# Commentarii ad Homeri Odysseam 2.99.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.99.1

σαι δ' ἐνταῦθα καὶ ὡς εἰ καὶ χρησιμεύσει τῷ Τηλεμάχῳ Θεοκλύμενος ὡς μάντις, ἀλλὰ τοῦτο μὲν ὕστερον. νῦν δὲ ὡς ξένος καὶ ὁμοιοπαθὴς προσλαμβάνεται. αὐτός τε γὰρ, ὡς ἐῤῥέθη, φυγὰς ἥκει, καὶ Τηλέμαχος δὲ ἄκων τῆς πατρίδος ἀποδημεῖ. (Vers. 258.) Σημείωσαι δὲ καὶ ὅτι εἶχε μὲν ὁ ποιητὴς τὴν Θεοκλυμένου γενεαλογίαν αὐτῷ περιθεῖναι τῷ Θεοκλυμένῳ, ἵνα, καθάπερ αὐτὸς ἐρωτήσας ὡς ῥηθήσεται τὸν Τηλέμαχον τίς καὶ πόθεν ἐστὶν, ἔμαθε τὰ ἐκείνου, οὕτω καὶ ὁ Τηλέμαχος ἐξ ἐρωτήσεως γνοίη τὰ τούτου. οὐ ποιεῖ δὲ οὕτω διὰ τὴν κατέπειξιν τοῦ καιροῦ. διὸ καὶ τὴν τοῦ Τηλεμάχου ἀπόκρισιν βραχυτάτην πλάττει γενέσθαι. καὶ ἄλλως δὲ εἰπεῖν, Θεοκλύμενος μὲν ἠρώτησε τὸν Τηλέμαχον τίς ἂν καὶ πόθεν εἴη ἀναγκαίως, οἷα δεδιὼς μὴ τῶν διωκόντων προσγενὴς εἴη. (Vers. 265.) Τηλέμαχος δὲ σπεύδων οὐκ ἂν ὁμοίως ἐκεῖνον ἔροιτο. διὸ φθάνων ὁ ποιητὴς αὐτὸς ἡμῖν γενεαλογεῖ τὸν Θεοκλύμενον, ἵνα μὴ καὶ ἄλλως πλάσας λαλοίη ἀπίθανα. (Vers. 273.) Ἰστέον δὲ καὶ ὅτι τὸ ἄνδρα ἔμφυλον πρωτότυπόν ἐστι τοῦ ἐμφύλιον, ὡς καὶ τοῦ οὔλιος προϋπόκειται ὁ οὖλος καὶ τοῦ ἐλευθέριος ὁ ἐλεύθερος. οὕτω δὲ καὶ τοῦ δούλιον ἦμαρ τὸ δοῦλον προϋπόκειται. (Vers. 258. sqq.) Ὅτι καὶ ὁ Θεοκλύμενος ἐνταῦθα ἐκ τοῦ καιροῦ λαβὼν προοίμιον, εὗρε γὰρ τὸν Τηλέμαχον σπένδοντα εὐχόμενόν τε περὶ εὐπλοίας, φησίν· ὦ φίλε, ἐπεί σε θύοντα κιχάνω τῷδ' ἐνὶ χώρῳ, λίσσομαι ὑπὲρ θυέων, ἤγουν τῶν ἄρτι τούτων θυσιῶν καὶ θεοῦ, ᾧ εὔχῃ, ἠδὲ τοκήων κατά τινα τῶν ἀντιγράφων, κατὰ δὲ ἕτερα, αὐτὰρ ἔπειτα σῆς τ' αὐτοῦ κεφαλῆς καὶ ἑταίρων οἵ τοι ἕπονται, εἰπέ μοι εἰρομένῳ νημερτέα μηδὲ ἐπικεύσῃς, τίς πόθεν εἶς ἀνδρῶν καὶ τὰ ἑξῆς. δέδοικε γὰρ, ὡς εἰκὸς, καθὰ καὶ προείρηται, μή ποτε προσήκῃ τῷ γένει τοῦ φονευθέντος, ὁ δὲ κεφαλαιωσάμενος τὰ καθ' ἑαυτὸν ἐν στίχοις τέτρασι φησίν· ἐξ Ἰθάκης γένος εἰμὶ, πατὴρ δέ μοί ἐστιν