# Commentarii ad Homeri Odysseam 2.87.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.87.1

τοῦ ἦλθε, καὶ ἰὼν μετοχή. (Vers. 500.) Τὸ δὲ χλαῖναν φοινικόεσσαν δηλοῖ, ὡς καὶ ἐν Ἰλιάδι ἐφάνη, χρηστὰ ἐν πολέμῳ εἶναι τὰ τοιαῦτα φορήματα κατὰ ἔθος Λακωνικὸν, ὡς ἂν ἐν μάχαις ὑποκλέπτοιτο ἡ τοῦ αἵματος ῥύσις διὰ τῆς ὁμοχρόου ἐνδύσεως. (Vers. 502.) Τὸ δὲ φάε χρυσόθρονος Ἠὼς ἤτοι ἔλαμπε, πρωτότυπόν ἐστι τοῦ φαέθειν καὶ τοῦ κατὰ τὸν Ἥλιον Φαέθοντος. (Vers. 505.) Τὸ δὲ ἀμφότερον φιλότητι καὶ αἰδοῖ φωτὸς, σχῆμα ἐστὶ φιλητὸν Ὁμήρῳ, ὅμοιον τῷ, ἀμφότερον βασιλεύς τ' ἀγαθὸς κρατερός τ' αἰχμητὴς, καὶ τοῖς τοιούτοις. ἐπιμαρτύρεται δὲ καὶ τῇ ἀρετῇ τὸ φίλιόν τε καὶ αἰδοῦς ἄξιον, εἴ γε ὁ ξένος ἡβῶν καὶ βίαν ἔχων φιλότητός τε ἂν καὶ αἰδοῦς ἠξίωτο. Τὸ δὲ ἑῆος τουτέστιν ἀγαθοῦ, γίνεται μὲν, ἀπὸ τοῦ ἠὺς ἠέος, κατὰ μετάθεσιν, ἀφίλητον δέ ἐστι πεζογραφοῦντι ῥήτορι. (Vers. 509.) Τὸ δὲ οὐ παρὰ μοῖραν, ἀντὶ τοῦ οὐ παρὰ τὸ καθῆκον. ἐξ ἧς μοίρας καὶ μεμψίμοιρος ὁ μεμφόμενος τὸ προσῆκον. Τὸ δὲ οὐ νηκερδὲς ἔειπες, κερδαλεόφρονα τὸν ξένον ὑποδείκνυσι. τοιοῦτος γὰρ ὁ μὴ ἀκερδῆ λαλῶν. κερδαίνει δὴ καὶ αὐτὸς τὸ χλαῖναν ἐπὶ σκέπῃ λαβεῖν. (Vers. 512.) Τὸ δὲ ῥάκεα δνοπαλίξεις, ἀντὶ τοῦ ταῖς χερσὶν ἕξεις, ταῖς παλάμαις δονήσεις ἢ δινήσεις, οἷα συῤῥάπτων ἢ καὶ ἄλλως μεταχειριζόμενος καὶ καλύπτων τάδε ἢ ἐκεῖνα μέρη σώματος, τὰ γυμνὰ δηλαδὴ, διὰ τὸ διεῤῥωγότα εἶναι τὰ ῥάκεα. καὶ ἔστι δνοπαλίζειν, ὡς εἰπεῖν, τὸ δονοπάλλειν ἢ δονοπαλαμίζειν. ἅπαξ δὲ ἡ λέξις ἐν Ὀδυσσείᾳ εἴρηται, οὕτω δὲ καὶ ἐν Ἰλιάδι ἐν τῷ, ἀνὴρ ἄνδρα ἐδνοπάλιζεν. ἐν δὲ ῥητορικῷ λεξικῷ γράφεται, δνοπαλίζειν, τὸ κεντεῖν, ταράσσειν, ἐκτινάσσειν, σείειν. ἔστι δὲ ὅτε καὶ κτείνειν καὶ πολεμεῖν. Ἰστέον δὲ ὅτι δεξιῶς πλάττεται μεθ' ἡμέραν αὖθις ἐξαλλαγῆναι τῷ Ὀδυσσεῖ τὰ εἵματα. χρὴ γὰρ αὐτὸν ῥάκεα φοροῦντα εἰς Ἰθάκην ἐλθεῖν. Ἔτι ἰστέον καὶ ὅτι κατὰ τὴν τεχνικὴν παράδοσιν οὐ ταυτὸν, ῥάκος εἰπεῖν καὶ τρίβωνα. τοῦτο γὰρ ἀκυρολεξίας. ἔστι δέ, φασι, ῥάκος μὲν τὸ διεῤῥωγὸς, τρίβων δὲ τὸ ἀποβεβληκὸς τὰς κροκύδας, εἴτουν κρόκας. ὃ καὶ στημονίζων οἱ ἰδιῶται φασίν. καὶ ἔστι τούτου μὲν ἀρχὴ ἡ ἐκ τοῦ τρίβω τριβή. παρώνυμον γὰρ ὁ τρίβων. οὗ ὑποκοριστικὸν τὸ τριβώνιον. τοῦ δὲ ῥάκους προϋπόκειται τὸ ῥέσσω καὶ ὁ ἐκεῖθεν ἐνεργητικὸς παρακείμενος. (Vers. 513.) Ἐπημοιβοὶ δὲ χιτῶνες οἱ περιττεύοντες, ὥστε χειμῶνος ἢ ἄλλως ἐπί τινι χρείᾳ μεταλαμβάνειν