# Commentarii ad Homeri Odysseam 2.98.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.98.1

δυσὶ γὰρ στίχοις ἔννοιαι τέσσαρες ἔγκεινται. ὧν αἱ δύο μὲν προτάσεις εἰσὶν, αἱ δὲ δύο κατασκευαὶ αὐτῶν. οὕτω δὲ καὶ ἡ ἀρχὴ τοῦ ἱστορικοῦ διηγήματος κομματικῶς προήχθη, συνεξομοιουμένη τῷ προσώπῳ περὶ οὗ τὸ διήγημα. ἔφη γὰρ οὕτω· (Vers. 223.) σχεδόθεν δέ οἱ ἦλθεν ἀνὴρ, τηλεδαπὸς, φεύγων ἐξ Ἄργεος, ἄνδρα κατακτὰς, μάντις. (Vers. 272.) Πάνυ δὲ πολλὴ τῷ Θεοκλυμένῳ ἡ δειλία διὰ τὸ κρατερὸν τῶν τοῦ πεφονευμένου συγγενῶν, εἴ γε καὶ ὡς διώκοντας αὐτοὺς φαντάζεται. Ἡ δὲ ῥηθεῖσα περὶ Μελάμποδος καὶ Βίαντος τῶν ἀδελφῶν ἱστορία καὶ περὶ Νηλέως καὶ Πηροῦς ἱκανῶς ἐν τοῖς φθάσασι περὶ τῶν ἐν Ἅιδου ἡρωΐδων λεχθῆναι διείληπται. ἐν τοῖς ἐκεῖ δὲ καὶ περὶ τοῦ χρυσοῦ λέλεκται ὅρμου, ὃν ἡ Ἐριφύλη παρὰ Πολυνείκους λαβοῦσα τὸν ἄνδρα προέδωκεν Ἀμφιάραον, ὃν δὴ ὅρμον ἐνταῦθα δηλοῖ ὁ ποιητὴς ἐν τῷ, (Vers. 247.) γυναίων εἵνεκα δώρων. Πολὺς δὲ τῷ ῥηθέντι διηγήματι σποράδην ἔπαινος ἔγκειται. μητέρα μὲν γὰρ μήλων τὴν Πύλον λέγει, ὡς πολυθρέμμονα, ἀφνειὸν δὲ καὶ μέγα ἔξοχα δώματα ναίοντα τὸν Μελάμποδα, καὶ πολλοῖς ἀνάσσοντα Ἀργείοισιν, εἰ καὶ ἄλλως κρατερὰ καὶ ἄλγεα ἔπαθε καὶ ἄτην βαρεῖαν ἔσχεν ἐξ Ἐριννύων. (Vers. 229.) τὸν δὲ Νηλέα μεγάθυμον λέγει καὶ ἀγαυότατον ζωόντων, (Vers. 242.) τοὺς δὲ Μελάμποδος υἱοὺς κραταιοὺς, ὧν ὁ ἕτερος τῷ Λαιστρυγόνι Ἀντιφάτῃ ὁμωνυμεῖ. (Vers. 243.) μεγάθυμον δὲ τὸν Ὀϊκλέα. θεοφιλῆ δὲ τὸν Ἀμφιάραον καὶ λαοσσόον, ὅ ἐστι λαοὺς σόοντα, ἤτοι διώκοντα κατ' ἀνδρίαν, ἢ σώζοντα διὰ μαντικῆς. (Vers. 250.) τὸν δὲ πρὸ ὥρας θανεῖν δοκοῦντα Κλεῖτον περικαλλέστατόν φησιν, εἴ γε καὶ ἡ Ἠὼς ἠράσθη αὐτοῦ καὶ ἥρπασε διὰ κάλλος, καθὰ καὶ τὸν Τιθωνὸν, περὶ οὗ ἐν ἄλλοις κεῖται. τὸν δὲ Πολυφείδεα ὑπέρθυμόν τε λέγει καὶ μάντιν ἄριστον μετὰ τὸν Ἀμφιαράου θάνατον, ὡς ἐκείνου δηλαδὴ κρείττονος ὄντος ὅτε ζῶν ἦν. (Vers. 225.) Ὅρα δὲ καὶ ὅτι ἐν τῷ, Μελάμποδος ἔκγονος ἦεν, διὰ τοῦ κάππα ἔκγονος λέγεται ὁ κοινότερον ὀφείλων ἔγγονος λεχθῆναι. οὐ γὰρ κυρίως κατὰ κοινολεξίαν ὁ Θεοκλύμενος ἔκγονός ἐστι τοῦ Μελάμποδος, ὅτι μηδὲ υἱός. δισέγγονος γὰρ ἐκεῖθεν ἐστίν, ἐπεὶ Μελάμποδος, Μάντιος· οὗ Πολυφείδης· οὗ Θεοκλύμενος. ὥς περ αὖ πάλιν τρισέγγονος ἐκεῖθεν ὁ Ἀλκμάων, ὁ καὶ Ἀλκμαίων καὶ Ἀλκμὰν, ὡς προγέγραπται, ὁ ἀνελὼν τὴν μητέρα. Μελάμποδος γὰρ Ἀντιφάτης· οὗ Ὀϊκλῆς· οὗ Ἀμφιάραος, ἀνὴρ καὶ ἀνδρεῖος καὶ μαντικώτατος· οὗ Ἀλκμαίων. ἔστι δὲ εἰπεῖν πρὸς τὴν διὰ τοῦ κ γραφὴν τοῦ ἔκγονος, ὅτι τὸ ἐξεγένετο ῥῆμα εἰδὼς Ὅμηρος ἔκγονον ἐξ αὐτοῦ λέγει τὸν ἔκ τινος γένους, ὡς εἴ περ ἔφη ἀπόγονον. ἡ δὲ τοῦ ἐγγόνου γραφὴ τῶν μεθ' Ὅμηρον ἐστίν. (Vers. 228.) Ἐν δὲ τῷ, ἄλλων δῆμον ἀφίκετο, διφορεῖται μὲν κατὰ τὴν γραφὴν τὸ ἄλλων, κρεῖττον δὲ ἐκτείνειν αὐτό. ἐπεὶ μετ' ὀλίγα εἰς τόπον σπονδείου κεῖται τὸ, ὁ δ' ἄλλων ἵκετο δῆμον. Δασπλῆτις δὲ Ἐριννὺς κατὰ πλεονασμὸν τοῦ σ, ἡ ἄγαν πελάζουσα ἢ πλήττουσα. (Vers. 245.) Τὸν δὲ Ἀμφιάραον φιλεῖν ὁ Ζεὺς μὲν λέγεται ὡς βασιλικὸν ἄνδρα καὶ διατοῦτο διογενῆ καὶ διοτρεφῆ, Ἀπόλλων δὲ ὡς μάντιν. (Vers. 246.) Τὸ δὲ, οὐδ' ἵκετο γήραος οὐδὸν, ἁπλῶς οὕτω καὶ ἀφελῶς εἰπεῖν δοκεῖ ὁ ποιητὴς, καὶ οὐ πρός τι σκῶμμα καὶ φαυλισμὸν, ὡς καὶ ὅτε τινὰ ἱστορήσας ἐν Ἰλιάδι πάντας ξενίζοντα εἴπῃ, ὅτι κτεινομένῳ αὐτῷ οὐδεὶς ἐκείνων παραστὰς ἐπήμυνεν, οὐ λέγει οὕτως οἷα φαυλίζων τὸ τῆς ξενίας ἀγαθὸν, ἀλλ' αὐτὸ τὸ ὂν διηγούμενος. οὕτω δὲ καὶ ὅτε φιλεῖσθαι τινὰ εἰπὼν ὑπὸ Ἀρτέμιδος ἔφη, ἀλλ' οὔ οἱ θνήσκοντι ἐκείνη παρέστη, οὐ μωμεύει, ἀλλ' ἱστορεῖ. ὁμοίως οὖν καὶ Ἀμφιάραος οὐ κατεγήρασε, καὶ ταῦτα φιλούμενος θεοῖς, οἳ πεπρωμένης μὲν οὐκ ἀπολύουσί τινα, ζῶντι δέ, φασιν, ἀγαθῶν αἴτιοι γίνονται. Μένανδρος μέντοι ἄλλως ἂν λύσῃ τὸ ἄπορον, δοξάζων σύμβολον θεοφιλοῦς εἶναι τὸ μὴ καταγηρᾶν. φησὶ γάρ· ὃν οἱ θεοὶ φιλοῦσιν, ἀποθνήσκει νέος. Τιθωνῷ γοῦν ὑπεργηράσαντι οὐ συνήνεγκε τὸ μακρογήρων. Τὸ δὲ, ἐφίλει παντοίην φιλότητα, εἴρηται μὲν ἐτυμολογικῶς, ἐμφαίνει δὲ πολυάρετον εἶναι τὸν Ἀμφιάρεων κατά τε τὸ βασιλικὸν καὶ τὸ ἀνδρεῖον καὶ τὸ μαντικὸν, ἴσως δὲ καὶ τὸ ἐξ Ἀπόλλωνος μουσικὸν καὶ τοιαῦτα τινά. Γήραος δὲ οὐδὸν ἢ τὴν ὁδὸν λέγει, ἐῤῥέθη γάρ που καὶ ἐπὶ ὁδοῦ τὴν λέξιν ταύτην κεῖσθαι, ἢ καὶ ὡς ἐπὶ οἴκου γήραος οὐδὸς ἡ εἰς τὸ γῆρας εἰσέλευσις. (Vers. 249.) Ὅρα δὲ καὶ τὴν βαρυτόνησιν τοῦ Πολυφείδεος καὶ τοῦ Κλείτου, τὰ γὰρ ἐπίθετα ὀξυτονοῦνται, ἤγουν ὁ πολυφειδὴς ὁμοίως τῷ ἀφειδὴς καὶ ὁ κλειτὸς ἐπὶ ἐνδόξου. τῷ δὲ τοιούτῳ Κλείτῳ ὁμώνυμος καὶ ὕστερον ὁ τῷ Μακεδόνι Ἀλεξάνδρῳ φίλος. (Vers. 254.) Τὸ δὲ πατρὶ χολωθεὶς βιωτικῶς κεῖται δίχα αἰτίας, ὡς οὐκ ἀδύνατον ὂν καὶ πατράσι διαφόρους γίνεσθαι τοὺς υἱούς. Σημείω-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
