# Commentarii ad Homeri Odysseam 2.94.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.94.1

τὰς πεπλοδόχους χηλοὺς, παρὰ τὸ φᾶρος, ὥς φασιν οἱ παλαιοί. ὅτι δὲ τοιοῦτοι οἱ φωριαμοὶ, δηλοῖ καὶ τὸ, ἔνθα ἔσαν πέπλοι. ἑτέρωθι δὲ καὶ ὁ τόνος τῆς λέξεως ταύτης κεκανόνισται. (Vers. 119.) Κεῖται δ' ἐνταῦθα καὶ τὸ νοστῆσαι ἀντὶ τοῦ ἁπλῶς ἐλθεῖν, ἔνθα φησὶ Μενέλαος ὡς τὸν ῥηθέντα κρατῆρα δέδωκεν αὐτῷ ὁ Σιδόνιος βασιλεὺς νοστήσαντι ἐκεῖσε εἰς αὐτὸν, ἤγουν ἐλθόντα ἁπλῶς. ἴσως δὲ καὶ αὐτὸ ἐπὶ τοῦ οἴκαδε ἐπανελθεῖν εἴρηται. εἰ γὰρ καὶ μὴ εἰς Σιδόνα ἐνόστησεν ὁ Μενέλαος, ἀλλ' ἐν τῷ οἴκαδε παλιννοστεῖν ἐπλανήθη ἐκεῖ. (Vers. 109.) Ἔτι ἐν τούτοις κεῖται καὶ τὸ, ἔβησαν ἰέναι διὰ δώματα, ὅ περ ἐν ἄλλοις διὰ δῶμα εἴρηται ἀσυνήθως. τῷ γὰρ σύνηθες βαίνειν διὰ δωμάτων καὶ διὰ δώματος. Ὅμηρος δὲ ἰσοδυναμεῖν οἶδε τῇ κατα τὴν δια πρόθεσιν. (Vers. 108.) Τὸ δὲ ἀστὴρ ὣς ἀπέλαμπεν ἐτυμολογίαν τε ἀστέρος ὑποβάλλει νοεῖν, ὃς ἀπὸ τοῦ αἴθειν, ὅ πέρ ἐστι λάμπειν, λέγεται, καὶ ἀρχὴν ἐνδέδωκεν ἐπαίνου τοῖς εἰποῦσι τὸν καλὸν Μένανδρον ἀστέρα τῆς νέας κωμῳδίας. μάλιστα δὲ αὐτὸ ἐκ τοῦ ἀστέρι ὀπωρινῷ ἐναλίγκιος εἴληπται. Ὅτι δὲ ὁ ῥηθεὶς ἀργύρεος κρατὴρ καὶ ὁ χάλκεος λέβης καὶ τὸ χρύσεον δέπας καὶ τὰ τοιαῦτα μετουσιαστικὰ ὄντα διαφέρει τοῦ ὁμοίου τύπου τῶν σωματικῶν τῷ ἀπὸ ἀψύχων γίνεσθαι, οἱ παλαιοὶ παραδιδόασι. (Vers. 125.) Τὸ δὲ τέκνον φίλε ὅτι Ἀττικῶς ἐσχημάτισται, προεσαφηνίσθη ἐν τοῖς φθάσασιν. Ἰστέον δὲ ὅτι δύναται τοῦτο καὶ διὰ στιγμῆς ὀρθοῦσθαι εἰς τὸ κοινότερον, ἵνα λέγῃ, ὦ τέκνον, ὦ φίλε. (Vers. 126.) Μνῆμα δὲ νῦν ἁπλῶς τὴν μνήμην λέγει. ἐξ οὗ δῆλον ὅτι καὶ τὸ νεκρικὸν μνῆμα οὕτω καλεῖται διὰ τὴν ἐξ αὐτοῦ μνήμην τοῦ ποτὲ ζῶντος. δῆλον δὲ ὅτι ταυτὸν ὥς περ τρῶμα τρώμη, βρῶμα βρώμη, οὕτω καὶ μνῆμα μνήμη. Ἐν δὲ τῷ, Ἑλένης χειρῶν, σεμνῶς ἡ ἡρωῒς τὸ ἑαυτῆς ἔφη ὄνομα κατά τινα ἐξοχὴν καὶ μεγαλειότητα διὰ τὸ αὐτῆς πολυθρύλητον. οὕτω δὲ καὶ ὁ ποιητὴς χαίρων κἀνταῦθα τῇ αὐτῆς μνήμῃ ἐκ περιττοῦ καὶ εἰς οὐδὲν δέον ἐμνήσθη αὐτῆς ἐν τῷ, ἕνα τῶν πέπλων ἀειραμένη Ἑλένη ἔφερεν. ἐκεῖ γὰρ οὐκ ἀναγκαίως πρόσκειται τὸ Ἑλένη. διότι καὶ ἄλλως αὐτὴ ἐξηκούετο κατ' ἀκολουθίαν τοιαύτην. Ἑλένη δὲ παρίστατο φωριαμοῖς, ἔνθ' ἔσαν πέπλοι. τῶν ἕν' ἀειραμένη ἔφερεν, ὥστε τὸ, Ἑλένη ἔφερεν, ἐκ περισσοῦ κεῖται διὰ φιλίαν Ὁμηρικήν. ἐθέλει γὰρ συχνὰ καὶ πρὸς ὄνομα μεμνῆσθαι αὐτῆς ὁ ποιητής. (Vers. 