Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.82.1
Not analysed yet
(Vers. 443.) καὶ ὅρα τὸ, δαιμόνιε ξένων, συνταχθὲν ὡς οἷον ὑπερθετικὸν, καθὰ καὶ πρὸ ὀλίγων ἐσημειώθη. (Vers. 444.) Τὸ δὲ τὰ μὲν δώσει τὰ δ' ἐάσει, γοργῶς μὲν παρισοῦται πρὸς κάλλος. δηλοῖ δὲ τὴν ἐν ἀνθρώποις εὐδαιμονίαν κεκραμένην ἐξ ὧν τε θέλομεν καὶ ἐκ τῶν μὴ τοιούτων, κατὰ τὴν Ὁμηρικὴν δόξαν ἣν ἐν τῇ Ἰλιάδι δεδήλωκε. (Vers. 445.) Τὸ δὲ, ὃ ἂν ἐθέλει, κατάβασίς ἐστιν ἐκ πληθυντικοῦ εἰς ἑνικὸν συνήθης τῷ ποιητῇ. (Vers. 446.) Ὅτι τὴν πρὸ βραχέων φρασθεῖσαν σύντομον θυτικὴν διασκευὴν, ἣ τῇ σμικρότητι συνεξομοιοῦτο τῆς θυσίας, εἷς γὰρ ὗς ἱερεύθη, γοργότατα νῦν ἐπιτέμνων ὁ ποιητής φησι περὶ Εὐμαίου οὕτως· ἔφη δή· καὶ ἄργματα, τουτέστιν ὡς ἐῤῥέθη ἀπαρχὰς, ἔθυσε θεοῖς, ἤγουν κατὰ τοὺς παλαιοὺς, ἐθυμίασεν. οὐδέ ποτε γάρ, φασι, παρὰ τῷ ποιητῇ τὸ θῦσαι ἀντὶ τοῦ σφάξαι ἱερεῖον λέγεται. συλλαλεῖ δὲ τούτοις καὶ ὁ γράψας, ὅτι σφάξαι μὲν τὸ ἱερουργῆσαι ζῷον, θῦσαι δὲ τὸ θυμιάσαι. θύη γὰρ τὰ θυμιάματα, ὅθεν καὶ νέφος θυόεν, καὶ κόλπος θυώδης. φέρει δ' ἐκεῖνος καὶ χρῆσιν τοῦ πρώτου μὲν τὸ, ἔσφαξαν καὶ ἔδειραν, τοῦ δευτέρου δὲ τὸ, θεοῖσι δὲ θῦσαι ἀνώγει Πάτροκλον. ὅτι δὲ τὸ θύειν καὶ ἐπὶ τοῦ θυμιᾶν κεῖται, Θεόκριτος ἐν ταῖς φαρμακευτρίαις δηλοῖ σαφέστατα. (Vers. 448.) εἶτα εἰπὼν καὶ ὡς ἔσπεισεν αἴθοπα οἶνον, ὅ περ ἐν τῇ πρὸ τούτων διασκευῇ ἐσίγησε, λέγει ὅτι ἕζετο ᾗ παρὰ μοίρῃ ὁ Εὔμαιος ἤγουν παρὰ τῇ ἑαυτοῦ μερίδι. (Vers. 449.) πλάττει δὲ καὶ Μεσαύλιόν τινα δοῦλον τοῦ Εὐμαίου, ὃν συβώτης φησὶν αὐτὸς ἐκτήσατο πριάμενος ἐκ Ταφίων, οἶος, τουτέστι μόνος καθ' ἑαυτὸν ἀποιχομένοιο ἄνακτος. καὶ ἦν μὲν καὶ τοῦτο ἑρμηνευτικὸν τοῦ οἶος. (Vers. 451.) ὁ δὲ καὶ σαφέστερον ἐφερμηνεύων ἐπάγει· νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος. (Vers. 449.) οἰκεῖον δὲ ὄνομα δούλῳ ἀγροίκῳ ἤγουν ἀγροτικῷ τὸ Μεσαύλιος, ἀπὸ τοῦ μέσαυλον, ὅ πέρ ἐστιν ἀγροτικὴ ποιμενικὴ κατοικία, ὡς δηλοῖ καὶ ἡ Ἰλιὰς ἐν τῷ, ὅτε οἱ μέσαυλον ἵκοντο. εἰ δὲ μὴ μόνον δεσποτικοὶ οἰκέται ὑπὸ τῷ Εὐμαίῳ εἰσὶν, ἀλλὰ καὶ δοῦλον αὐτὸς ἰδιόκτητον ἔχει, καλῶς ἄρα ὄρχαμος ἀνδρῶν λέγεται. (Vers. 452.) οἰκονομικὴ δ' ἐνταῦθα ἡ ἱστορία ὡς τῶν εὐνουστάτων δούλων καὶ πεκουλιαζομένων ἀκωλύτως ὡς ταπολλά. Ληϊστὰς δὲ τοὺς προεγνωσμένους Ταφίους καὶ ἐνταῦθα ὁ ποιητὴς ἱστορεῖ, τυχὸν δὲ καὶ ἄλλως ἐμπορικούς. ἐξ ὧν Εὔμαιος τὸν Μεσαύλιον