Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.76.1
Not analysed yet
ναυτιλλομένων. εἰ γὰρ καὶ ἐκεῖνο εἶδεν οἶκον ὀφέλλειν, ἀλλ' Ὀδυσσεὺς προτιμήσασθαι λέγει τὸ κινδυνωδέστερον. (Vers. 226.) Τὸ δὲ λυγρὰ καὶ τὸ ῥιγηλὰ, ὅ ἐστι φρικτὰ καὶ θανατηρὰ, οὐδετέρως προῆκται, ὡς πρὸς πράγματα. πάντως γὰρ πρᾶγμα καὶ οἱ λυγροὶ καὶ ῥιγηλοὶ πόλεμοι καὶ τὰ ἑξῆς. (Vers. 236.) Τὸ δὲ ἄλλ' ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν θεὸς ἐφράσατο ἣ πολλῶν ἀνδρῶν ὑπὸ γούνατ' ἔλυσεν ὁποία καὶ ἡ περὶ Τροίαν, ἐπὶ μεγάλου πολέμου ἢ καὶ ἄλλως ὁδοῦ ἐπικινδύνου ῥηθήσεται. (Vers. 239.) Φόβον δὲ δήμου ἐμφαίνει τὸ, οὐδέ τι μῆχος ἦεν ἀνήνασθαι, χαλεπὴ δ' ἔχε δήμου φῆμις, ἤγουν ὠργίζονται οἱ δημόται. Καὶ ὅρα τὸ φῆμις διὰ τοῦ ἰῶτα καὶ νῦν ἔχον τὴν παραλήγουσαν. (Vers. 244.) Σπουδὴν δὲ ἐμπορικὴν φράζει τὸ, ὀλίγον ἔμεινα τεταρπόμενος τεκέεσσι κουριδίῃ τ' ἀλόχῳ καὶ κτήμασιν. αὐτὰρ ἔπειτα θυμὸς ἀνώγει ναυτίλλεσθαι, (Vers. 247.) νῆας εὖ στείλαντα. ἐξ οὗ ῥήματος καὶ ὁ στόλος γίνεται. (Vers. 248.) Ἐννέα δὲ αἱ τοιαῦται πλάττονται νῆες διὰ τὸ φιλεῖσθαι τὸν τοιοῦτον ἀριθμὸν τῷ ποιητῇ φανερῶς. (Vers. 249.) Εἰλαπίνην δὲ λαμπρὰν δηλοῖ τὸ, ἐξῆμαρ μὲν ἔπειτα οἱ δεῖνα δαίνυντο, αὐτὰρ ἔγωγε ἱερήϊα πολλὰ παρεῖχον δαῖτα πένεσθαι. (Vers. 250.) λέγει δὲ καὶ νῦν ἱερεῖα τὰ σφάγια. (Vers. 253.) Πλοῦν δὲ εὐτυχῆ φράζει τὸ, ἐπλέομεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ ῥηϊδίως, ὡσεὶ καταῤῥόον, περὶ οὗ προείρηται. οὐ δέ τις οὖν μοι νηῶν πημάνθη, ἀλλ' ἀσκεθέες καὶ ἄνουσοι ἥμεθα. τὰς δ' ἄνεμός τε κυβερνῆταί τ' ἴθυνον. (Vers. 255.) Καὶ ὅρα τὸ ἀσκεθέες. ὅ περ εἰ μὲν ἀπὸ τοῦ ἀσκῶ ἀσκήσω γίνεται, συστολὴν ἔπαθε τοῦ τῆς προπαραληγούσης η εἰς ε, ὁμοίως τῷ, ξηρὸν ξερόν· οἷον, ποτὶ ξερὸν ἠπείροιο· εἰ δὲ ἀπὸ τοῦ σχέθω ἐτυμολογεῖται, φυσικῶς ἔχει τὸ ε. δύναται δὲ καὶ ἐκ τοῦ ἀσκῶ ἀσκέσω γενέσθαι ἀσκεθὴς, καθ' ὁμοιότητα τοῦ, ποθῶ ποθέσω καὶ στερῶ στερέσω, ὡς τὸ, οὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελεν, ὃ ἐν τοῖς πρὸ τούτων ἔφη ὁ ποιητής. (Vers. 261.) Στρατηγικὸν δὲ τὸ, ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι. κεῖται δὲ ἡ τοῦ ὀπτῆρος ἤτοι κατασκόπου χρῆσις καὶ παρὰ Σοφοκλεῖ. (Vers. 262.) Εἰ δὲ τυχόν τινες θρασυνάμενοι στρατιωτικώτερον κακόν τί που μέγα δράσουσι, ῥηθείη ἂν περὶ τῶν τοιούτων τὸ, οἱ δ' ὕβρει εἴξαντες ἐπισπόμενοι μένεϊ σφῶν, αἶψα μάλα τῶν δεῖνα ἀνδρῶν περικαλλέας ἀγροὺς πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα, αὐτούς τ' ἔκτεινον. τάχα δ' ἐς πόλιν ἵκετο ἀϋτή. ταῦτα δὲ καὶ ληΐδος ἔχουσιν ὑπογραμμόν. (Vers. 266.) ὥς περ πολέμου φανεροῦ τὰ ἐφεξῆς· οἱ δὲ βοῆς ἀΐοντες ἦλθον. πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων, χαλκοῦ τε στεροπῆς. ἐν δὲ θεὸς φύζαν τοῖς δεῖνα κακὴν βάλεν. οὐδέ τις ἔτλη μεῖναι ἐναντίβιον, ὃ δὴ ἑρμηνεία φύζης ἐστί. περὶ γὰρ κακὰ πάντοθεν ἔστη, τουτέστι περιεστάθη καὶ κύκλῳ ἔστη τὰ κακά. ἐπιφωνηματικῶς δὲ τοῦτο κεῖται καθ' ὁμοιότητα τοῦ, πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο. (Vers. 273.) Αὐτομόλου δέ τινος οὐ πάνυ εὐτυχοῦς χαρακτὴρ τὸ, αὐτὰρ ἐμοὶ θεὸς αὐτὸς ἐνὶ φρεσὶν ὧδε νόημα ποίησεν, ὡς ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν, ἔτι γὰρ δή με πῆμα ὑπέδεκτο. αὐτίκ' ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκα καὶ σάκος ὤμοιϊν, δόρυ δ' ἔκβαλον ἔκτοσε χειρός. αὐτὰρ ἐγὼ βασιλῆος ἐναντίον ἤλυθον ἵππων, καὶ κύσα γούναθ' ἑλὼν, (Vers. 279.) ὁ δ' ἐρύσατο, τουτέστιν ἐφύλαξε, καί μ' ἐσάωσεν. ἄγε δ' οἴκαδε δακρυχέοντα. ἦ μέν μοι μάλα πολλοὶ ἐπήϊσσον μελίῃσιν, ἱέμενοι κτεῖναι. (Vers. 282.) δὴ γὰρ κεχολώατο λίην· διὰ τὸ πολλὰ κακὰ δηλαδὴ ἐκ τοῦ αὐτομόλου παθεῖν. ἀλλ' ἀπὸ κεῖνος ἔρυκε. (Vers. 283.) θεοῦ δ' ὠπίζετο μῆνιν, ὡς καὶ προεῤῥέθη, ξεινίου, τοῦ νεμεσῶντος κακὰ ἔργα, τουτέστιν ἐπὶ κακοῖς ἔργοις κατὰ ἀντίπτωσιν, ἢ διὰ τὰ κακὰ ἔργα κατὰ προθέσεως ἔλλειψιν. (Vers. 278.) φασὶ δὲ οἱ παλαιοὶ ἐν τῷ, βασιλῆος ἐναντίον ἤλυθον, ὅτι ὁ Σέθως ἐβασίλευεν Αἰγύπτου τότε. περὶ Αἴγυπτον γὰρ τὸ πλάσμα ὑπόκειται, ἧς καὶ χωρίζει τὴν Λιβύην ὁ ποιητὴς, ἔνθα ἐκεῖθεν ἐς Λιβύην ἀπῆγε τὸν Ὀδυσσέα Φοίνιξ ἀνὴρ περάσων αὐτὸν ἐκεῖ, ὡς προείρηται. (Vers. 277.) Ἐν δὲ τοῖς ῥηθεῖσιν ὅρα τὸ ἔκτοσε ἀπὸ τοῦ ἐκτὸς, ὅμοιον ὂν τῷ, παντὸς πάντοσε καὶ ἄλλος ἄλλοσε. (Vers. 279.) Ἔτι δὲ ὅρα καὶ τὸ, κύσα γούνατα, τουτέστιν ἐφίλησα, εἶδος ὂν καὶ αὐτὸ γουνάσματος ἐνδιαθετώτερον τοῦ, λάβε γούνων. (Vers. 274.) Τὸ δὲ ὡς ὄφελον θανέειν, καὶ ἑξῆς, ἐπεμβολή ἐστι, παθαινομένην ψυχὴν διαγράφουσα. καὶ ταῦτα μὲν τοιαῦτα. (Vers. 285.) Ἀγυρτικοῦ δὲ ἤθους τὸ, ἔνθα ἑπτάετες μένον. πολλὰ δ' ἄγειρα χρήματα. δίδοσαν γὰρ ἅπαντες. περὶ Αἰγυπτίων δὲ τὸ πλάσμα, ὧν τὸ φιλόδωρον οἶδε καὶ ὁ Μενέλαος, (Vers. 288.) ὥς περ εἰς τὸ τῶν Φοινίκων ἀπατήλιον καὶ τρωκτικὸν μαρτυρεῖ Ὀδυσσεύς. (Vers. 292.) Παραμονὴν δὲ φιλικὴν λαλεῖ τὸ, ἔνθα παρ' αὐτῷ μεῖνα τελεσφόρον