Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.95.1
Not analysed yet
χαίρετον, ὦ κοῦροι, φησὶ, καὶ Νέστορι ποιμένι λαῶν εἰπεῖν, τουτέστιν εἴπατε αὐτὸ τοῦτο τὸ χαίρειν. διατί; ἦ γὰρ ἔμοιγε πατὴρ ὣς ἤπιος ἦεν ἐν Τροίᾳ. (Vers. 156.) ἐπὶ δὲ τούτοις τῷ Τηλεμάχῳ εὐξαμένῳ, ὡς αἲ γὰρ ἐγὼ νοστήσας, τουτέστιν Ἰθάκηνδε κιὼν Ὀδυσεῖ ἐνὶ οἴκῳ εἴποιμι ὡς παρὰ σεῖο τυχὼν φιλότητος ἁπάσης ἔρχομαι. (Vers. 159.) αὐτὰρ ἄγω κειμήλια πολλὰ καὶ ἐσθλὰ, εἰ καὶ μὴ ὅσα ἐκεῖνος ἐκ Φαιάκων, ἐπέπτατό φησι δεξιὸς ὄρνις αἰετὸς, ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον ἥμερον ἐξ αὐλῆς, οἱ δ' ἰΰζοντες ἕποντο ἀνέρες ἠδὲ γυναῖκες. ὁ δέ σφιν ἐγγύθεν ἐλθὼν δεξιὸς ἤϊξε πρόσθ' ἵππων, οἱ δὲ ἰδόντες γήθησαν (Vers. 165.) καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη. ὃ δὴ περίφρασίς ἐστι τοῦ γήθησαν. καὶ ὁ μὲν Νεστορίδης φράζεο δὴ Μενέλαε φησὶν εἴτε ἡμῖν τόδ' ἔφῃνε θεὸς τέρας ἢ σοὶ αὐτῷ, τέρας τὸ σημεῖον εἰπών. οὐ γάρ τι παρὰ φύσιν ἐπράχθη, ἵνα καὶ τέρας εἴη. (Vers. 169.) Μενέλαος δὲ μερμήριζεν, ὅπως οἱ κατὰ μοῖραν ὑποκρίναιτο νοήσας, ὅ ἐστιν ἐμελέτα σκεπτόμενος, πῶς ἂν προσηκόντως νοήσας ἀποκριθείη. οὕτω γὰρ οἶδε φράζειν ὁ ποιητὴς, οἷα μὴ εἰδὼς τὴν παρὰ τοῖς ὕστερον δραματικὴν ἢ καὶ ἀλλοίαν ὑπόκρισιν. (Vers. 171.) Ἑλένη δὲ ἐν τοσούτῳ τανύπεπλος ὑποφθαμένη, τουτέστι φθάσασα καὶ προλαβοῦσα διὰ ὀξύτητα φύσεως καὶ ἀγχίνοιαν, εὐφυὴς γὰρ καὶ ἐν τοῖς φθάσασι δέδεικται, λύει τὸ ἄπορον πρὸ τοῦ ἀνδρὸς, εἰποῦσα· κέκλυτέ μευ, αὐτὰρ ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω. ἃ δὴ καὶ ἀλλαχοῦ κεῖνται. (Vers. 174.) ὡς ὅδε χῆν' ἥρπαξεν ἀτιταλλομένην ἐνὶ οἴκῳ ἐλθὼν ἐξ ὄρεος ὅθι οἱ γενεή τε τόκος τε, ὣς Ὀδυσσεὺς κακὰ πολλὰ παθὼν καὶ πόλλ' ἐπαληθεὶς οἴκαδε νοστήσει καὶ τίσεται, (Vers. 177.) ἠὲ καὶ ἤδη οἴκοι ἐστὶ μνηστῆρσι κακὸν πάντεσσι φυτεύων, νοήσασα, ὡς εἰκὸς, ἡ Ἑλένη τοῦτο ἐκ τοῦ ἅμα τῇ εὐχῇ τὸν ῥηθέντα φανῆναι χηνοφόρον ἀετὸν, ἢ καὶ ἐκ τοῦ ἐγγύθεν ἐλθεῖν δεξιόν. καὶ ὁ Τηλέμαχος τὴν τοῦ τέρατος λύσιν μαθὼν καὶ εὐξάμενος οὕτω γενέσθαι καὶ εἰπὼν, ὡς εἰ τοῦτο γένηται, καὶ κεῖθι, τουτέστιν ἐν τῇ Ἰθάκῃ θεῷ ὣς εὐχετοῴμην, ἤγουν εὐχοίμην ἄν σοι δίκην θεοῦ, ἐφ' ἵπποιϊν μάστιν βάλε καὶ ἤρξατο ἀπέρχεσθαι, ἡνιοχῶν αὐτὸς ἐνταῦθα οἷα ἐκ τοῦ Πεισιστράτου ἤδη μαθών. ταπρῶτα γὰρ ἐκ Πύλου εἰς τὴν Σπάρτην ἐκεῖνος ἡνιόχευεν. (Vers. 150.) ἐν τούτοις δὲ καὶ λέξις