# Commentarii ad Homeri Odysseam 2.7.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.7.1

εἰλοῦσιν αὐτά. καὶ ἀράχνης δὲ οὕτω μηρύεται κατά τινα εἴλησιν τὸν αὐτοῦ ἱστόν. καὶ ἱμονιοστρόφοι δὲ οὕτω μηρύονται, ἅ περ συγκλώθουσιν. (Vers. 171.) Ἐκ δὲ τοῦ, ἐπ' ἐρετμὰ ἑζόμενοι, λαβὰν ὁ κωμικὸς ἔφη τὸ, κάθιζ' ἐπὶ κώπην. (Vers. 173.) Τροχὸν δὲ κηροῦ ἀκριβέστατα λέγει. κύκλον γὰρ εἰπεῖν τὸ στερεὸν ἤ τοι τριχῇ διαστατὸν, ἀνάκριβες. ἐπίπεδον γὰρ κυρίως ὁ κύκλος ὁ ἀβαθής. οὕτω δὲ καὶ τυροῦ τροχὸς καθ' ὁμοιότητα τοῦ κατὰ ἅρμα καὶ ἅμαξαν. (Vers. 176.) Ὑπεριονίδην δὲ Ἥλιον λέγει ἐντελῶς, ὃν ἀλλαχοῦ φησὶ συγκεκομμένως Ὑπερίονα. (Vers. 178.) Ὁ δὲ ἐν νηῒ θεούσῃ δεσμὸς τῶν τε χειρῶν τῶν τε ποδῶν τοῦ φιλοσόφου Ὀδυσσέως παντελῆ μὲν ἀπραξίαν δηλοῖ αὐτοῦ ὅτε θεωρητικῶς βιοῖ, οὐ μὴν καὶ πάντῃ πάντως ἄκραν ἀκινησίαν. εἰ γὰρ καὶ μὴ ποσὶ κινεῖται βαδιστικῶς, ἀλλ' ἑτέρως θέει καὶ διαβαίνει ἔνθεν ἐκεῖ κατὰ τὸ πρέπον τῇ θεωρίᾳ, μελετῶν ὅσα καὶ οἷα προσωπικῶς τε καὶ τοπικῶς καὶ ὡς εἰπεῖν πολυτρόπως μεταχειρίσεται, ὅτε θεωρεῖν ἀφεὶς τοῦ πράττειν γενήσεται, καί πως τηνικαῦτα κινούμενός τε ἀκινητίζει, καὶ αὖ πάλιν ἀκίνητος ὢν θέει κατὰ νοῦν ἢ καὶ ὡς οἷον πέτεται οὐριοδραμῶν. (Vers. 182.) Τὸ δὲ ῥίμφα διώκοντες ὑπερβατῶς μὲν συνταχθὲν ὀρθῶς ἔχει, ἵνα λέγῃ ὅτι αὐτοὶ ἑζόμενοι ἅλα ἔτυπτον ἐρετμοῖς, ῥίμφα διώκοντες. εἰ δέ τις αὐτὸ συντάξει ἑτέρως ἢ ἐσολοίκισεν ἢ σολοικοφανῶς συνέταξεν, εἰπεῖν εὐφημότερον, ἵνα λέγῃ Ἀττικῶς, ὅτι ἀπῆν ἡ ναῦς ῥίμφα διώκοντες, τουτέστιν οἱ ἐν τῇ νηῒ ναῦται ἄνδρες, διὰ τὸ μηδὲν εἶναι κατὰ τὸν τραγικὸν μήτε νῆα μήτε πόλιν ἔρημον ἀνδρῶν τῶν ὄντων ἔσω. (Vers. 186.) κεῖται δὲ τὸ διώκοντες ἀντὶ τοῦ κατὰ σπουδὴν ἐλαύνοντες, ὡς εἴ πέρ τι ἐδίωκον. ἐδίωκον δὲ πάντως τὸ συμφέρον, καθὰ καί τις ἐν μάχῃ φεύγων καὶ αἰτιαθεὶς διώκειν ἔφη τὸ συμφέρον ὀπίσω που τυγχάνον. (Vers. 197.) Τὸ δὲ παρήλασαν νῦν μὲν ἐπὶ νηός· λέγεται δὲ κατὰ κυριολεξίαν ὁμοίαν καὶ ἐπὶ ἁρματηλατῶν. (Vers. 188.) Τὸ δὲ τερψάμενος καὶ πλείονα εἰδὼς τὸ τέλος ἐστὶ τῆς ποιήσεως. ἧς ἀρετὴ σοφίζειν μεθ' ἡδονῆς. (Vers. 189.) Τὸ δὲ ἴδμεν πάντα πιθανολογεῖ τὸ καὶ τὸν Ὀδυσσέα ὑπὸ Σειρήνων γινώσκεσθαι, διὸ καὶ πρὸς ὄνομα καλοῦσιν αὐτόν. ὑπεμφαίνει δὲ καὶ μαντικὴν εἶναι τὴν ποίησιν, εἴ γε καὶ αἱ ἀοιδοὶ Σειρῆνες οἴδασιν οὐ μόνον ὅσα καθ' ἱστορίαν γεγονότα μὴ εἶδον αὐταὶ, ἀλλὰ καὶ τὰ ὄντα, καὶ ὅσα δὲ, ὡς