὴ καὶ τὰς μετοχὰς αὐτῶν εἰς εις προφέρουσι, φίλεις καὶ νόεις λέγοντες ἀντὶ τοῦ φιλῶν καὶ νοῶν. κατὰ δὴ τὸ ὅμοιον καὶ ἀπὸ τῆς ὦν πρωτοτύπου μετοχῆς συζυγίας πρώτης τῶν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
