# Commentarii ad Homeri Odysseam 2.96.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.96.1

καὶ αὐτὸ ἄσημος, ἀφ' ἧς καὶ ἡ ἴυγξ παράγεται καὶ ὁ ἰυγμός. εἰσὶ δὲ ἰΰζοντες ἀνέρες καὶ γυναῖκες οἱ ἐπὶ τῷ θανάτῳ τῶν μνηστήρων κλαυσόμενοι οἰκεῖοι, οὓς δὴ μνηστῆρας μικρὸν ὕστερον ἁρπάσει τοῦ βίου ἐλθὼν ὁ ἀετὸς Ὀδυσσεὺς ἐξ ὄρεος τοῦ κατὰ τὴν ἐσχατιὰν ἀγροῦ. Τὸ δὲ ἰΰζοντες ἀνέρες ἠδὲ γυναῖκες οὐκ ἀπέοικε τοῦ, Μοῦσαι καλαὶ καὶ Ἀπόλλων, οἷς ἐγὼ σπένδω. ὡς γὰρ ἐκεῖ πρὸς τὸ ἑνικὸν ἀρσενικὸν, οὕτω κἀνταῦθα πρὸς τὸ ἀνέρες ἡ σύνταξις γέγονε. (Vers. 164.) Τὸ δὲ πρόσθεν ἵππων ἑρμηνεία ἐστὶ τοῦ ἐγγύθεν. ἄμφω δὲ σημεῖον εἰσὶ τοῦ μὴ ἑτέρῳ τινὶ ἀλλὰ τοῖς ἐπὶ τοῦ ἅρματος φανῆναι τὸ τέρας. (Vers. 171.) Τανύπεπλος δὲ ὅτι τε γυναικός ἐστιν ἐπίθετον, καὶ τίς ὁ τῆς λέξεως ταύτης νοῦς, δηλοῦται ἀλλαχοῦ. (Vers. 175.) Γενεὴ δὲ νῦν ἐπὶ ὀρνέων, ὡς καὶ ἀλλαχοῦ καὶ ἐπὶ φύλλων καὶ ἐπὶ ἵππων καὶ οὐ μόνον ἐπὶ ἀνθρώπων. δῆλον δὲ καὶ ὅτι τὸ ῥηθὲν περὶ τοῦ οἰωνοῦ πλάσμα εὔελπιν ἀποκαθιστᾷ τὸν Τηλέμαχον εἰς Ἰθάκην καὶ εὐπαράδεκτον αὐτῷ ποιεῖ τὸν πατρικὸν ἀναγνωρισμόν. τὸ δὲ, ἐφ' ἵπποιϊν μάστιν βάλεν, ὅμοιόν ἐστι τῷ, ἐπέβαλεν ἱμάσθλην. (Vers. 182.) γίνεται δὲ ἡ μάστις ἀπὸ τοῦ μαστίω μαστίσω, ὥς περ ἡ μάστιξ ἀπὸ τοῦ μαστίζω μαστίξω. (Vers. 193.) Ὅτι καθάπερ ἐκ Πύλου πανημέριοι οἱ βασιλικοὶ παῖδες πρὸ τούτων ἐλάσαντες εἰς τὸν Φηραῖον ἵκοντο Διοκλῆν καὶ ἐκεῖθεν εἰς Λακεδαίμονα, οὕτω καὶ νῦν ἐκ Λακεδαίμονος εἰς τὸν αὐτὸν ἐλθόντες τρόπον καὶ ὁμοίως ξενισθέντες ἵκοντο ἐς Πύλου αἰπὺ πτολίεθρον. καὶ κεῖνται καὶ ἐνταῦθα στίχοι ἀπαράλλακτοι, ὁποῖοι καὶ ἐκεῖ, ἀρχόμενοι ἐκ τοῦ, οἱ δὲ πανημέριοι σεῖον ζυγὸν, καὶ λήγοντες εἰς τὸ, ἵππους τε ζεύγνυντο. (Vers. 195.) Ὅτι παράκλησις ξενικὴ τὸ, πῶς κέν μοι ὑποσχόμενος τελέσειας μῦθον ἐμόν. ξεῖνοι δὲ διαμπερὲς εὐχόμεθ' εἶναι ἐκ πατέρων φιλότητος. (Vers. 197.) Εἰ δὲ καὶ ὁμήλικες ὄντες συνοδεύουσιν ἁρμόζει καὶ τὸ, αὐτὰρ καὶ ὁμήλικες ἐσμέν. (Vers. 198.) ἥδε δ' ὁδὸς καὶ μᾶλλον ὁμοφροσύνῃσιν ἐνήσει, ἤγουν εἰς ὁμόνοιαν ἐμβαλεῖ. Τηλέμαχος δὲ τοῦτο λέγει ἀξιῶν τὸν ὁμήλικα Πεισίστρατον μὴ ἀγαγεῖν αὐτὸν εἰς Πύλον. καὶ δοκεῖ μὲν οὐκ εὐπαιδεύτως ἔχειν, εἴ περ ἐθέλει μὴ συνταξάμενος τῷ γέροντι νοστῆσαι εἰς Ἰθάκην. αἴτιον δὲ ὅμως τούτου κατὰ τὸν ποιητὴν τὸ πάνυ σπεύδειν οἴκαδε τὸν Τηλέμαχον. διὸ φησί· μή με παρὲξ ἄγε νῆα διοτρεφὲς, ἀλλὰ λίπ' αὐτοῦ, μή μ' ὁ γέρων ἀέκοντα κατάσχῃ ᾧ ἐνὶ οἴκῳ, ἱέμενος