# Commentarii ad Homeri Odysseam 2.75.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.75.1

βανον ὡς οἷα γέρας, καθὰ πρὸ ὀλίγων ἐῤῥέθη, πολλὰ δ' ὀπίσω λάγχανον, αἶψα δὲ οἶκος ὀφέλλετο. ἕτερον οὖν οἰκωφελία καὶ ἕτερον ὀφέλλεσθαι οἶκον. ἐκείνην μὲν γὰρ οὐ φιλεῖ Ὀδυσσεὺς, τὸ δὲ ὀφέλλεσθαι οἶκον φιλεῖ πραγματιωδῶς. καὶ ἔστιν ὀφέλλεσθαι μὲν οἶκον τὸ ἄλλως αὔξεσθαι χρήμασιν, ἐξ ὧν δεινός τ' αἰδοῖός τε παρὰ τοῖς εἰδόσι τις τέθειται, ὡς αὐτὸς εὐθὺς λέγει σεμνύνων συνήθως τὸν πλοῦτον, εἴ γε τοιούτους ποιεῖ τοὺς ἔχοντας. οἰκωφελία δὲ κατὰ τοὺς παλαιοὺς ἡ οἰκουρία καὶ ἐπιμέλεια τοῦ οἴκου διὰ γεωργίας τυχὸν ἢ τοιούτου τινὸς, οὐ μὴν δι' ἀποδημίας τῆς κατ' ἐμπορίαν ἢ κατὰ πόλεμον. καὶ ἄλλως δὲ εἰπεῖν, οἰκωφελία ἐστὶ πορισμὸς βίου εἰρηναίου ἤτοι τοῦ κατὰ εἰρήνην κουροτρόφου διὸ εἰπὼν οἰκωφελίη ἐπήγαγεν· ἢ τρέφει ἀγλαὰ τέκνα, ὃ ταυτόν ἐστι τᾷ, κούρους τρέφει, τουτέστι κουροτρόφος ἐστὶν, ἀπεναντίας πρὸς τοὺς βροτολοιγοὺς πολέμους καὶ τὰ ἑξῆς λυγρὰ καὶ ῥιγηλά. εἰσὶ δὲ οἳ καὶ τὴν οἰκοδομίαν οἰκωφελίαν εἶπον, δι' ἧς οἶκος ἀνεγειρόμενος ὀφέλλεται, ὅ ἐστιν αὔξεται. τοῦτο δὲ ἴσως εὐτελέστερον καὶ οὐ πόῤῥω γελοίου. οὕτω καὶ παρ' Ἡσιόδῳ ὁ χειροδίκης μὲν τὸ σύνθετον οὐκ ἀγαθόν. δηλοῖ γὰρ τὸν κατὰ χεῖρα βίαιον· ᾧ δὲ δίκη ἐν χερσὶν, ἀγαθὸς ἐκεῖνος. ψέγων οὖν ἐκεῖνος τοὺς τότε λέγει, ὅτι δίκη ἐν χερσὶν αὐτοῖς καὶ αἰδὼς οὐκ ἔστιν. Ἔτι ὁμοίως ὑπὸ σκιᾷ μὲν μαχοῦνται κατὰ Ἡρόδοτον Ἕλληνες, τοῦ νέφους τῶν βαρβαρικῶν βελῶν σκιάζοντος τὸν ἥλιον. ἡ δὲ σκιαμαχία τὸ σύνθετον καὶ τὸ σκιαμαχεῖν ἑτέραν ἔχουσιν ἔννοιαν. Ἔτι καθ' ὅμοιον τρόπον καὶ τὸ, ὠμογέροντα δέ μιν φασὶν εἶναι, διάφορον ἔοικεν εἶναι τοῦ, ὠμῷ γήραϊ δῶκε τὸν Λαέρτην θανοῦσα ἡ γυνή. ὠμογέρων μὲν γὰρ ἡλικία γέροντος, ἄρτι παραλλάξαντος τὸν ἀκμάζοντα καὶ ἐλευσομένου εἰς τὸ λέγεσθαι γέρων, εἶτα εἰς τὸ πέμπελος, μετὰ δέ γε εἰς τὸ σύφαρ. ὠμῶς μέντοι γηράσαι λέγεται ὁ μὴ ἀκριβῶς γέρων ἀλλὰ πρὸ ὥρας πεπανθεὶς τῷ γήρᾳ. καὶ τοιόνδε μὲν καὶ τοῦτο. (Vers. 208.) Πολλὰ δὲ τῶν τοῦ ῥηθέντος ψευδοχωρίου χρήσιμα καὶ εἰς λόγων παραπλοκὰς, οἷον τὸ, τοὶ δὲ ζωὴν ἐδάσαντο καὶ ἐπὶ κλήρους ἐβάλοντο, χρήσιμον εἰς περιουσίας δασμόν. ἔνθα καὶ κάλλος ἔχει τὸ ἐν τοῖς δυσὶ στίχοις ὁμοιοκατάληκτον. (Vers. 207.) ἐν οἷς καὶ περίφρασις τοῦ θανεῖν τὸ, ἀλλὰ τοῦτον μὲν Κῆρες ἔβαν θανάτοιο φέρουσαι εἰς Ἀΐδαο δόμους, ἤγουν ἀλλ' οὗτος μὲν ἔθανεν. (Vers. 211.) ἔπαινος δὲ προσωπικὸς τὸ, ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων εἵνεκ' ἐμῆς ἀρετῆς, ὅ ἐστιν ἀνδρίας. ἐπεὶ οὐκ ἀποφώλιος ἦα οὐδὲ φυγοπτόλεμος. (Vers. 213.) εἰ δὲ καὶ δυστυχὴς τὰ ἐσύστερον ἀπεκβῇ ὁ τοιοῦτος, οἰκεῖα καὶ τὰ ἐφεξῆς· νῦν δ' ἤδη πάντα λέλοιπεν, ἀλλ' ἔμπης καλάμην γε, καὶ ἑξῆς, ὡς προγέγραπται. (Vers. 216.) ὁμοίως δὲ ἔπαινος ἀνδρίας καὶ τὸ, ἦ μὲν δὴ θάρσος μοι Ἄρης τ' ἔδοσαν καὶ Ἀθήνη· καὶ ῥηξηνορίην ὁπότε κρίνοιμι λόχονδε ἄνδρας ἀριστῆας κακὰ δυσμενέεσσι φυτεύων. οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ. (Vers. 220. sqq.) ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος προμάχου δίκην, καὶ διὰ τὸ ποδώκης δὲ, ὡς εἰκὸς, εἶναι, ἔγχει ἕλεσκον ἀνδρῶν δυσμενέων, ὃς ἄν μοι εἴξειε πόδεσσιν, ὑποχωρήσας δηλαδή. τοῖος ἔον ἐν πολέμῳ, τῷ κατὰ γῆν δηλονότι. ἔργον δέ μοι οὐ φίλον ἔσκεν οὐδ' οἰκωφελίη ἥτε τρέφει ἀγλαὰ τέκνα. (Vers. 224.) εἰ δὲ καὶ ναύμαχος ἀγαθὸς ὁ τοιοῦτος, ἐπιπρέπει καὶ τὰ ἐφεξῆς τούτοις· ἀλλά μοι νῆες ἐπήρετμοι φίλαι ἦσαν καὶ πόλεμοι καὶ ἄκοντες ἐΰξεστοι καὶ ὀϊστοὶ, λυγρὰ, τά τ' ἄλλοισί γε καταριγηλὰ πέλονται. αὐτὰρ ἐμοὶ τὰ φίλ' ἔσκε, τά που θεὸς ἐν φρεσὶ θῆκεν. ἐπειδὴ, ὡς ἐῤῥέθη, ἄλλος ἄλλοις τέρπεται ἔργοις. (Vers. 216.) ἔστι δ' ἐν τοῖς ἄρτι ῥηθεῖσι θάρσος μὲν, θερμότης ἔμφρων ἐναντία τῷ θράσει, ἣν καὶ λαβεῖν ἐξ Ἀθηνᾶς φησὶν Ὀδυσσεύς. (Vers. 217.) ῥηξηνορία δὲ ἡ ἐκ ῥωμαλεότητος ἀνδρία καὶ ῥῆξις ἀνέρων ἀνθισταμένων, ἣν ὁ Ἄρης αὐτῷ δοῦναι λέγεται ἐν τῷ, θάρσος μοι Ἄρης τ' ἔδοσαν καὶ Ἀθήνη. ὃ δὴ καὶ αὐτὸ Ἀλκμανικόν ἐστι σχῆμα κατὰ τὸ, Πυριφλεγέθων τε ῥέουσι Κωκυτός τε. (Vers. 219.) Τὸ δὲ οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς, ἐν πολέμῳ δηλαδή. ἄλλως γὰρ ἐν τοῖς ἑξῆς κατ' οἶκον εὕρηται Ὀδυσσεὺς ὀϊσάμενος θάνατον, ὃς ἐπετέλλετό ποτε τῇ γυναικὶ, ὡς εἰ τεθνήξομαι, ποίησον τὰ καὶ τά. Λόχου δὲ μέμνηται ὡς ἐν αὐτῷ μάλιστα, καθὰ καὶ ἡ Ἰλιὰς δηλοῖ, τῶν ἀνδρείων διαφαινομένων. (Vers. 222.) Ἔργον δέ τινες τὴν γεωργίαν μόνην ἐνόησαν κατ' ἐξοχὴν ἐν τῷ· ἔργον δέ μοι οὐ φίλον ἔσκε, παρὰ τὴν ἔραν λέγοντες τοῦτο καὶ τὴν γῆν ταυτοδυνάμους λέξεις. (Vers. 223.) οἰκωφελίαν δὲ, οὐ μόνον τὴν οἰκουρικὴν οἰκονομίαν, ἀλλὰ καὶ τὴν ἐμπορίαν. τὴν οἰκοδομίαν γὰρ, ὡς καὶ προεῤῥέθη, νοῆσαι ἀποδεδοκίμασται. (Vers. 224.) Τὸ δὲ ἐπήρετμοι καὶ τὰ ἑξῆς πρὸς διαστολὴν κεῖται τῶν ἄλλως μετὰ φόρτου

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
