# Commentarii ad Homeri Odysseam 2.79.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.79.1

αὐτὸ οἱ παλαιοί φασι. τοῦτο δὲ ἤγουν τὸ εἰς θέρος ἢ εἰς ὀπώραν τὸν Ὀδυσσέα ἐλεύσεσθαι, καὶ τὸ, πολλὰ χρήματ' ἄγοντα, πρὸς τὰ τοῦ ψευδοξένου Ὀδυσσέως εἶπεν ὁ Εὔμαιος. ὃς καὶ αὐτὸς κτήματά τε εἶπε πολλὰ συναγηγερμένα εἶναι τῷ Ὀδυσσεῖ, καὶ καιρὸν ἔθετο τῆς ἐκείνου ἐλεύσεως ἡμέραν τοῦ μὲν φθίνοντος μηνὸς, τοῦ δ' ἱσταμένοιο, μονονουχὶ λέγων ὅτι ὡς ὁ Αἰτωλὸς ἐψεύσατο, οὕτω καὶ σὺ ὁ Κρητικός. (Vers. 386 sqq.) Ὅτι ὁ μὴ ἀνεχόμενος πλανήτου γέροντος ψευδομένου ἐρεῖ τὸ, καὶ σὺ γέρον πολυπενθὲς, ἐπεὶ σέ μοι ἤγαγε θεὸς, μήτε τί μοι ψεύδεσσι χαρίζεο, μηδέ τι θέλγε, τουτέστιν ἀπάτα. οἱ γὰρ τοὔνεκ' ἐγώ σ' αἰδήσομαι οὐδὲ φιλήσω, ἤγουν ἀμφαγαπάσω, ὡς πρὸ βραχέων εἴρηται, ἀλλὰ τὸν ξένιον δείσας αὐτόν τ' ἐλεαίρων, ἤγουν σέ. ὁ δὲ ξένος εἴ περ ἀληθεύειν θαῤῥεῖ, οὐκ ἂν ὀκνήσοι τοιαῦτα εἰπεῖν· ἦ μάλα τίς τοι θυμὸς ἐνὶ στήθεσσιν ἄπιστος, οἷόν σε οὐδ' ὀμόσας περ ἐπήγαγον οὐδέ σε πείθω, ὅ περ ἑρμηνεία ἐστὶ τοῦ, οὐδ' ὀμόσας ἐπήγαγον. ἀλλ' ἄγε νῦν ῥήτρην ποιησόμεθ'· αὐτὰρ ὕπερθε μάρτυρος ἀμφοτέροισι θεὸς, ὃς Ὄλυμπον ἔχει. δεῖ γὰρ καὶ μαρτύρων τῇ ῥήτρῃ. ἔστι δὲ ῥήτρη συμφωνία καὶ συνθήκη ἐπί τισι ῥητοῖς, ὅ ἐστιν ὡρισμένοις. οἱ μέντοι μετὰ τὸν Ὅμηρον ῥήτρην τὴν δημηγορίαν φασὶ, καθὰ καὶ ὁ Λυκόφρων. (Vers. 392.) Ἐκ δὲ τοῦ ῥηθέντος ἐπήγαγον καὶ ἐπαγωγὸν παρὰ τοῖς ὕστερον λέγεται τὸ ἐφελκτικὸν καὶ ἡδύ. παθητικῶς δὲ οἱ μεθ' Ὅμηρον ἐπάγεσθαί φασι τὸ ἐφέλκεσθαι καὶ πείθειν. (Vers. 387.) Τὸ δέ γε μὴ ψεύδεσσι χαρίζεο, ἀκριβῶς ἔχει. πολλαχῶς γὰρ ἔστι χαρίζεσθαι, δώροις, δεξιώσεσιν, ἀληθείαις, ψεύδεσι, καὶ ἑτέροις πολλοῖς. (Vers. 394.) Τὸ δὲ μάρτυρος ἡ ἀπαθὴς ἀρχὴ τοῦ μάρτυς ἐστὶν, ὡς καὶ ἐν ἄλλοις φαίνεται. (Vers. 393.) Ὅτι Ὀδυσσεὺς ῥήτρην μετὰ Εὐμαίου, ὡς ἐῤῥέθη, ἐθέλει ποιήσασθαι, ὅ ἐστι κοινότερον εἰπεῖν, στοιχῆσαι, λαβεῖν χλαῖνάν τε χιτῶνά τε καὶ εἰς τὸ Δουλίχιον πεμφθῆναι εἴ περ ἔλθοι Ὀδυσσεύς. (Vers. 399.) εἰ δέ κέ, φησι, μὴ ἔλθῃσι, δμῶας φησὶν ἐπισσεύσας, τουτέστιν ἐφορμήσας, βαλέειν ἤτοι ῥῖψαι μεγάλης κατὰ πέτρης, ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν. (Vers. 402. sqq.) Εὔμαιος δὲ δυσανασχετήσας πρὸς τὴν τοιαύτην ῥήτρην ξεῖνε, φησὶν, οὕτω γάρ κέν μοι εὐκλείη τ' ἀρετή τε εἴη ἐπ' ἀνθρώπους ἅμ' αὐτίκα καὶ μετόπισθεν, ἤγουν μετέπειτα, ὅς