φιλέειν, ἤγουν ἐφιέμενος φιλοφρονεῖσθαι. ἐμὲ δὲ χρεὼ θᾶσσον ἱκέσθαι, διά γε τὸ κατὰ τὸν ἀετὸν καὶ τὴν χῆνα τέρας καὶ διὰ τὸν ἐκ τῆς Ἀθηνᾶς, ὡς ἐῤῥέθη, νύκτωρ ἐρεθισμὸν, ὃν οὐκ ἐθέλει ἐκκαλύπτειν ὁ Τηλέμαχος, οἷα φρονῶν μὴ χρῆναι εἰκῆ ἐκφαίνειν τὰ ἀπόῤῥητα. ἄλλως μέντοι καὶ ὁ ποιητὴς θᾶσσον ἐθέλει τὸν παῖδα ἐπαναγαγεῖν διὰ τὸν Ὀδυσσέα καὶ αὐτὸν ἤδη νοστῆσαι. καὶ οὕτω μὲν ὁ τοῦ σοφοῦ Ὀδυσσέως υἱὸς δυσωπεῖ τὸν Νεστορίδην τῇ τε πατρῴᾳ ξενίᾳ καὶ τῇ ὁμηλικιότητι καὶ τῇ συνδιατριβῇ. (Vers. 202.) ὁ δὲ Νεστορίδης συμφρασάμενος θυμῷ, ὅππως οἱ κατὰ μοῖραν ὑποσχόμενος τελέσειε, φρονεῖ κέρδιον εἶναι στρέψαι ἵππους ἐπὶ νῆα. καὶ τὰ τοῦ Μενελάου κάλλιμα δῶρα πρύμνῃ ἐνὶ νηῒ θέμενος (Vers. 209.) σπουδῇ νῦν ἀνάβαινε, φησὶν, ἤγουν ἀνάπλεε, κέλευέ τε πάντας ἑταίρους ὁμοίως ποιεῖν, πρὶν ἐμὲ οἴκαδ' ἱκέσθαι ἀπαγγεῖλαί τε γέροντι. εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμὸν, οἷος ἐκείνου θυμὸς ὑπέρβιος. οὔ σε μεθήσει, (Vers. 213.) ἀλλ' αὐτὸς καλέων δεῦρ' εἴσεται, τουτέστι πορεύσεται. οὐδέ ἑ φημὶ, ἢ οὐδέ σε φημὶ, ἂψ ἰέναι κενεὸν, ἤγουν μὴ ἔχοντα δῶρα. (Vers. 214.) μάλα γὰρ κεχολώσεται ἔμπης, εἰ μὴ δηλαδὴ πεισθείης ἐκείνῳ. καλῶς ἄρα παρατρέχει τὸν γέροντα ὁ Τηλέμαχος, ἵνα μὴ βιασθεὶς καὶ παραμείνας εἰκῆ διατρίψῃ καιρὸν ἐκεῖ. (Vers. 199.) Ὅρα δὲ καὶ ἐν τούτοις τὸ παρὲξ ἄγε νῆα αἰτιατικῇ συνταχθέν. (Vers. 197.) Ἰστέον δὲ, ὅτι τὸ ἐκ πατέρων ἑρμηνευτικόν ἐστι τοῦ διαμπερὲς, καὶ ὅτι ταυτὸν ξένους ἐκ πατέρων φιλότητος εἰπεῖν καὶ ξένους πατρῴους, ὁποῖοι καὶ ἐν Ἰλιάδι Γλαῦκος καὶ Διομήδης. (Vers. 206.) Τὸ δὲ νηῒ ἐνὶ πρύμνῃ τῷ μέρει τῇ πρύπνῃ συμπαρέλαβε τὸ ὅλον τὴν νῆα κατὰ ἰδέαν περιβολῆς. κεῖται δὲ τὸ σχῆμα καὶ ἐν τοῖς ἑξῆς. (Vers. 212.) Τὸ δὲ, οἷος ἐκείνου θυμὸς ὑπέρβιος καὶ ἑξῆς, φιλικὴν βίαν φράζει. Θυμὸς δὲ ὑπέρβιος ἢ ὁ χόλος· διὸ ἐπήγαγε τὸ, μάλα γὰρ κεχολώσεται· ἢ βιαία ψυχὴ, ὡς δηλοῖ τὸ, οὔ σε μεθήσει, ἐξ οὗ μεθήμων ὁ ἀμελητής. Τοῦ δὲ εἴσεται ἐνεστὼς εἴω τὸ πορεύομαι, οὗ μνεία καὶ πρὸ ὀλίγων ἦν. Ἐπὶ δὲ τούτοις ὅρα καὶ ὅτι εὐτελῆ καὶ μὴ ἀναγκαῖα παρατρέχων ὁ ποιητὴς, εἰ καὶ εἶχε πλατύνειν καὶ ἀπ' αὐτῶν τὴν ποίησιν, ὅμως οὔτε Πεισιστράτου οὔτε Νέστορος μεμνήσεται τί δή ποτε μετὰ ταῦτα πεποιήκασι καὶ εἴτε εἶπέ τι ὁ Πεισίστρατος τῷ πατρὶ εἴτε καὶ μὴ, καὶ εἴτε ἐδυσχέρανεν ὁ γέρων εἴτε καὶ μή. Ἔτι δὲ ὅρα καὶ ὡς ἐψεύσατο κατά τινα

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
