# Commentarii ad Homeri Odysseam 2.97.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.97.1

περιπέτειαν ἀναγκαίως ὁ Τηλέμαχος. ὑπέσχετο μὲν γὰρ τῷ Μενελάῳ, ὡς πάντα τάδ' ἐλθόντες καταλέξομεν τῷ Νέστορι. οὐ ποιεῖ δὲ αὐτὸ, οἷα ἐπειγόμενος εἰς τὴν πατρίδα διὰ τὸ ἐκ τῆς Ἑλένης οἰωνίσασθαι, ὡς ἴσως οἴκοι ἐστὶν ἄρτι Ὀδυσσεύς. διὸ καὶ εἶπεν ὅτι ἐμὲ δὲ χρεὼ θᾶσσον ἱκέσθαι. (Vers. 218.) Ὅτι τὰ τῆς νηὸς ὅπλα τεύχεα καὶ ἐνταῦθα λέγει διὰ τὸ ταυτοδυνάμους τὰς λέξεις εἶναι κατὰ πολυωνυμίαν. φησὶ γὰρ Τηλέμαχος· ἐγκοσμεῖτε τὰ τεύχεα ἑταῖροι νηῒ μελαίνῃ, αὐτοί τ' ἀμβαίνωμεν, ἵνα πρήσσωμεν ὁδοῖο, ἤγουν περάσωμεν διὰ κελεύθου τῆς κατὰ θάλασσαν. μετ' ὀλίγα δὲ ὁ αὐτὸς κελεύσει τοῖς ἑταίροις ὅπλων ἅπτεσθαι, τὰ τεύχεα ὅπλα εἰπών. (Vers. 222.) Ὅτι ἐπιτηδείως κἀνταῦθα ὁ ποιητὴς ἱστορικὸν ἐπεισόδιον τῇ αὐτοῦ ποιήσει ἐγκατατίθεται, ἀφορμὴν εὑρηκὼς τὴν τοῦ μάντεως Θεοκλυμένου ἔλευσιν εἰς τὸν Τηλέμαχον καὶ τὴν αὐτοῦ γενεαλογίαν, ὡς ῥηθήσεται. καὶ οὕτω ποικιλίαν τῇ ποιήσει τεχνᾶται, ὡς καὶ ἐν ἄλλοις ποιεῖ. ἔστι δὲ ἃ περὶ τοῦ Θεοκλυμένου λέγει, τοιαῦτα· ὁ μὲν δὴ, τουτέστιν ὁ Τηλέμαχος, ἐπονεῖτο θύων. σχεδόθεν δέ οἱ ἤλυθεν ἀνὴρ, τηλεδαπὸς, φεύγων ἐξ Ἄργεος, αὐτῆς δὴ τῆς πόλεως, (Vers. 224.) ἄνδρα κατακτὰς, μάντις. ἀτὰρ γενεήν γε Μελάμποδος ἔκγονος ἦεν, τοῦ ἐν τῇ νεκυίᾳ γραφέντος, ὃς, ἤγουν ὁ Μελάμπους, πρὶν μέν ποτ' ἔναιε Πύλῳ ἔνι, μητέρι μήλων, ἀφνειὸς Πυλίοισι, μέγ' ἔξοχα δώματα ναίων. (Vers. 228.) δὴ τότε, ἄλλων δῆμον ἀφίκετο πατρίδα φεύγων, τουτέστιν εἰς Ἄργος ἦλθε τὴν Πύλον φυγών. Νηλέα τε μεγάθυμον ἀγαυότατον ζωόντων, ὅς οἱ χρήματα πολλὰ τελεσφόρον εἰς ἐνιαυτὸν (Vers. 231.) εἶχε ποτὲ βίῃ, διὰ τὸν ἀδελφὸν δηλαδὴ Βίαντα, ὡς καὶ αὐτὸ ἱστορήθη πρὸ τούτων, ὑπὲρ οὗ ἑαυτὸν κινδύνῳ ἐκδοὺς ὁ Μελάμπους τέως μὲν, ὡς προεγράφη, παρὰ τῷ Θετταλῷ Φυλάκῳ δεσμῷ ἐν ἀργαλέῳ δέδετο κρατέρ' ἄλγεα πάσχων, (Vers. 233.) εἵνεκα Πηροῦς τῆς Νηλέως θυγατρὸς ἄτης τε βαρείας. (Vers. 234.) τήν οἱ ἐπὶ φρεσὶ θῆκε θεὰ δασπλῆτις Ἐριννὺς, κακοθέντι διὰ τιμὴν τοῦ ἀδελφοῦ Βίαντος, καθὰ προδεδήλωται. (Vers. 235.) ἀλλ' ὁ μὲν Μελάμπους μαντευσάμενος τῷ Φυλάκῳ, ὅ περ ἐκεῖνος ἤθελεν, ἤθελε δὲ περὶ παιδοποιΐας ὡς προεδηλώθη, μαθεῖν, ἔκφυγε κῆρα μετ' ἐνιαυτὸν, καὶ ἤλασε βοῦς ἐριμύκους τὰς τῆς Πηροῦς, ἐς Πύλον ἐκ Φυλάκης, καὶ ἐτίσατο ἔργον ἀεικὲς ἀντίθεον Νηλῆα, τὸ καὶ τὴν Πηρὼ δηλαδὴ κατεγγυῆσαι τῷ ἀδελφῷ Βίαντι ἄκοντος Νηλέως, καὶ τὰ χρήματα δὲ ἀφελέσθαι τὸν περὶ αὐτὰ ἄδικον. καὶ τοίνυν κασιγνήτῳ ἀγαγόμενος γυναῖκα τὴν Πηρὼ, ἄλλων ἵκετο δῆμον αὐτὸς, ὡς καὶ ἀνωτέρω ἔφη, Ἄργος ἐς ἱππόβοτον. (Vers. 239.) αὐτόθι γάρ, φησιν, αἴσιμον ἦν ναίειν πολλοῖσιν ἀνάσσοντ' Ἀργείοισιν. ἔνθα γήμας γυναῖκα καὶ ὑψερεφὲς θέμενος δῶμα γείνατο Ἀντιφάτην καὶ Μάντιον υἷε κραταιώ. ὧν Ἀντιφάτης μὲν τίκτεν Ὀϊκλῆα μεγάθυμον, Ὀϊκλῆς δὲ λαοσσόον Ἀμφιαρήονα, ὃν περὶ κῆρι φίλει Ζεύς τ' αἰγίοχος καὶ Ἀπόλλων παντοίην φιλότητα, οὐδ' ἵκετο γήραος οὐδόν. ἀλλ' ὄλετ' ἐν Θήβῃσι γυναίων εἵνεκα δώρων. (Vers. 248.) τοῦ δ' υἱεῖς ἐγένοντο, τουτέστι τοῦ Ἀμφιαράου, Ἀλκμάων Ἀμφίλοχός τε. Μάντιος αὖ τέκετο Πολυφείδεά τε Κλεῖτόν τε. ἀλλὰ Κλεῖτον μὲν χρυσόθρονος ἥρπασεν Ἠὼς κάλλεος εἵνεκα οἷο, ἵν' ἀθανάτοισι μετείη. αὐτὰρ ὑπέρθυμον Πολυφείδεα μάντιν Ἀπόλλων θῆκε βροτῶν ὄχ' ἄριστον, ἐπεὶ θάνεν Ἀμφιάρηος. (Vers. 254.) ὃς, ὁ Πολυφείδης δηλαδὴ, Ὑπερησίηνδε, τουτέστιν εἰς Ὑπερησίαν πόλιν Ἄργους ἀπενάσσατο, πατρὶ χολωθείς. καὶ ἐκεῖ κατοικῶν ἐμαντεύετο πᾶσι βροτοῖς, τοῖς εἰς αὐτὸν δηλαδὴ φοιτῶσι. τούτου υἱὸς ἐπῆλθεν, Θεοκλύμενος δ' ὄνομ' ἦεν, κλῆσιν ταύτην λαχὼν, οἰκείαν μάντεϊ, ὡς τὰ ἐκ θεῶν κλύων, ὅ περ ἐν Ἰλιάδι Ἕλενός που αὐχεῖ ἔχειν, εἰπών· ὡς γὰρ ἐγὼν ὄπ' ἄκουσα θεῶν. εἶτα ἐνταῦθα στήσας τὴν τοιαύτην ἱστορίαν ὁ ποιητὴς καὶ πλάσας εὐμεθόδως τὸν Θεοκλύμενον μὲν ἐρώτησιν θέσθαι πρὸς τὸν Τηλέμαχον τίς καὶ πόθεν καὶ τίνων γονέων ἐστὶ, τὸν δὲ Τηλέμαχον ἀπολογήσασθαι τὰ δοκοῦντα, ἐπάγει καὶ τὰ ἐφεξῆς καὶ συγκολλᾷ δεξιώτατα. (Vers. 272.) μαθὼν γὰρ ὁ Θεοκλύμενος ἀποδημεῖν τῆς πατρίδος ἄρτι ἄκοντα τὸν Τηλέμαχον, φησὶν αὐτὸς ἀφηγηματικῶς· οὕτω τοι καὶ ἐγὼν ἐκ πατρίδος, ἤγουν μακρὰν τῆς πατρίδος, ἄκων εἰμὶ δηλαδὴ, ἄνδρα κατακτὰς ἔμφυλον, τουτέστι φυλέτην, ὁμόφυλον. πολλοὶ δὲ αὐτῷ κασίγνητοί τε ἔται τε Ἄργος ἀν' ἱππόβοτον. μέγα δὲ κρατέουσιν Ἀχαιῶν, ἤγουν Ἀργείων. τῶν ὑπαλευάμενος θάνατον φεύγω. ἐπεί νύ μοι αἶσα κατ' ἀνθρώπους ἀλάλησθαι. (Vers. 277.) εἶτα καὶ ἀξιῶν φησίν· ἀλλά με νηὸς ἔφεσσαι, τουτέστιν ἐπὶ τῆς νηὸς κάθισον, ἐπιβίβασον· ἐπεί σε φυγὼν ἱκέτευσα, μή με κατακτείνωσι, διωκέμεναι γὰρ ὀΐω. Καὶ ὅρα τὸ κομματικὸν τῆς ἀξιώσεως, ἐναγωνίως προαχθὲν, ὡς εἴ περ ἐπνευστία ὁ λέγων.

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