σ' ἐπεὶ ἐς κλισίην ἄγαγον καὶ ξείνια δῶκα, τὰ εἰς τροφὴν δηλαδὴ καὶ στρωμνὴν, αὖτις δὲ κτείναιμι φίλον τ' ἀπὸ θυμὸν ἑλοίμην, ὃ δὴ ταυτολογικὴ περίφρασίς ἐστι τοῦ κτείναιμι. εἶτα καὶ κόμμα ἠθικῶς ἐπάγων δηλοῦν τὴν ἐντεῦθεν θεομηνίαν φησί· πρόφρων ἂν ἔπειτα λιτοίμην θεὸν, ὅ περ διπλῆν ἔννοιαν ἔχει. ἢ γὰρ λέγει βαρέως καὶ εἰρωνικῶς κατ' ἀντίφρασιν, ὣς οὕτω πρόφρων ἂν εὐξαίμην θεῷ ξενίῳ φονεύσας ξένον, ἢ καὶ ἄλλως κατὰ συναλοιφὴν, ὅτι οὕτως ἂν πρόφρων ἤτοι ἑκούσιος καὶ μετὰ ῥήτρης ἀλιτοίμην ἤγουν ἁμάρτοιμι εἰς θεόν. (Vers. 403.) Καὶ ὅρα, ὡς οὐ μόνον τῶν αὐτίκα μέλει τῷ δούλῳ εὐγενῶς, ἀλλὰ καὶ τῶν μετέπειτα. (Vers. 404.) Τὸ δὲ, ὅς σ' ἐπεὶ ἤγαγον, ἐσχημάτισται. τὸ γὰρ κοινὸν καὶ σύνηθες τοιοῦτον· εἴ σε ἀγαγὼν οἴκαδε, εἶτα κτείναιμι. (Vers. 405.) Ἐν δὲ τῷ, αὖτις δὲ κτείναιμι, περιττὸς ὁ σύνδεσμος ληφθεὶς συνήθως ἀντὶ τοῦ δή. (Vers. 407.) Ὅτι προτρεπτικὸν εἰς δόρπον τὸ, νῦν δ' ὥρη δόρποιο. τάχιστά μοι ἔνδον ἑταῖροι εἶεν, ἵν' ἐν κλισίῃ λαρὸν τετυκοίμεθα δόρπον. Ἔστι δὲ τὸ, τετυκοίμεθα δόρπον, κατὰ τὸ, τετύκοντό τε δαῖτα. (Vers. 411.) Ὅτι ἤθεα συῶν λέγει τὰς συνήθεις κοίτας, οἷον, σύας ἕρξαν κατὰ ἤθεα κοιμηθῆναι. γίνεται δὲ τὸ ἕρξαν ἀπὸ τοῦ ἔργω, οὐ τοῦ δηλοῦντος τὸ πράττω, ὃ καὶ τρισυλλάβως ἐέργω λέγεται, ὡς δῆλον ἐκ τοῦ ἔοργα, ἀλλὰ τοῦ σημαίνοντος τὸ ἐγκλείω, ἀφ' οὗ τὸ εἴργω τὸ παρ' Ἀττικοῖς δασυνόμενον, ὡς ἡ εἱρκτὴ δηλοῖ καὶ ἡ κάθειρξις. (Vers. 412.) λέγει δὲ καὶ κλαγγὴν συῶν τὴν ὀξεῖαν βοήν. ἔφθη δὲ καὶ ἐπὶ κυνῶν τὴν λέξιν εἰπεῖν. (Vers. 414.) καὶ ἱερεύσειν δὲ τὸ σφάξειν· ἄξεθ' ὑῶν τὸν ἄριστον, ἵνα ξείνῳ ἱερεύσω τηλεδαπῷ. (Vers. 415.) λέγει δὲ καὶ ὀνήσεσθαι τὸ ὠφεληθῆναι ἀπὸ τοῦ φαγεῖν, ἀφ' οὗ καὶ ὄνειαρ τὸ βρῶμα, ὡς καὶ ἀλλαχοῦ· καθ' ἣν ἔννοιαν καὶ ἐν Ἰλιάδι ἐῤῥέθη τὸ, ἔπειτα δὲ αὐτὸς ὀνήσεαι πιών. Ἰστέον δὲ ὅτι τὸ, ἱερεύσω ξείνῳ, δύναται ῥηθῆναι καὶ ἀντὶ τοῦ, θύσω χάριν τοῦ ξείνου. (Vers. 416.) Ὅτι λόγος ἀνδρῶν πονούντων ἀκερδῶς ἄλλοις τὸ, οἵ περ ὀϊζὺν δὴν ἔχομεν πάσχοντες, ἄλλοι δ' ἡμέτερον κάματον νήποινον ἔδουσιν. (Vers. 422.) Ὅτι ἐν τῷ ἱερεύεσθαι ὗν μάλα πίονα πενταέτηρον, ὃν ἔστησαν ἐπ' ἐσχάρῃ, συβώτης οὐ λήθετο ἀθανάτων, φρεσὶ γὰρ κέχρητ' ἀγαθῇσιν. ἀλλ' ὅ γ' ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλεν ἀργιόδοντος ὑὸς, ὡς καὶ ἐν ἄλλοις ἐῤῥέθη,

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