αὐτοὺς, ὁποῖα παρὰ Φαίαξι τὰ κατὰ τρυφὴν ἐξημοιβὰ εἵματα, παρ' οἷς καὶ τὰ θερμὰ λοετρὰ καὶ τὸ τρυφερὸν τῆς εὐνῆς. εἴη δ' ἂν κατὰ τοὺς ἐπημοιβοὺς χιτῶνας καὶ τὰ ἐξημοιβὰ εἵματα καὶ ἡ αὐτίκα δηλωθησομένη ἀμοιβὰς χλαῖνα. (Vers. 514.) Τὸ δὲ μία δ' οἴη φωτὶ ἑκάστῳ βίον δηλοῖ ἀγροτικὸν ἀπέριττον. διὸ οὐδ' ἠρκέσθη μία εἰπεῖν, ἀλλὰ προσέθετο καὶ τὸ οἴη, ὃ δὴ πολλαχοῦ ταυτὸν δύναται τῷ μία. καὶ οὕτω μὲν ἀγροτικὸν τὸ μονόχλαινον καὶ ὁ εἷς χιτὼν, ἀστικὸν δὲ τὸ ἀνάπαλιν. (Vers. 515.) Τηλέμαχος οὖν χλαῖνάν τε καὶ λοιπὰ εἵματα δοὺς τῷ ξένῳ κατὰ τὸν Εὐμαίου λόγον πέμψει ὅπῃ ἐθέλει. Δῆλον δὲ ὅτι φιλοξένου ἀνδρὸς ἔνδειξις τὸ, αὐτός τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δώσει, πέμψει δ' ὅπῃ σε κραδίη θυμός τε κελεύει. (Vers. 518.) Ὅτι κηδόμενος ὁ καλὸς Εὔμαιος τοῦ πλανήτου δεσπότου τίθει ἄρα οἱ πυρὸς ἐγγὺς εὐνὴν διὰ τὸ ῥιγοῦν, ἐν δ' οἰῶν τε καὶ αἰγῶν δέρματ' ἔβαλλεν. ἐπὶ δὲ χλαῖναν βάλεν αὐτῷ πυκνὴν καὶ μεγάλην, (Vers. 521.) ἥ οἱ παρεκέσκετο ἤτοι παρέκειτο ἢ παρεχέσκετο ἤγουν παρείχετο ἀμοιβὰς, τουτέστι πρὸς ἀμοιβήν. (Vers. 522.) ὃ ἑρμηνεύων ἐπάγει· ἕννυσθαι ὅτε τις χειμὼν ἔκπαγλος ὄροιτο. εἰκὸς γὰρ τὸν ὄρχαμον ἀνδρῶν Εὔμαιον καὶ ἀμοιβάδα χλαῖναν ἔχειν, οὐχ' ὥστε δύο χλαίνας φορεῖν, ἀλλ' ἵνα χειμῶνος ἐπιγενομένου ἀμείβων ὡς καὶ πυκνοτέραν καὶ μεγάλην χροῖτο αὐτῇ, πυκνῇ μὲν οὔσῃ διὰ τὸ ψύχος, μεγάλῃ δὲ, ἵνα σκέπῃ τὸν ὅλον Εὔμαιον. διὸ ἡ μετ' ὀλίγα φορουμένη χλαῖνα ἔξω ἐν αἰθρίᾳ μάλα μὲν πυκνὴ, οὐ μεγάλη δέ. (Vers. 523.) Ἐνταῦθα δὲ ὅρα καὶ ὡς εἰπὼν ἔνθ' Ὀδυσσεὺς κατέλεκτο ἐπάγει· ὣς ὁ μὲν ἔνθ' Ὀδυσσεὺς κοιμήσατο, ὡς ἢ ἄμφω ταυτὰ εἶναι ἢ τὸ μὲν κατέλεκτο ἐπὶ ἀνακλίσεως, τὸ δὲ ἕτερον ἐπὶ ὕπνου. (Vers. 526.) Ὅτι παιδεύων ὁ ποιητὴς τὸ πλεῖον τῆς κατὰ βίον σπουδῆς χρῆναι τῶν ὑπερεχόντων εἶναι πλάττει ἐνταῦθα τὸν ὄρχαμον Εὔμαιον ἐν τῷ τοὺς ἄλλους ἔσω κοιμᾶσθαι διὰ τὴν σκοτομήνιον καὶ κακὴν νύκτα ἔξω κοιμώμενον αὐτὸν ἔνοπλον πρὸς τοῖς βοσκήμασιν ἐπὶ φυλακῇ. ὃ καὶ βλέπων Ὀδυσσεὺς χαίρει. φησὶ γοῦν ὡς οἱ μὲν ἄλλοι ἄνδρες νεανίαι ἔσω παρὰ τὸν ξένον ἤγουν ἐγγὺς τοῦ ξένου κοιμήσαντο, οἷα δι' ἡμέρας καμόντες ἔξω, οὐδὲ συβώτῃ ἥνδανεν αὐτόθι κοῖτος ὑῶν ἄπο κοιμηθῆναι. ἀλλ' ὅ γ' ἂρ ἔξω ἰὼν ὡπλίζετο, χαῖρε δ' Ὀδυσσεὺς ὅττι ῥά οἱ βιότου περικήδετο νόσφιν ἐόντος. εἶτα ἑρμηνεύων τὸ ὡπλίζετο φησί· πρῶτον μὲν ξίφος ὀξὺ περὶ στιβαροῖς

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