πρίατο κτεάτεσσιν ἑοῖσιν, ὡς ὁ ποιητής φησι. (Vers. 456.) λέγει δὲ τοὺς τοιούτους ἀγρότας καὶ μέχρι κόρου νῦν φαγεῖν, εἰπών· οἱ δ' ἐπὶ κοῖτον, ὅ ἐστιν ἐπὶ κοίτην σίτου καὶ κρειῶν, κεκορημένοι ἐσσεύοντο. (Vers. 457.) Ὅτι καινοποιὸς ὢν Ὅμηρος, ὡς ταπολλὰ, προτίθεται κἀνταῦθα εἰπεῖν τι πλασματικῶς γλαφυρὸν καὶ ἀνέλπιστον. ὑποτίθεται γὰρ νύκτα τυχαίως οὕτω γενέσθαι ψυχρὰν, καὶ οἵαν ἀναγκάσαι τὸν ψευδοπλάνητα τοῦτον ῥιγοῦν. (Vers. 469.) εἶτα πλάττει καὶ αὐτὸν δεξιῶς ἀναμιμνησκόμενον ἐν τῷ ψύχεσθαι, ὅπως ἐν ὁμοίῳ καιρῷ αὐτὸν ἐν τῇ Τροίᾳ ὁ Ὀδυσσεὺς καταπεπονημένον ὑπὸ ῥίγους εὐμεθόδως ᾠκτίσατο καὶ ἐσκέπασε καὶ ζητοῦντα καὶ νῦν ὅμοιόν τι γενέσθαι εἰς αὐτόν. (Vers. 460.) ὅ περ ἔσται, εἴ περ αἰδεσθέντες τοῦτον οἱ περὶ τὸν Εὔμαιον δοῖεν παχεῖαν χλαῖναν κατὰ τοῦ χειμῶνος, ὁποία τις ἡ μὴ μόνον ἀλεξήνεμος λεγομένη, ἀλλὰ καὶ χειμάμυνα ὡς ἐν ῥητορικῷ κεῖται λεξικῷ· ἐκεῖνο μὲν διὰ τὸ ἀλέγειν, ὅ ἐστιν ἀποσοβεῖν τὸν ἄνεμον, τοῦτο δὲ διὰ τὸ ἀμύνειν τὸ χεῖμα, ἃ δὴ τῆς αὐτῆς ἐννοίας εἰσίν. (Vers. 457.) ἔστι δὲ ἡ Ὁμηρικὴ ἐν τῷ τοιούτῳ πλάσματι φράσις τοιαύτη· νὺξ δ' ἂρ ἐπῆλθε κακὴ σκοτομήνοις. ὗε δ' ἄρα Ζεὺς πάννυχος. (Vers. 458.) αὐτὰρ ἄη Ζέφυρος μέγας αἰὲν ἔφυδρος. καὶ τοῦτο μὲν ἔκφρασις κακῆς νυκτός. (Vers. 459.) τὰ δὲ ἑξῆς ἐν οἷς πειρητίζει τοῦ συβώτου εἴ πως χλαῖναν ποθὲν λάβοι, ἐπεὶ αὐτοῦ κήδετο λίην, τοιαῦτα εἰσί· κέκλυτε νῦν, εὐξάμενός τοι ἔπος ἐρέω. οἶνος γὰρ ἀνώγει ἠλεὸς, ὅς τ' ἐφέηκε πολύφρονά περ μάλ' ἀεῖσαι, καί θ' ἁπαλὸν γελάσαι, καί τ' ὀρχήσασθαι ἀνῆκε, καί τι ἔπος προέηκεν ὅ πέρ τ' ἄῤῥητον ἄμεινον. (Vers. 467.) εἶτα ἐπεί περ εἰκὸς εἰπεῖν τινὰ ὡς ἐπειδὴ οἶδας μέθης ἀπόβλησιν εἶναι τὸ ῥηθησόμενον σίγησον φησίν· ἀλλ' ἐπεὶ οὖν τὸ πρῶτον ἀνέκραγον, οὐκ ἐπικεύσω, τουτέστιν ἐπεὶ τὸ μεῖζον ὡμολόγησα τὸ, οἴνῳ κάτοχος εἶναι κἀκεῖθεν κελεύεσθαι εἰπεῖν, οὐκ ἂν ὀκνήσω οὐδὲ τὸ ἔλαττον. (Vers. 468.) καὶ εὐθὺς ἐπιφέρει κατὰ ἀσύνδετον σχῆμα, ὁποῖα τινὰ καὶ ἐν Ἰλιάδι κεῖνται, οὕτως· εἴθ' ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη, ὡς ὅθ' ὑπὸ Τροίην λόχον ἤγομεν ἀρτύναντες. ἡγείσθην δ' Ὀδυσσεύς τε καὶ Μενέλαος. τοῖσι δ' ἅμα τρίτος ἦρχον ἐγὼν, αὐτοὶ γὰρ ἄνωγον. ἀλλ' ὅτε δή ῥ' ἱκόμεσθα ποτὶ πτόλιν αἰπύ τε τεῖχος, ἡμεῖς μὲν περὶ ἄστυ κατὰ ῥωπήϊα πυκνὰ ἀνδόνακας καὶ ἕλος ὑπὸ τεύχεσι πεπτηῶτες κείμεθα. νὺξ δ' ἂρ ἐπῆλθε κακὴ Βορέαο πεσόντος, (Vers. 476.)