# Commentarii ad Homeri Odysseam 2.81.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.81.1

τῶν τοῦ ἱερείου μελῶν, δηλοῖ τὸ, πάντοθεν ἀρχόμενος μελέων, καὶ μετ' ὀλίγα τὸ, ἄργματα θῦσε θεοῖς. Δῆλον δὲ ὅτι διαχεύεται μὲν ἱερεῖον ἁδρομερῶς, μιστύλλεται δὲ εἰς βραχέα τινα, καὶ ὅτι ἐκ τοῦ τοιούτου διαχεύειν καὶ τὸ διαχέεσθαι εἴρηται παρὰ τοῖς ὕστερον, ὡς τοῦ χαίροντος μὴ ἔχοντος ἑαυτὸν συνάγειν, ἀλλ' ἐκχέοντος εἰς πλατυσμόν. (Vers. 428.) Τὸ δὲ ἐς πίονα δημὸν, ἔστι μὲν ἑρμηνεία τις ἢ παράφρασις τοῦ, κατά τε κνίσσῃ ἐκάλυψαν. λέγει δὲ δημὸν τὴν κνῖσσαν, τὸν ἐπίπλουν, ὃς κατὰ Ἡρῳδιανὸν εὐανάδοτός ἐστι πρὸς τὴν ὄσφρησιν οὐκ αὐτοτελὴς περιτεθειμένος τοῖς μηρίοις, ἔνθα διαλαμβάνων ἐκεῖνος καὶ περὶ κνίσσης φησὶν ὅτι ὥς περ στῶ στίζω τρῶ τρίζω, οὕτω καὶ κνῶ κνίζω τὸ ἐξεπιπολῆς καὶ ἰσχνῶς καταξύω, οὗ μέλλων κνίσω, ἀφ' οὗ ἡ κνῖσα, ἔκτασιν μέν, φησι, λαβοῦσα τοῦ ἰῶτα, δηλοῦσα δὲ τὴν κατ' ὀλίγον ἀπὸ τοῦ ὀπτωμένου ἀναφορὰν τῇ ὀσφρήσει προσίζουσαν. ὁ δ' αὐτὸς ἐκεῖ διασκευάζων καὶ ὡς ταυτόν ἐστι τό, τε ξύειν καὶ τὸ κνεῖν ἤτοι κόπτειν, ἐξ οὗ καὶ τὸ κνίζειν λέγεται, παράγει χρήσεις τοιαύτας. ξύομαι δ' οὐδὲν ἰσχύων, τουτέστι κνῶμαι· καὶ Σώφρων, βαιὰ δ' ἔξυσμαι ἐκ ποδὸς εἰς κεφαλὴν, ἤγουν κέκνησμαι. καὶ ξύσιλον δέ, φησιν, ἀποφαίνεταί τινα ἐκ τοῦ συνεχοῦς ἐν τῷ γήρᾳ κνησμοῦ. φέρει δὲ καὶ Δημοκρίτου χρῆσιν ταύτην· ξυόμενοι ἄνθρωποι ἥδονται, καί σφιν γίνεται ἅ περ τοῖς ἀφροδισιάζουσιν. (Vers. 427.) Ἰστέον δὲ ὅτι σαφέστερον ἄλλως τὸ ὠμοθετεῖτο πάντοθεν ἀρχόμενος ἐς δημὸν, ἔστι νοῆσαι ὡς ἑρμηνείαν τοῦ ὠμοθετεῖν. δῆλον γὰρ ὡς τὰ ὠμὰ ἐτίθεντο ἐς δημὸν, ἵνα ῥᾷον ἐκκαίοιντο. (Vers. 429.) Τὸ δὲ ἐν πυρὶ βάλλε παλύνας, τουτέστι λευκάνας καὶ καταπάσας, ἀλφίτου ἀκτῇ, τουτέστι δώρῳ ἢ κλάσματι, ὡς πολλαχοῦ δεδήλωται, δηλοῖ μὲν, ὡς τῶν ἀρτοποιουμένων ἀπήρχοντο ἐν τῷ θύειν. ἀναμιμνήσκει δὲ καὶ ὡς πρὸ τῆς τοῦ λιβανωτοῦ εὑρέσεως εἰς μνήμην τῆς πάλαι διαίτης ἐθυμίων τότε ἀλφίτοις, ἢ καθ' αὑτὰ ἢ μετὰ τῶν ἄλλων ἀπαρχῶν, ἃς ἀπάργματα ἐρεῖ ὁ ποιητής. ἕτεροι δὲ τὸ παλύνας ἀλφίτοις εἶπον ἀντὶ τοῦ μαζοποιήσας καὶ συναναδεύσας τὰ ἄλευρα. (Vers. 432.) Ἐλεοῖς δὲ ταῖς μαγειρικαῖς λέγει τραπέζαις κατὰ γενὸς ἢ ἀρσενικὸν ἢ καὶ οὐδέτερον, ὡς δηλοῖ παρὰ τῷ κωμικῷ τὸ, κάθελε τοὐλεόν. ἐκ τούτου δὲ, ἐλέατρος παρὰ τοῖς ὕστερον ὁ δαιτρός. ἐδέατρος μέντοι διὰ τοῦ δέλτα ὁ προγεύστης. δῆλον δ' ὅτι ὁ ἐλεὸς καὶ εἰλεὸς λέγεται ἐπενθέσει τοῦ ἰῶτα. (Vers. 434.) Ἐν δὲ τῷ, ἕπταχα, ὃ γίνεται ἀπὸ τοῦ ἑπταχῇ ὁμοίως τῷ, διχῇ δίχα καὶ τοῖς ἑξῆς, τέτραχα πένταχα ἕξαχα, δηλοῖ τὴν πολλὴν διαφορὰν τοῦ πενταετήρου μάλα πίονος ὑὸς πρὸς τοὺς πρὸ βραχέων σφαγέντας δύο χοίρους. οἱ μὲν γὰρ ὀπτηθέντες παρετέθησαν τῷ Ὀδυσσεῖ, ἀρκέσοντες ἢ μόνῳ αὐτῷ ἢ ἀλλὰ καὶ τῷ Εὐμαίῳ. οὗτος δὲ ὁ πενταέτηρος ἕπταχα μεμοιραμένος ἀρκέσει τῇ μὲν μιᾷ μοίρᾳ πρὸς θυσίαν, ταῖς δὲ λοιπαῖς Ὀδυσσεῖ τε καὶ Εὐμαίῳ καὶ λοιποῖς τέσσαρσιν. (Vers. 433.) Ὅτι δὲ προϋπάρχει ὥς περ τῆς κοινότερον λεγομένης μοίρας, ἀφ' ἧς τὸ μοιρᾶσθαι, οὕτω καὶ τῆς κατὰ τὴν πεπρωμένην ῥῆμα τὸ μείρω, οὐκ ἔστιν ἀμφιβαλεῖν. ὁμοίως δὲ καὶ τῆς ὁμωνύμου αἴσης προϋπόκειται τὸ δαίω, ἔτι δὲ καὶ τοῦ αἰσίμου. διὸ μετὰ τὸ συβώτης δαιτρεύσων, ὅ περ ἀπὸ τοῦ δαίω γίνεται, ἐπῆκται τὸ, περὶ γὰρ φρεσὶν αἴσιμα ᾔδη, ταυτὸν δὲ εἰπεῖν, αἴσια καὶ ἐναίσιμα, ἤγουν κατ' αἶσαν, ἧς θέμα τὸ δαίω ἤτοι μερίζω, ὃ δὴ μερίζω ἐκ τοῦ μείρω μερῶ γέγονε κατὰ παραγωγήν. (Vers. 434.) Ὅτι δὲ τὸ μείρω καὶ ἀμείρω λέγεται πλεονασμῷ ἐθίμῳ τοῦ ἄλφα, Ἡσίοδος ἔδειξεν ἐν τῷ, τρίτην ἀπαμείρεται αἶσαν. ἔνθα φαίνεται καὶ ὅτι συγγενῆ, ὥς περ τὸ ἀπαμείρειν καὶ ἡ αἶσα, οὕτω καὶ τὸ δαίειν καὶ ἡ μοῖρα. χρῆσις δὲ κατὰ τὴν τοῦ Ἡσιόδου καὶ παρ' Ὁμήρῳ ἐν τῷ, ἥμισυ γάρ τ' ἀρετῆς ἀπαμείρεται εὐρύοπα Ζεὺς ἀνδρῶν, οὓς ἂν δὴ καὶ ἑξῆς, ὅ περ σημαίνει ὅτι παρά τισιν ἄλλοις εὕρηται κατ' ἑτεροίαν γραφὴν, ἥμισυ γάρ τε νόου ἀπαμείρεται, ἤγουν τὸ ἥμισυ τῆς φρονήσεως. ὅτι δὲ καθὰ ἐν τῷ ἀμείρεται, οὕτω καὶ ἐν τῷ ἄσταχυς καὶ ἀσταφὶς πλεονασμός ἐστι τοῦ ἄλφα, πολλαχοῦ δεδήλωται. (Vers. 440.) Ὅτι εὐχή τινος τιμωμένου πρὸς τὸν τιμῶντα τὸ, αἴθ' οὕτως φίλος θεῷ πατρὶ γένοιο ὡς ἐμοὶ, ὅττι με τοῖον ἐόντ' ἀγαθοῖσι γεραίρεις. Ὀδυσσέως δὲ τοῦτο ὑπὲρ Εὐμαίου εὐχὴ, ὃς τὸν δεσπότην νώτοις ὑὸς διηνεκέεσσι γέραιρε. Σημείωσαι δὲ ὅτι καὶ ἐν Ἰλιάδι κεῖται τὸ, αἴθε οὕτω φίλος Διῒ πατρὶ γένοιτο ὡς ἐμοί· ἀπὸ ἐναντίας μέντοι διαθέσεως. ἄχθεται γὰρ ἐκεῖ κατὰ τοῦ Ἀχιλλέως ὁ τοῦτο λέγων καὶ οὐχ' ὡς ἐνταῦθα εἰς ἀγαθὸν ἐπεύχεται. (Vers. 443.) Ὅτι εὐνοοῦντος ξενοδόχου λόγος τὸ, ἔσθιε δαιμόνιε ξείνων καὶ τέρπεο τοῖσδε, οἷα πάρεστιν. (Vers. 444.) εἶτα ἐπιπλέκει γνωμικὸν ὁ τοῦτο παρὰ τῷ ποιητῇ εἰπὼν Εὔμαιος· θεὸς δὲ τὰ μὲν δώσει τὰ δ' ἐάσει, ὅττι κεν ᾧ θυμῷ ἐθέλει, δύναται γὰρ ἅπαντα.

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
