# Commentarii ad Homeri Odysseam 2.86.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.86.1

κωμικῶς ἀντὶ τοῦ ᾄδειν ἀπὸ τοῦ κόκκυγος. ἶσον δὲ ἴσῳ κεκρᾶσθαι τὸ καὶ παρὰ Ἀριστοφάνει κείμενον. συμφωνεῖ δὲ τῇ Ὁμηρικῇ περὶ οἴνου γνώμῃ καὶ τὸ, ἐπειδὰν δειπνῶμέν που τότε πλεῖστα λαλοῦμεν ἅπαντες. συντελεῖ δέ τι καὶ τὸ, οἶδε Διόνυσος τὸ μεθύσαι μόνον, εἰ δὲ νέον ἢ παλαιὸν οὐ πεφρόντηκε. (Vers. 468.) Τὸ δὲ ὣς ἡβώοιμι καὶ ἑξῆς, τεθὲν αὖθις μετὰ τὸ πέρας τοῦ διηγήματος κύκλον ποιεῖ μακροαπόδοτον, ὁποῖόν τι καὶ ἐν Ἰλιάδι ἐστί. (Vers. 469.) Τὸ δὲ ὑπὸ Τροίην ἀκριβῶς πέφρασται. οἱ γὰρ κάτω λοχῶντες περὶ αἰπὺ τεῖχος καλῶς ἂν ὑπὸ Τροίην λόχον ἄγειν λέγοιντο. Τὸ δὲ λόχον ἤγομεν καὶ τὸ ἡγείσθην παρήγαγον τὸν ὕστερον λοχαγόν. (Vers. 474.) Ὅτι δὲ ἑλώδη τὰ κατωτέρω τῆς Τροίας, ὡμολόγηται. Οἰκεῖον δὲ φυτὸν ἕλεσι καὶ οἱ δόνακες, περὶ ὧν καὶ ἡ Ἰλιὰς δηλοῖ. Δῆλον δὲ καὶ ὡς συνεργάζεταί τι χειμῶνος τῷ κρύει καὶ τὸ ἕλος διὰ τὴν περὶ αὐτὸ ὑγρότητα κρυσταλλουμένην, ὡς εἰκὸς, ἐν δριμύτητι ψύχους. Τοῦ δὲ ὑπὸ τεύχεσι πεπτηῶτες, ἑρμηνεία μετ' ὀλίγα τὸ, σάκεσιν εἰλυμένοι ὤμους. (Vers. 475.) Τὸ δὲ νὺξ κακὴ Βορέαο πεσόντος πηγυλὶς καὶ τὰ ἑξῆς, αἰθρηγενέτην ὑποβάλλει νοεῖν τὸν Βορέαν, ὡς ψυχροποιὸν, ὅ περ καὶ ἐν ἄλλοις λέλεκται. (Vers. 476.) Τὸ δὲ χιὼν γένετο ἠΰτε πάχνη, παχυτέραν χιόνος τὴν πάχνην εἶναι δηλοῖ. λεπτὴ γὰρ ἐκείνη, τουτέστιν ἀραιά. κρύσταλλος δέ γε καὶ πάχνης παχύτερος, ὧν πάντων ἐμνήσθη ἐνταῦθα ὁ ποιητής. ὃς καὶ θεὶς ἐν ἄκρῳ στίχου τὸ κρύσταλλος τὴν ἐν δυσὶ λ γραφὴν τῇ λέξει δέδωκε. (Vers. 477.) Τὸ δὲ περιτρέφετο ἀντὶ τοῦ πέριξ ἐπήγνυτο, ἐπαγετοῦτο, συνίστατο, ἐστερεοῦτο. ὅθεν καὶ τροφὴ, ἡ συμπηγνῦσα καὶ στερεοῦσα τὸ σῶμα. οὕτω δὲ καὶ γάλα θρέψας Κύκλωψ τυροποιεῖται. (Vers. 481.) Τὸ δὲ ἐφάμην ἐκ τοῦ φημὶ ὂν, ἀναλόγως συστέλλει τὴν παραλήγουσαν. τὰ γὰρ τοιαῦτα εἰς μι, βραχύνουσι καθ' Ἡρακλείδην τὸ παρατέλευτον φωνῆεν, ὃ ἐμήκυνεν ὁ ἐνεστώς. ὡς γὰρ δίδωμι ἐδιδόμην ἐτιθέμην ἐκιρνάμην, οὕτω φημὶ ἐφάμην. τὸ ἤμην, φησὶν, οὐ τοιοῦτον. ἐχρῆν γὰρ ἀπὸ τοῦ εἰμὶ ἔμην εἶναι παραιρεθέντος τοῦ ἰῶτα, οἷα, φησὶ, τῆς ει χεροκοπουμένης τῷ ἰῶτα καὶ μὴ ἄλλως τῶν διφθόγγων βραχυνομένων, εἰ μὴ θάτερον περιαιρεθῇ φωνῆεν, εἶτα καὶ ἄλλως ἡμαρτῆσθαι δείξας τὸ ἤμην, καὶ εἰπὼν μὴ χρῆναι τοῦ ἤμην τὸ δεύτερον ἦς εἶναι ἀλλὰ ἦσο καὶ προσθεὶς ὅτι Ὅμηρος τοῦτο εἰδὼς γράφει ἐκεῖθεν προστακτικὸν τὸ ἔσσο