126.) Τὸ δὲ, πολυηράτου, ἀμφιβολίαν ἔχει. ἄδηλον γὰρ εἴτε πολυηράτου Ἑλένης ῥητέον, εἴτε γάμου πολυηράτου. τοῦτο δὲ ἢ διὰ τοὺς κατὰ τὸν γάμον ἔρωτας ἢ διὰ τὸ εὐκταῖον αὐτοῦ χάριν τεκνογονίας, ἢ καὶ διότι πολλῶν εὐχῶν χρεία τοῖς περὶ γάμους, ἵνα τύχοιεν ἀγαθῶν γυναικῶν. Ὅτι δὲ δεξιωτάτη ἱστουργεῖν ἡ Ἑλένη, δηλοῖ καὶ ἐν Ἰλιάδι τὰ τῆς δίπλακος, ᾗ τοὺς τῶν Ἀχαιῶν ἐκείνη ἄθλους ἐνέπασσεν, ἀρχέτυπον αὐτὴν τιθεμένη τῆς Ὁμηρικῆς ποιήσεως. (Vers. 127.) Τὸ δὲ, τέως δὲ φίλῃ παρὰ μητρὶ κείσθω, ἑτεροῖον ἐστὶν ὧν πρὸ μικροῦ ὁ Τηλέμαχος ἐνόει, λογιζόμενος δμωΐδι ἀναθέσθαι τὰ καθ' ἑαυτόν. ἐκεῖνος μὲν γὰρ ἐγίνωσκεν ἄλλα, ἡ Ἑλένη δὲ οὐκ οἶδε τὰ κατὰ τὴν Πηνελόπην ὅπως ἔχουσι, διὸ καὶ αὐτῇ παρατεθῆναι τὸν πέπλον συμβουλεύεται. (Vers. 128.) Ἐν δὲ τῷ, σὺ δέ μοι χαίρων, ἢ περιττὸν κεῖται τὸ μοι, ὡς καὶ ἐν ἄλλοις γίνεται, ἢ ἀντὶ τοῦ, χαίρων ὅσον τὸ ἐπ' ἐμοὶ, εἰ καὶ τυχὸν ἄλλοθεν οὐκ ἔσται σοι τοῦτο. (Vers. 131.) Ὅτι ἐν Ἰλιάδι μὲν πείρινθα εἶπεν ὁ ποιητὴς τὸ τῆς ἁμάξης ἄνω τοῦ ἄξονος φορτοφόρον πλινθίον. καὶ ζητητέον ἐκεῖ περὶ τούτου. ἐνταῦθα δὲ Πεισίστρατος ἐς πείρινθα δίφρου, ἔνθα ὁ διφρηλάτης ἐκάθητο, ὡς ἐκεῖ ὁ ἁμαξηλάτης, τὰ βασιλικὰ δῶρα τίθησιν, ἃ πάντα θηήσατο θυμῷ, ὡς εἶναι οὕτως αὐτὰ θηητά. λέγοι δὲ ἂν πείρινθα κατὰ τὸ ἐοικὸς τῆς λέξεως τὸ περίθεμα, ὡς ἀπὸ τῆς περι προθέσεως καὶ τοῦ θῶ τὸ τίθημι. εἴη δ' ἂν πείρινθα καὶ ἡ πρὸ τούτων ῥηθεῖσά που ὑπερτερία ἐπὶ τῆς κατὰ τὴν Ναυσικάαν ἁμάξης, ὅ περ οἱ ὕστερον ἐσχάραν καλοῦσι. ζητητέον δὲ, εἴ περ πείρινς πείρινθος ἡ εὐθεῖα τῆς λέξεως ταύτης εἴτε τὸ πείρινθον. (Vers. 140.) Ὅτι ἐν τῷ, κρέα δαίετο καὶ νέμε μοίρας, τὸ μὲν νέμε τὸν ὕστερον κρεανόμον ὑποβάλλει νοεῖν, τὸ δὲ δαίετο τὸν δαιτρὸν παρετυμολογεῖ. συστέλλει δὲ τὸ κρέα τὴν λήγουσαν ἐνταῦθα, ὡς ἀποκοπὴν παθὸν ἐκ τοῦ κρέατα. διὸ καὶ δάκτυλον ἀπαρτίζει. φησὶ γάρ· Βοηθοίδης κρέα δαίετο. εἰ δὲ καὶ ἴσως ἐκτέταται, συνίζησιν ἡ λέξις πάσχει ἐπὶ σπονδείου ἀπαρτισμῷ. ἐν τούτοις δὲ κρεανομεῖ μὲν ὁ Βοηθοίδης Ἐτεωνεὺς, οἰνοχοεῖ δὲ ὁ τοῦ βασιλέως παῖς. φησὶ γάρ· ᾠνοχόει δ' υἱὸς Μενελάου κυδαλίμοιο. (Vers. 148.) Ὅτι τοῖς βασιλικοῖς νεανίαις ἀναβεβηκόσιν εἰς τὸ ἅρμα, οἶνόν τε μελίφρονα δίδωσιν ὁ βασιλεὺς ἐν δέπαϊ χρυσέῳ ἔχων ἐν χειρὶ δεξιτερῇ διὰ τὸ εὐοιώνιστον, ἵνα λείψαντε, τουτέστι σπείσαντες, κιοίτην ἤγουν ἀπέλθοιεν. καὶ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
