# Commentarii ad Homeri Odysseam 2.83.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.83.1

πηγυλὶς, ἤγουν παγετὸς κατὰ τοὺς παλαιοὺς, ἢ παγετώδης. αὐτὰρ ὕπερθε χιὼν γένετ' ἠΰτε πάχνη ψυχρὴ καὶ σακέεσσι περιτρέφετο κρύσταλλος. ἔνθ' ἄλλοι πάντες χλαίνας ἔχον ἠδὲ χιτῶνας, εὗδον δ' εὔκηλοι σάκεσι σκεπόμενοι. αὐτὰρ ἐγὼ χλαῖναν μὲν ἰὼν ἔλιπον ἀφραδίαις. ἃς ἑρμηνεύων ἐπάγει· ἐπεὶ οὐκ ἐφάμην ῥιγωσέμεν ἔμπης· ἀλλ' ὅτε δὴ τρίχα νυκτὸς ἔην μετὰ δ' ἄστρα βεβήκει, ὡς καὶ ἀλλαχοῦ κεῖται, καὶ τότ' ἐγὼν Ὀδυσσῆα προσηύδων ἐγγὺς ἐόντα ἀγκῶνι νύξας, (Vers. 485.) ὁ δ' ἂρ ἐμμαπέως, ἤγουν ταχὺ καὶ ἅμα ἔπει, ὑπάκουσεν, ἤγουν ἁπλῶς ἤκουσε· Διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ, οὔ τι ἔτι ζωοῖσι μετέσσομαι, ἀλλά με χεῖμα δάμναται· οὐ γὰρ ἔχω χλαῖναν. παρά μ' ἤπαφε δαίμων οἰοχίτωνα ἔμμεναι. νῦν δ' οὐκέτι φυκτὰ πέλονται. ὣς ἐφάμην. ὁ δ' ἔπειτα νόον σχέθε τόνδ' ἐνὶ θυμῷ, οἷος ἐκεῖνος ἔην βουλευέμεν ἠδὲ μάχεσθαι. φθεγξάμενος δ' ὀλίγῃ ὀπί με πρὸς μῦθον ἔειπε· σίγα νῦν μή τις ἄλλος ἀκούσῃ. (Vers. 494.) ἦ, τουτέστιν ἔφη, καὶ ἐπ' ἀγκῶνος κεφαλὴν σχέθεν εἶπέ τε μῦθον· κλῦτε φίλοι, θεῖος ἐνύπνιον ἦλθεν ὄνειρος. λίην γὰρ νηῶν ἑκὰς ἤλθομεν. ἀλλά τις εἴη εἰπεῖν Ἀγαμέμνονι εἰ πλέονας (Vers. 498.) παρὰ ναῦφιν ἐποτρύνειε νέεσθαι, ἤγουν ὅπως πλείους σρατιώτας πέμψει ὧδε. καὶ ὁ μὲν οὕτως εἶπε ψευσάμενος ἐν δέοντι στρατηγικῶς. Θόας δὲ ἀνεγερθεὶς (Vers. 500.) ἀπὸ χλαῖναν θέτο φοινικόεσσαν, ἵνα δηλαδὴ τρέχῃ κοῦφος. βῆ δὲ θέειν ἐπὶ νῆας, ἐγὼ δ' ἐνὶ εἵματι κείμην ἀσπασίως. (Vers. 502.) φάε δὲ χρυσόθρονος Ἠώς. ὃ δὴ ἰσοδύναμόν ἐστι τῇ πολλαχοῦ κειμένῃ περιφράσει τοῦ, Ἠὼς δ' ἐκ λεχέων καὶ τὰ ἑξῆς. καὶ οὕτω μὲν ἐνταῦθα κατέληξε τὸ διήγημα, αἴνιγμα ὂν εἴτουν αἶνος μεθοδευθεὶς καὶ προτεθεὶς τοῖς περὶ τὸν Εὔμαιον, ἐπὶ ζητήσει ἐπιβλήματος, δι' οὗ τὸ κρύος ἐκφεύξεται, ἵνα δηλαδὴ νοήσωσιν ἐκεῖνοι, ὡς χρὴ καὶ νῦν ὑφ' ἡμῶν ἐπὶ τῷ ξένῳ τούτῳ γενέσθαι ὅ πέρ ποτε καὶ ὁ ἡμέτερος δεσπότης ἐπ' αὐτῷ πεποίηκε. καὶ ἔδει μὲν διὰ τὸν τοῦ αἰνίγματος κανόνα στῆναι τὸν λόγον ἐνταῦθα καὶ μὴ περαιτέρω προελθεῖν, ὡς ἂν ὁ ἀκροατὴς ἀφ' ἑαυτοῦ νοοίη τὸ λεῖπον κατὰ τὸν τοῦ αἴνου νόμον, ὅτι δηλαδὴ καὶ νῦν χειμῶνος ὄντος δέομαι περιβλήματος. (Vers. 503.) ὁ δὲ διὰ τὸ πρὸς ἀγροίκους λέγειν προστίθησι χάριν σαφηνείας καὶ τὴν ἀξίωσιν τοῦ προβληθέντος αἴνου, εἰπών· ὣς νῦν ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη. δοίη