διὰ δύο σίγμα, ἐπιφέρει ὅτι ἐκ περιουσίας ἔστι καὶ περὶ τούτου εἰπεῖν, ὡς ἡμάρτηται καὶ αὐτό. καὶ γάρ, φησι, τῶν εἰς ο τοιούτων ῥημάτων οὐ διπλάζεται τὸ σίγμα διαλέκτῳ. οὐδεὶς γοῦν μὴ εἴπῃ τὸ, φάσο φάσσο, οὐδ' ἄλλο τι τῶν ὁμοίων. οὕτω δὲ πολύνους ὢν ὁ Ἡρακλείδης κατασκευάζει καὶ ὡς οὐκ ἔστι τὸ φήσω ἐκ τοῦ φημὶ εἶναι, ἀλλ' ἐκ τοῦ φῶ. καὶ οὕτω μὲν ταῦτα. Τὸ δὲ ῥιγῶσαι κατὰ τρίτην συζυγίαν λέγεται παρὰ τῷ ποιητῇ καὶ τοῖς μετ' αὐτὸν ἐπὶ ψύχους. ἐπὶ μέντοι φόβου ῥιγῶ ῥιγήσω λέγεται, ἀφ' οὗ καὶ τὸ ῥιγηλόν. (Vers. 482.) Ζῶμα δὲ φαεινὸν τὸν χιτῶνα δοκεῖ λέγειν, καθὰ μετ' ὀλίγα δηλοῖ τὸ, οὐ γὰρ ἔχω χλαῖναν ἀλλ' ἐκ δαίμονος οἰοχίτων εἰμὶ, τουτέστι, μόνον ἔχω χιτῶνα. ταυτὸν δὲ ἂν εἴη καὶ ζῶμα εἰπεῖν. καὶ σημείωσαι τοῦτο εἰς τὰ τῆς Ναυσικάας ζώματα. ἴσως δὲ πρὸς διαστολὴν χλαίνης λέγεται ζῶμα ὁ χιτὼν, οἷα ζωνύμενος. χλαῖνα γὰρ οὐ ζώνυται. ὅτι δὲ ζώνυται ὁ χιτὼν, δηλοῖ τὸ, ζωστῆρι συνέεργε χιτῶνα, ὡς εἶναι ζωστῆρα μὲν καὶ ζωνύντα, ζῶμα δὲ τὸν ζωνύμενον χιτῶνα. (Vers. 485.) Τὸ δὲ ἀγκῶνι νύξας, ἐμφαίνει μὴ δύνασθαι λαλεῖν πολλὰ τὸν τοῦτο ποιήσαντα. διὸ καὶ τῷ ἀγκῶνι χρᾶται εἰς ἐπιστροφὴν τοῦ ἀκούοντος. (Vers. 485.) δηλοῖ δὲ τοῦτο καὶ τὸ, οὔ τοι ἔτι ζωοῖσι μετέσσομαι. ὅθεν καὶ κομματικῶς λαλεῖ, ὡς μὴ δυνάμενος ἀποτάδην προάγειν φωνήν. Τὸ δὲ οὔτοι ἔτι ζωοῖσι μετέσσομαι ἀλλά με χεῖμα δάμναται, ἄνδρα φράζει πάνυ ῥιγοῦντα. (Vers. 489.) Τὸ δὲ οὐκέτι φυκτὰ πέλονται καὶ εἰς παροιμίαν κεῖται ἐπὶ ἀφύκτων κακῶν. (Vers. 490.) Τὸ δὲ νόον σχέθεν ἀντὶ τοῦ ἔκρυψε τὸν μυστηριώδη λόγον κατὰ νοῦν. (Vers. 491.) Τὸ δὲ οἷον ἐκεῖνος ἔην βουλευέμεν ἠδὲ μάχεσθαι, ἔπαινός ἐστι πρακτικοῦ τε καὶ δαΐφρονος ἀνδρός. γράφεται δὲ καὶ οἷος ἐκεῖνος ἔην τελέσαι ἔργον τε ἔπος τε. ὀλίγην δὲ ὄπα τὴν ἠρεμαίαν λέγει καὶ μικράν. (Vers. 495.) Ὁ δὲ κατὰ τὸν ὄνειρον στίχος καὶ ἀλλαχοῦ γέγραπται. οὐ φράζεται δὲ ὁ ὄνειρος διὰ τὸ μὴ ἀναγκαῖον εἶναι τοῦτο. ἐμφαίνει δὲ ὅμως ὁ ποιητὴς δύνασθαι καὶ ὄνειρον ἐνταῦθα διασκευάσαι. Τὸ δὲ ἐπ' ἀγκῶνος κεφαλὴν σχέθεν ὅμοιον, ὡς εἰ καί τις εἴποι ἐπὶ θεμελίῳ εἶναι ὄροφον. ὡς γὰρ ἐκεῖ σιγῶνται οἱ τοῖχοι, οὕτω καὶ ἐνταῦθα ὁ πῆχυς. (Vers. 496.) Τὸ δὲ ἀλλά τις εἴη εἰπεῖν Ἀγαμέμνονι, οὐ μόνον ἀντὶ τοῦ ὑπάρχοι κεῖται, ἀλλὰ καὶ μόνον ἀντὶ τοῦ πορεύοιτο, ὡς ἀπὸ τοῦ εἴω ἐνεστῶτος· ὅθεν καὶ εἴσατο ἀντὶ τοῦ ἐπορεύθη, καὶ ᾔει ἀντὶ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