καὶ πρὸ ὀλίγων ἐῤῥέθη, γενήσεται. (Vers. 198.) Ἐν δὲ τῷ, οὐ φθογγῆς ἠκούομεν οὐδὲ ἀοιδῆς, φανερὰ διαφορὰ τῆς τε ἁπλῶς οὕτω φθογγῆς καὶ τῆς μετὰ τοῦ περιᾴδειν ἤτοι μέλπειν, ὁποία τις καὶ ἡ ἔμμετρος καὶ ἡ κατὰ Σειρῆνας. ἔστι γὰρ ἀοιδὴ φθογγὴ ἐμμελής. δῆλον δὲ ὅτι τε καὶ ἐπὶ ἀλόγων ἡ φθογγὴ καθὰ καὶ τὸ φθέγγεσθαι, καὶ ὅτι, ὥσπερ χόλος χολὴ μόνος μονὴ καὶ τὰ ὅμοια, οὕτω καὶ φθόγγος φθογγή. ὡς δὲ καὶ τοῦ κελαδεῖν τοῦ τε ἄλλως καὶ τοῦ κατ' ὄρνιθας διαφέρει τὸ ᾄδειν, δηλοῖ ὁ γράψας οὕτω. καὶ τὰς ἀλεκτορίδας ἀπέκτεινε, τοῦ μὴ κελαδούσας καὶ ᾀδούσας ἐπὶ τοῖς ὠοῖς μηνύσαι τὸν μοιχόν. ἡ δὲ αὐδὴ ἄλλο τι περὶ ταῦτα. δεδήλωται γὰρ ἀνθρωπίνῃ φωνῇ ᾠκειῶσθαι ἡ τοιαύτη λέξις, οὐ φθογγὴ ἁπλῶς οὖσα ἢ ἡ τυχοῦσα φωνὴ, ἀλλὰ σύνδεσμον ἀποσώζουσα ἐναρμονίου φθογγῆς εἴτουν φωνῆς, καιριώτερον δὲ εἰπεῖν λαλιᾶς. διὸ καὶ παρὰ τὸ αὔω τὸ φωνῶ καὶ τὸ δέω τὸ δεσμῶ ἐτυμολογεῖσθαι δοκεῖ, καὶ ἁρμόζειν ἀνθρώποις ὡς μάλιστα, καθὰ καὶ ὁ λόγος. ὅθεν καὶ αὐδήεσσα Κίρκη καὶ εἴ τις ἄλλη τοιαύτη οὐχ' ἁπλῶς ἡ περιβόητος ἢ περιλάλητος, ἀλλὰ ἡ χρωμένη αὐδῇ, τουτέστιν ἀνθρωπίνῃ διαλέκτῳ. εἰ δέ ποτε καὶ ἡ φωνὴ ὁμοίως τῇ αὐδῇ ἐπὶ ἀνθρώπου ἰδιάσει καινότερον, θεραπεύεται τότε φιλοσόφως ἡ τόλμα δι' ἐτυμολογίας. τηνικαῦτα γὰρ οὐ φαμὲν ὁρισμὸν φωνῆς τοιαύτης τὸ ἀέρα πεπληγμένον αὐτὴν εἶναι ἢ ἴδιον αἰσθητὸν ἀκοῆς, ἀλλὰ δηλαδὴ φῶς νοῦ. τοιοῦτος γὰρ ὁ προφορικὸς λόγος, διαφωτίζων τοῖς ἀκροαταῖς τὸν ἐνδιάθετον, ὃς ἐν καρδίᾳ μελετᾶται. (Vers. 59.) Ὅτι μετὰ τὰς Σειρῆνας τρεῖς ὑποτίθενται τόποι, ὧν ὁ μὲν εἷς πάντῃ πάντως ἄπλωτος οἷα ἐπικίνδυνος, ὁ περὶ τὰς ῥηθησομένας Πλαγκτάς. (Vers. 73.) ἐν θατέρῳ δὲ πλευρῷ δύο σκόπελοι, ὧν ὁ μὲν εἷς ὑψηλότερος περὶ ὃν ἡ Σκύλλα, κακὸν ἐκείνη ἄφυκτον μὲν, οὐχ' οἷον δὲ αἱ Πλαγκταί. ὁ δὲ ἕτερος πῇ μὲν μέγα κακὸν, εἴ περ τύχῃ, καὶ πανώλεθρον, πῇ δὲ οὐδόλως κακὸν, εἴ περ ἄλλως τύχῃ, ὡς ῥηθήσεται, περὶ ὃ ἡ Χάρυβδις. ἔνθα ναῦς ἐμπεσοῦσα, ἀναῤῥοιβδούσης μὲν ἐκείνης, ἐξόλλυται, κατὰ χώραν δὲ μενούσης οὐδέν τι πάσχει κακόν. μέσος δὲ τῶν Πλαγκτῶν καὶ τῶν ἑτέρωθεν δύο σκοπέλων, ἢ μάλιστα μέσος τῶν δύο τούτων σκοπέλων πλησίον ὄντων κατὰ τὸν ποιητὴν καὶ πορθμὸν οὕτως ἀποτελούντων, πορθμὸς οὗτος πλάττεται εἶναι στενώτατος. Κίρκη δὲ παραινεῖ τῷ Ὀδυσσεῖ μήτε τῷ προφανεῖ κακῷ ἑαυτὸν ἐπιῤῥίψαι, τῷ περὶ τὰς Πλαγκτὰς, μήτε τῇ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
