Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.80.1
Not analysed yet
χάριν προθύματος καὶ ὡς εἰς ἀπαρχὴν θυσίας, ἔτι δὲ ἀναμνήσει τῆς παλαιᾶς ἐκ τριχῶν ἐνδύσεως. καὶ εὔχετο περὶ τοῦ δεσπότου Ὀδυσσέως, κόψε δὲ ἀνασχόμενος σχίζῃ δρυὸς, ἣν λίπε κείων. (Vers. 426.) τὸν δ' ἔλιπε ψυχὴ, τουτέστι τὸν ὗν. εἶτα διασκευάζων φησί· τοὶ δ' ἔσφαξάν τε καὶ εὗσαν. αἶψα δέ μιν διέχευαν. ὁ δ' ὠμοθετεῖτο συβώτης πάντοθεν ἀρχόμενος μελέων ἐς πίονα δημόν. (Vers. 429.) καὶ τὰ μὲν ἐν πυρὶ βάλλε, πρὸς ὁλοκαύτωσιν δηλαδὴ, παλύνας ἀκτῇ, ὃ πολλαχοῦ κεῖται, καθὰ καὶ ἑξῆς τὸ, μίστυλλόν τ' ἄρα τ' ἄλλα, καὶ ἀμφ' ὀβελοῖσιν ἔπειραν, ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα. εἶτα ἐπάγει· (Vers. 432.) βάλλον δ' εἰν ἐλεοῖσιν ἀολλέα, ὅ περ ἔχει τι παρηχήσεως. ἀν' δὲ συβώτης ἵστατο δαιτρεύσων, περὶ γὰρ φρεσὶν αἴσιμα ᾔδη, τουτέστι τὰ καθήκοντα ἠπίστατο. (Vers. 433.) εἶτα ἑρμηνεύων τὸ δαιτρεύσων ἐπάγει· καὶ τὰ μὲν ἕπταχα πάντα διεμοιρᾶτο δαΐζων, ἵνα ᾖ δαιτρεύειν τὸ διαμοιρᾶσθαι καὶ δαΐζειν, ἐξ οὗ ὁ δαιτρός· μεθ' ὃ σαφηνίζων τὸ ἕπταχα λέγει τὴν μὲν ἴαν, τουτέστι τὴν μίαν μοῖραν, ἣν κατὰ κοινοῦ ἐκ τοῦ διαμοιρᾶσθαι νοεῖ, Νύμφῃσι καὶ Ἑρμῇ Μαιάδος υἷϊ θῆκεν ἐπευξάμενος. τὰς δ' ἄλλας νεῖμεν ἑκάστοις. νώτοισι δ' Ὀδυσσῆα διηνεκέεσσι γέραιρεν ἀργιόδοντος ὑός. κύδαινε δὲ θυμὸν ἄνακτος. βασιλικὸν γὰρ ἦν ἡ τῶν νώτων παράθεσις, ὡς πολλαχοῦ φαίνεται. (Vers. 437.) Δῆλον δὲ ὅτι τὸ, νώτοισι δ' Ὀδυσσῆα γέραιρεν, ἐξ Ἰλιάδος παρείλκυσται ἀπὸ τοῦ, νώτοισι δ' Αἴαντα διηνεκέεσι γέραιρεν ὁ ἐκεῖ βασιλεύς. (Vers. 435.) Δωρεῖται δὲ μοῖραν ὁ Εὔμαιος Νύμφαις μὲν, ἵνα γῆθεν ἀναδιδοῖεν τροφὰς τοῖς ζῴοις, ὡς ἐπιστατοῦσαι κρήναις καὶ ἄλσεσι καὶ ἱεροῖς ποταμοῖς, ὡς προδεδήλωται, Ἑρμῇ δὲ, ὡς καὶ αὐτῷ νομίῳ καὶ αὐξητικῷ τῶν θρεμμάτων, ὃ δὴ καὶ ὁ Ἀπόλλων Ἥλιος ἔχει καὶ αἱ ἀλληγορούμεναι Νύμφαι· ἔτι δὲ καὶ ὡς κερδῴῳ. φέρεται δ' ἐνταῦθα καὶ Σιμωνίδου χρῆσις αὕτη· θύειν Νύμφαις καὶ Μαιάδος τόκῳ, οὗτοι γὰρ ἀνδρῶν αἷμα ἔχουσι ποιμαίνων, ἤγουν οὗτοι φυλάττουσι τὸ ποιμενικὸν γένος, καὶ οἷον ζωοῦσιν αὐτούς. εἰκὸς δὲ καὶ ὡς δολίῳ τῷ Ἑρμῇ μοῖραν πρὸς Εὐμαίου δίδοσθαι διὰ τὸν αὐτῷ φίλτατον δεσπότην Ὀδυσσέα, ὃς αὐχεῖ πᾶσιν ἀνθρώποις μέλειν ἐν δόλοις. ὅθεν ἴσως καί τις αὐτοῦ δοῦλος Δολίος παροξυτόνως ὠνόμαστο, παρονομασθεὶς ἐκ τοῦ φίλου δόλου. ὅτι δὲ Ἑρμοῦ ἐπίθετον ὁ δόλιος, δηλοῖ καὶ ὁ ἱστορήσας, ὅτι μαντευομένῳ τινὶ περὶ σωτηρίας χρησμὸς ἐδόθη θύειν Ἑρμῇ δολίῳ, δηλῶν, ὡς δόλῳ χρὴ σωτηρίαν περιποιήσασθαι. Δῆλον δὲ ὡς ἡ ἐνταῦθα νοουμένη μοῖρα κοινότερον λαλεῖται, οὐ μὴν κατὰ τὴν δαιμονίαν μοῖραν τὴν συστοιχοῦσαν τῇ πεπρωμένῃ καὶ τῇ ἀνάγκῃ, οὐδὲ μὴν κατὰ τὴν ἄλλην, ἣν εἰς ταυτὸν τῇ τύχῃ τιθέντες, εἶτα ὡς μέσην λέξιν ὁμοίως τῇ τύχῃ ἐκ τῶν ἐπαγομένων διευκρινοῦσιν εἴτε ἀγαθή ἐστιν εἴτε φαύλη· ὡς γὰρ τὸν τῆς τύχης δυασμὸν διασαφεῖ ὁ εἰπὼν εὐτυχίαν ἢ δυστυχίαν, τὸ δ' αὐτὸ καὶ ἐπὶ δαίμονος τοῦ κατὰ τύχην, οὕτω ποιεῖ καὶ ἐπὶ μοίρας. οὐκοῦν μοιρηγενὴς παρ' Ὁμήρῳ νοοῖτο ἂν, ὁ μέτοχος μοίρας ἀγαθῆς, διὰ τὴν ἐπαγωγὴν τοῦ ὀλβιόδαιμον· οὗ γὰρ δαίμων ὄλβιος, ἐκείνου τοιαύτη καὶ ἡ μοῖρα καὶ τὸ ἀνάπαλιν. ἐφ' οὗ γὰρ ἐῤῥέθη τὸ, δαίμων ὃς ἔστι σοι βαρὺς, ἐκείνῳ βαρεῖα καὶ ἡ μοῖρα ὡς καὶ ἡ τύχη. ταυτοδύναμα γὰρ παρ' Ἕλλησι μοῖρα δαίμων καὶ τύχη. Μαίας δὲ υἱὸς ὁ Ἑρμῆς διά τε τὸ ἐν ζῴοις θρεπτικὸν καὶ ἐπιμελὲς ὁποία τις καὶ ἡ ἐν ἀνθρώποις μαῖα. καὶ ἀλληγορικῶς δὲ διὰ τὸ τοῦ Ἑρμοῦ λόγου ζητητικὸν καὶ ἐρευνητικόν. οὐχ' ὑποκοριστικὸν δὲ ἡ μαιὰς, ἀλλὰ πρὸς διαστολὴν τῆς ἁπλῶς μαίας, ἵνα μὴ ἐκφωνοῖτο καὶ αὕτη κατ' ἐκείνην. ἴσως δὲ ἀπὸ τῆς τοιαύτης μαίας ἢ μαιάδος καὶ ὁ Εὔμαιος κέκληται. ὡς ἂν τῷ Ἑρμῇ φιλοῖτο οἷα παρωνυμούμενος τῇ μητρί· οὗ ἕκητι καὶ εὐτυχεῖ τὸ ἔργον αὐτῷ. (Vers. 421.) Ἰστέον δὲ ὅτι τὸ, φρεσὶ γὰρ κέχρητ' ἀγαθῇσιν, ἔπαινος εὐσεβείας ἐστίν. ἐξ οὗ ἀνάπαλιν ἔστιν εἰπεῖν, ὡς ὁ μὴ τοιοῦτος οὐ κέχρηται φρεσὶν ἀγαθαῖς. (Vers. 425.) Τὸ δὲ κόψε σχίζῃ ἀντὶ τοῦ ἔπληξεν, ἔκρουσεν, ὡς ἐπὶ συγχύσει τοῦ ἐγκεφάλου. ἄλλως γὰρ καὶ σφάζεται ὁ τοιοῦτος ὗς. Τὸ δὲ ἀνασχόμενος εὕρηται ἀλλαχοῦ καὶ ἀνασχὼν ἤτοι ἀνατείνας ἢ τὴν σχίζαν ἢ τὴν χεῖρα. Τὸ δὲ ἣν λίπε κείων, ἢ ἀντὶ τοῦ κέων πῦρ κατὰ τοὺς παλαιοὺς, ἐδηλώθη γὰρ ἤδη ὡς καὶ διὰ τοῦ ε γράφεται πρωτότυπον ὂν τοῦ ἑτέρου καίειν ὃ διὰ διφθόγγου γράφεται, ἢ μᾶλλον ἀντὶ τοῦ σχίζων· κέω γὰρ πρωτότυπον, ἀφ' οὗ τὸ κεάζειν καὶ τὸ κέασε καὶ τὸ κεάσας καὶ ὅσα τοιαῦτα. ἐξ αὐτοῦ δὲ τὸ κείω ἐπενθέσει τοῦ ἰῶτα καθ' ὁμοιότητα τοῦ, τελέω τελείω καὶ κέω κείω τὸ κεῖμαι καὶ τῶν ὁμοίων. (Vers. 427.) Τί δὲ τὸ εὗσαν καὶ τὸ διέχευσαν καὶ τὸ ὠμοθετεῖν, ἐν πολλοῖς ἐδηλώθη. δῆλον δὲ ὡς διχῶς καὶ ὠμοθετεῖν καὶ ὠμοθετεῖσθαι λέγεται, ὡς δηλοῖ νῦν τὸ, ὁ δ' ὠμοθετεῖτο συβώτης, ὅ περ ὅτι καὶ ἀπαρχή τίς ἐστι