κεῖται ποιητικὴ τὸ, δέπαϊ δεδισκόμενος, ὅ ἐστι δεξιούμενος, ὃ ἐν ἄλλοις δειδισκόμενος ἔφη ὡς ἀπὸ τοῦ δέχω, δέκω, δίσκω, δεδίσκω, καὶ δειδίσκω κατὰ διχρόνου ἐπένθεσιν. (Vers. 155.) Ἔτι καὶ λόγος ἐνταῦθα κεῖται ἀνδρὸς ἀγγελιαφόρου τὸ, καὶ λίην κείνῳ γε ὡς ἀγορεύεις πάντα τάδ' ἐλθόντες καταλέξομεν. (Vers. 160.) Ἰστέον δὲ καὶ ὅτι ἐν τοῖς περὶ τοῦ ῥηθέντος τέρατος τὸ μὲν ὄρνις γενικὸν, εἶδος δὲ ὁ αἰετὸς, ἢ καὶ ἄλλως ὄρνις συνήθως ὁ σημαντικὸς τοῦ μέλλοντος οἰωνὸς, ὃς δεξιὸς ἐνταῦθα ἐπιπετασθεὶς ἀγαθὰ οἰωνίζεται. (Vers. 161.) Ἀργὴν δὲ χῆνα λέγει μὲν τὴν οἰκουρὸν καὶ, ὡς αὐτός φησιν, ἥμερον καὶ ἀτιταλλομένην ἐν οἴκῳ. δηλοῖ δὲ καὶ διὰ τῆς κατοικιδίου ταύτης χηνὸς τοὺς μνηστῆρας. οἰκουρὸς γὰρ καὶ αὐτὴ καὶ κατ' ἐκείνους πολύφαγος καὶ ἀπὸ τοῦ χαίνειν καὶ χανδὸν ἐσθίειν καλουμένη. καὶ ἐν τοῖς ἑξῆς δὲ χῆνες καθ' ὕπνον διὰ ταῦτα ἐν ὀνείρῳ οἱ μνηστῆρες ὀπτάνονται τῇ Πηνελόπῃ. καὶ τοῦτο μὲν διὰ τὸ βορὸν καὶ οἰκουρὸν, ἐν δὲ τοῖς ἑξῆς καὶ κίρκος Ἀπόλλωνος ταχὺς ἄγγελος ἐν ποσὶ τίλλει ἔχων πέλειαν, παρὰ δὲ καταχέει ἔραζε, τὸν ὄλεθρον καὶ αὐτὸς ὑποσημαίνων τῶν μνηστήρων, εἰς πελείας νοουμένων, αἳ διὰ δειλίαν καὶ τρήρωνες λέγονται ὡς εὔτρεστοι. Θηλυκῶς δὲ ἡ χὴν πρὸς ἔμφασιν τῆς τῶν μνηστήρων ἀσθενείας. οὐ γὰρ μόνον ἥμερος χὴν ἀλλὰ καὶ θήλεια τῷ Ὀδυσσεῖ ἀετῷ κατέχεται. ὡς ὅ γε ἄγριος χὴν οὐχ' οὕτως ἀγεννής. ὡς δὲ καὶ ἀρσενικῶς ποτὲ λέγεται ὁ χὴν, καὶ ὡς περισπούδαστα ἦσαν κατὰ ῥώμην τὰ χήνεια ἥπατα, οἱ παλαιοὶ δηλοῦσι. παρ' οἷς καὶ χάριτος ὄφλονται ὑπὸ Ῥωμαίων χῆνες, ὡς περιποιησάμενοί ποτε αὐτοῖς διὰ νυκτέρου κραυγῆς τὴν ἀκρόπολιν κλεπτομένην ὑπὸ πολεμίων. ὡς δὲ ἀπὸ τοῦ χαίνειν οὐ μόνον χὴν καὶ χανδὸν ἀλλὰ καὶ ἰχθὺς χάννος διπλάζων Αἰολικῶς τὸ ἀμετάβολον, ἴσασιν οἱ ἐτυμολόγοι. ἐκ τοῦ χῶ δὲ τὸ χωρῶ γίνεται τὸ χαίνω ὁμοίως τῷ ῥῶ ῥαίνω καὶ τοῖς τοιούτοις· Ἰστέον δὲ ὅτι χαίνειν λεγομένου καὶ τοῦ λαλεῖν ὡς ἐκ τοῦ παρακολουθοῦντος τοῖς λαλοῦσι, καθὰ δηλοῖ Σοφοκλῆς ἐν τῷ μαστιγοφόρῳ, ἐκεῖθεν γίνεται προχάνη ἡ πρόφασις. καὶ εἰσὶ δύο αὗται λέξεις ταυτοδυνάμενοι. διότι γὰρ ταυτὸν τραγικώτερον τὸ χαίνειν καὶ τὸ φάσκειν εἰς ἶσον ἥκουσιν ἑρμηνείας καὶ ἡ προχάνη καὶ ἡ πρόφασις. οἱ δὲ ἀετώδεις ὄνυχες βελῶν δηλοῦσιν ὀξύτητα, δι' ὧν οἱ μνηστῆρες πίπτουσι. τὸ δὲ πέλωρον τῆς χηνὸς τὸ τῶν μνηστήρων αἰνίττεται κατ' αὐτοὺς εἰπεῖν ὑπερφίαλον. (Vers. 162.) Τὸ δὲ ἰΰζειν φωνὴ