κέν τις χλαῖναν ἐνὶ σταθμοῖσι συφορβῶν, ἀμφότερον, φιλότητι καὶ αἰδοῖ φωτὸς ἑῆος. (Vers. 506.) νῦν δέ μ' ἀτιμάζουσι κακὰ χροῒ εἵματ' ἔχοντα, ὡς δηλονότι τιμηθησόμενος ἂν, εἴ περ καλὰ χροῒ εἵματα ἕστο. τίμιον γὰρ τοῖς πλείοσιν ὁ ὡραϊσμὸς καὶ ἡ κατὰ σῶμα θεραπεία, ὡς καὶ ὁ κατὰ Φαίακας ἔδειξεν Ὀδυσσεύς. (Vers. 508.) ἀλλ' οὕτω μὲν ὁ Ὀδυσσεὺς ᾐνίξατο δεξιῶς, οὐχ' ἧττον δὲ αὐτοῦ εἰς δεξιότητα καὶ τὸ τοῦ Εὐμαίου, εἰπόντος· ὦ γέρον, αἶνος μέντοι ἀμύμων, ὃν κατέλεξας, οὐδέ τί πω παρὰ μοῖραν, ἤτοι παρὰ τὸ προσῆκον, ἔπος νηκερδὲς ἔειπες. διὸ οὔτ' ἐσθῆτος δεήσῃ οὔτε τινὸς ἄλλου. (Vers. 511.) ὧν ἐπέοικεν οὐ δέεσθαι δηλαδὴ, οἰκέτην ταλαπείριον ἀντιάσαντα νῦν. αὐτὰρ ἠῶθέν γε τὰ σὰ ῥάκεα δνοπαλίξεις. (Vers. 512.) λέγει δὲ ὁ Εὔμαιος ἐπιδεξίως ὡς πρὸς τὸ αἴνιγμα, ὡς νῦν μὲν τεύξῃ ὧν ἐθέλεις, ἕωθεν δὲ τὰ σὰ ἐνδύσῃ αὖθις ῥάκεα. καὶ ὥς περ ἐν Τροίᾳ οὐκ ἐκληρονόμησας τῆς φοινικοέσσης χλαίνης τοῦ Θόαντος, ἀλλ' ἕωθεν ἀπέδωκας αὐτὴν, οὕτω καὶ νῦν οὐ κύριος ἔσῃ τοῦ ἐπιβλήματος, ἀλλὰ τὸ νυκτερινὸν ψύχος φυγὼν ἐσαύριον ἀποδώσεις αὐτό. (Vers. 516.) καὶ τὴν αἰτίαν ἀποδιδοὺς φησίν· οὐ γὰρ πολλαὶ χλαῖναι ἐπημοιβοί τε χιτῶνες ἐνθάδε ἕννυσθαι, μία δ' οἴη φωτὶ ἑκάστῳ διὰ τὸ ἀπεριουσίαστον καὶ ἀνόσφιστον. διὸ ἔχαιρεν Ὀδυσσεὺς, ὅτι οὕτω κήδεται τῶν ἐκείνου ὁ Εὔμαιος. (Vers. 508.) Ὅτι δὲ, ὡς ἐῤῥέθη, τὴν τοῦ αἴνου ἀξίωσιν κεκρύφθαι δεῖ καὶ μὴ ἐκφωνεῖσθαι πρὸς λογίους μέντοι ἀκροατὰς, δηλοῖ καὶ Ἡσίοδος, ὃς τῷ παρ' αὐτοῦ πλασθέντι αἴνῳ τῆς ἀηδόνος οὐ προσέθετο τὴν ἀξίωσιν, ἥ τις ἦν, τὸ μὴ δεῖν εἶναι θηριωδῶς τοὺς ἅρπαγας ἐπιφύεσθαι τῷ μουσολήπτῳ ἐκείνῳ ἀοιδῷ, ἀλλὰ σεσίγηκεν, ἀφεὶς νοεῖν ἐκεῖθεν τοὺς ἀκροατὰς ὡς λογίους. αἶνον γάρ, φησιν, ἐρέω βασιλεῦσι φρονέουσι καὶ αὐτοῖς, τουτέστι δυναμένοις νοεῖν ὅ περ αἰνίξομαι. Δῆλον δὲ ὅτι αἶνος παρὰ τοῖς παλαιοῖς οὐ μόνον ἔπαινος, ἐξ οὗ πολύαινος Ὀδυσσεὺς, ὡς αἱ Σειρῆνες εἶπον, ἀλλὰ καὶ λόγος συμβολικὸς ἐκ μύθου ἢ ἱστορίας περιπέτειαν ἔχων παραινετικὴν, ῥητῶς δὲ κατὰ τὸν παλαιὸν εἰπεῖν, λόγος μυθικὸς ἐκφερόμενος ἀπὸ ἀλόγων ζῴων ἢ φυτῶν πρὸς ἀνθρώπων παραίνεσιν, ὡς εἰρήσεται. διὸ καὶ Ἡσίοδος τὸν περὶ τῆς ἀηδόνος παρ' αὐτῷ λόγον αἶνον, ὡς ἐῤῥέθη, ἐκάλεσε, καὶ Ἀρχίλοχος δέ φησιν, ὅτι αἶνός τις ἀνθρώπων ὁ δ' ὡς ἄρ' ἀλώπηξ ἠδ' ἀετὸς ξυνωνίην ἔμιξαν, ἢ καθ' ἑτέραν γραφὴν, ἔθεντο. Ἔνθα ὅρα τὸ ξυνωνίην παραχθὲν ἐκ τοῦ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
