Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.8.1
Not analysed yet
ἀδήλῳ καὶ ἀμφιῤῥόπῳ σωτηρίᾳ τῇ κατὰ τὴν Χάρυβδιν, ἀλλὰ τῷ προφανεῖ μικροτέρῳ κακῷ πλησιάζειν, τῷ σκοπέλῳ τῆς Σκύλλης, ὡς τῶν κακῶν τὸ μεῖον καὶ αὐτὸν ἐπιλέξασθαι. γράφει δὲ ὁ ποιητὴς τὰ τοιαῦτα οὕτως· (Vers. 55.) αὐτὰρ ἐπειδὰν τάσδε, τουτέστι τὰς Σειρῆνας, παρὲξ ἐλάσωσιν ἑταῖροι, (Vers. 56.) ἔνθα τοι οὐκέτ' ἔπειτα διηνεκέως, τουτέστι κατευθὺ καὶ ἀσχιδῶς, ἀγορεύσω, ὁπποτέρη δή τοι ὁδὸς ἔσσεται. (Vers. 57.) ἀλλὰ καὶ αὐτὸς θυμῷ βουλεύειν, ὅ ἐστι βούλευε. ἐρέω δέ τοι ἀμφοτέρωθεν. (Vers. 59. sqq.) εἶτα ἑρμηνεύωντί ἐστι τὸ ἐρεῖν ἀμφοτέρωθεν, ἐπάγει· ἔνθεν μὲν γὰρ πέτραι ἐπηρεφέες, τουτέστι καὶ ὑψηλαὶ καὶ ταῖς ἐξοχαῖς οἷον ἐρέφειν δοκοῦσαι. ποτὶ δ' αὐτὰς, ὅ ἐστι πρὸς αὐταῖς κῦμα μέγα θαλάσσης ῥοχθεῖ. Πλαγκτὰς δή τοι τάς γε θεοὶ μάκαρες καλέουσι, τῇ μέν τε, ἤγουν τῇδε, οὐδὲ ποτητὰ παρέρχεται, οὐδὲ πέλειαι τρήρωνες, ταί τ' ἀμβροσίην Διῒ πατρὶ φέρουσιν. ἀλλά τε καὶ τῶν αἰεὶ ἀφαιρεῖται λὶς πέτρη. ἀλλ' ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι. τῇ δ' οὔ πώ τις νηῦς φύγεν ἀνδρῶν εἴ τις ἵκηται. ἀλλά θ' ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶν κύμαθ' ἁλὸς φορέουσι πυρός τ' ὀλοοῖο θύελλαι. οἴη δὴ κείνη γε παρέπλω ποντοπόρος νηῦς Ἀργὼ πασιμέλουσα παρ' Αἰήταο πλέουσα. (Vers. 71.) καὶ νύ κε τὴν, ἔνθ' ὦκα βάλεν μεγάλας ποτὶ πέτρας, τὸ κῦμα δηλαδὴ, ἀλλ' Ἥρη παρέπεμψεν, ἐπεὶ φίλος ἦεν Ἰήσων. καὶ τοιόνδε μὲν τὸ κατὰ τὰς Πλαγκτὰς Ὁμηρικὸν πλάσμα. (Vers. 73. sqq.) τὸ δὲ περὶ τῶν ἐφεξῆς τοιοῦτον. οἱ δὲ δύω σκόπελοι, οἱ ἑτέρωθεν δηλαδὴ, καθ' οὓς τὸ ἀμφοτέρωθεν συμβιβάζεται ἀντιπαρακειμένους ταῖς ἐξ ἑτέρου μέρους Πλαγκταῖς, οἱ τοίνυν δύο οὗτοι σκόπελοι, ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει ὀξείῃ κορυφῇ, νεφέλη δέ μιν ἀμφιβέβηκε κυανέη. τὸ μὲν οὔ ποτ' ἐρωεῖ, οὐδέ ποτ' αἴθρη κείνου ἔχει κορυφὴν οὔτ' ἐν ὀπώρῃ. οὐδέ κεν ἀμβαίη βροτὸς ἀνὴρ, οὐ καταβαίη, οὐδ' εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν. πέτρη γὰρ λίς ἐστι περιξεστῇ εἰκυῖα. μέσσῳ δ' ἐν σκοπέλῳ ἔστι σπέος ἱεροειδὲς πρὸς ζόφον εἰς ἔρεβος τετραμμένον, ᾗ περ ἂν ὑμεῖς νῆα παρὰ γλαφυρὴν ἰθύνετε φαίδιμ' Ὀδυσσεῦ. οὐδέ κεν ἐκ νηὸς γλαφυρῆς αἰζήϊος ἀνὴρ τόξῳ ὀϊστεύσας κοῖλον σπέος εἰσαφίκηται. ἔνθα δ' ἐνὶ Σκύλλη ναίει, δεινὸν λελακυῖα· τῆς ἤ τοι φωνὴ μὲν, ὅση σκύλακος νεογιλῆς γίνεται. αὐτὴ δ' αὖτε πέλωρ κακόν. οὐδέ κέ τίς μιν γηθήσειεν ἰδὼν οὐδ' εἰ θεὸς ἀντιάσειε. τῆς ἤ τοι πόδες μέν εἰσι δυώδεκα πάντες ἄωροι. ἓξ δέ τέ οἱ δειραὶ περιμήκεες, ἐν δὲ ἑκάστῃ σμερδαλέη κεφαλή. ἐν δὲ τρίστοιχοι ὀδόντες πυκνοὶ καὶ θαμέες, πλεῖοι μέλανος θανάτοιο. μέσση μέν τε κατὰ σπείους κοίλοιο δέδυκεν. ἔξω δ' ἓξ ἴσχει κεφαλὰς δεινοῖο βερέθρου. αὐτοῦ δ' ἰχθυάᾳ σκόπελον περιμαιμώωσα, δελφῖνάς τε, κύνας τε καὶ εἴ ποθι μεῖζον ἕλῃσι κῆτος, ἁ μυρία βόσκει ἀγάστονος Ἀμφιτρίτη. τῇ δ' οὐ πώ ποτε ναῦται ἀκήριοι εὐχετόωνται παρφυγέειν σὺν νηΐ. φέρει δέ τε κρατὶ ἑκάστῳ φῶτ' ἐξαρπάσασα νεὼς κυανοπρώροιο. τὸν δ' ἕτερον σκόπελον χθαμαλώτερον ὄψει, Ὀδυσσεῦ, πλησίον ἀλλήλων, καί κεν διοϊστεύσειας. τῷ δ' ἐν ἐρινεός ἐστι μέγας φύλλοισι τεθηλώς. τῷ δ' ὕπο δῖα Χάρυβδις ἀναῤῥοιβδεῖ μέλαν ὕδωρ. τρὶς μὲν γάρ τ' ἀνίησιν ἐπ' ἤματι, τρὶς δ' ἀναῤῥοιβδεῖ δεινόν. (Vers. 106.) εἶτα ἑρμηνεύων τὸ τοιοῦτον δεινὸν φησί· μὴ σύ γε κεῖθι τύχῃς ὅτε ῥοιβδήσειεν. οὐ γάρ κεν ῥύσαιτό σ' ὑπ' ἐκ κακοῦ οὐδ' Ἐνοσίχθων. ἀλλὰ μάλα Σκύλλης σκοπέλῳ πεπλημένος, ὦκα νῆα παρὲξ ἐλάαν. (Vers. 110.) ἐπεὶ πολὺ φέρτερόν ἐστιν ἓξ ἑτάρους ἐν νηῒ ποθήμεναι ἢ ἅμα πάντας. ὧν τοὺς ἓξ μὲν ἡ Σκύλλα λήψεται πλεούσης τῆς νηὸς διὰ τοῦ δηλωθέντος στενοῦ πορθμοῦ, τὴν δὲ ὅλην πληθὺν ἡ Χάρυβδις ἐξολεῖ ἀναῤῥοιβδήσασα, εἴ περ εἰς αὐτὴν ἡ ναῦς ἐμπεσεῖται. καὶ οὕτω μὲν διὰ τούτων τοὺς ῥηθέντας τρεῖς ἔφρασε τόπους ἡ ποιητικὴ Κίρκη, καὶ ὃ ἔδει ποιήσειν τὸν Ὀδυσσέα ἐδίδαξε. πολλὴ δὲ καὶ ἐνταῦθα ἡ ποιητικὴ ἀρετή. πρός τε γὰρ ἦθος πολλὰ διδάσκει. καὶ μάλιστα ὅτι περιπίπτειν εἰκὸς μυρίοις δεινοῖς τὸν τῇ κατὰ βίον θαλάσσῃ ἐμπλέοντα. καὶ ὅτι χρὴ τὸν φιλοσόφως βιοῦντα σκέπτεσθαι τὰ πρακτέα κατὰ πολλὴν ἀκρίβειαν. καὶ ὡς χρεὼν τῶν φίλων ὑπερπονεῖσθαι, καὶ τοῖς δυστυχῶς παραπίπτουσιν ἀντιβαίνειν ὡς δυνατὸν κραταιῶς, καὶ μὴ δὲ ἀπεσχῆσθαι τῶν σκοπιμωτάτων διὰ τὰ ἐφεπόμενα δυσχερῇ. ἔχει δὲ καὶ ἱστορίαν τὸ χωρίον συχνὴν, τοπικήν τε καὶ ἑτεροίαν, τὴν μὲν αὐτόθεν, τὴν δὲ καὶ μετὰ πλασμάτων τινῶν. ἔγκεινται δὲ αὐτῷ καὶ μῦθοι, ὧν εἰσὶν οἳ καὶ ἀλληγοροῦνται. καὶ φράσις δὲ αὐτῷ θαυμασία ἐπανθεῖ συνεκτραχυνομένη που κατὰ τὸ δέον, καὶ φοβερῶς τῇ τῶν πραγμάτων συνδεινουμένῃ σκυθρωπότητι. πολὺ δὲ ἔχει καὶ τὸ τῆς πλάσεως πιθανὸν ὡς τὰ κατὰ μέρος δείξει ὄντα ἐν τοιοῖσδε. (Vers. 60.) Τὸ μὲν ῥοχθεῖν ὡς τραχὺν ἦχον δηλοῖ κατ' ὀνοματοποιΐαν, ἱκανῶς δεδή-