Ὀδυσσεὺς, εἴ ποτ' ἔην, νῦν δ' ἤδη ἀπέφθιτο λυγρῷ ὀλέθρῳ. τοὔνεκα νῦν ἑτάρους τε λαβὼν καὶ νῆα μέλαιναν ἦλθον πευσόμενος πατρὸς δὴν οἰχομένοιο. καὶ ἦν μὲν ἀκόλουθον μαντεύσασθαί τι ἐνταῦθα τὸν Θεοκλύμενον περὶ Ὀδυσσέως. ἐπεὶ δὲ οὐκ ἦν οὐδὲ τοῦτο γενέσθαι νῦν διὰ τὴν σπουδὴν, μαντεύσεται καιρίως μετ' ὀλίγα καὶ φιληθήσεται ὑπὸ τοῦ Τηλεμάχου εἰς πλέον. (Vers. 268.) καὶ ὅρα τὸ, εἴ ποτ' ἔην, περιπαθῶς τε λεχθὲν καὶ ἐπὶ διορθώσει τοῦ, πατὴρ δέ μοί ἐστιν Ὀδυσσεύς· οὐ γὰρ ἔστιν ὁ ἤδη φθαρεὶς ὀλέθρῳ λυγρῷ, ἀλλὰ ἦν ποτέ. (Vers. 260.) Καὶ ὅτι τὸ σπένδειν καὶ εὔχεσθαι θύειν εἶπεν, ὡς καὶ πρὸ ὀλίγων, εὔχετο, θῦε δ' Ἀθήνῃ. ἄλλως γὰρ οὐχ' ὑπόκειταί τι ἐνταῦθα θυόμενον. (Vers. 280.) Ὅτι φιλοξένου ἀνδρὸς λόγος τὸ, οὐ μὲν δή σ' ἐθέλοντά γε ἀπώσω, Ἀττικῶς δὲ εἰπεῖν, ἀπώσομαι. ἀλλ' ἕπευ. αὐτὰρ κεῖθι φιλήσεαι οἷά κ' ἔχωμεν. (Vers. 283.) Ὅτι καὶ ἐνταῦθα ἴκρια τὰ τῆς νηὸς λέγει καταστρώματα. τὸ γοῦν ἔγχος τοῦ ξένου Θεοκλυμένου δεξάμενος ὁ Τηλέμαχος οὐκ ἔστησεν ὀρθὸν, ἀλλὰ νηὸς ἐπ' ἰκριόφιν ἐτάνυσεν. (Vers. 285.) εἶτα καὶ τιμῶν αὐτὸν ἄγχι αὐτοῦ ἐκάθισεν ἐν τῇ πρύμνῃ τῆς νηὸς, περὶ ἣν οἱ ἔνδοξοι κάθηνται. (Vers. 289.) Ὅτι καὶ ἐνταῦθα διασκευάζων πλοῦν ἱστόν τε εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης φησὶ σταθῆναι καὶ προτόνοις αὐτὸν δεθῆναι. (Vers. 291.) ἱστία τε λευκὰ ἑλκυσθῆναι οὐ σχοίνοις ἀλλὰ εὐστρέπτοισι βοεῦσιν, ὡς καὶ πρὸ τούτων ἀλλαχοῦ. λέγει δὲ καὶ ἴκμενον αὐτοῖς οὖρον πεμφθῆναι θεόθεν λάβρον ἐπαιγίζοντα δι' αἰθέρος, (Vers. 293.) ὄφρα τάχιστα ναῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ. ἀνύεται δὲ τοῦτο οὔρῳ, τουτέστι φορῷ ἀνέμῳ καὶ ὁρμητίᾳ οὐχ' ἁπλῶς ἀλλὰ καὶ ἐπαιγίζοντι, τουτέστιν ἔχοντι καὶ αἰγίδος τι, ἀφ' ἧς παρονομάζεται καὶ ἡ καταιγίς. Τὸ δὲ λάβρον οὐ σφαλερὸν μὲν, εἰ καὶ τῇ αυ διφθόγγῳ παραλήγεται παρὰ τὴν αὖραν. ἀρέσκει δὲ τοῖς ἀκριβεστέροις διὰ τοῦ βῆτα γράφεσθαι διὰ τὸ λίαν βαρύ. ἐπεὶ καὶ ζαχρηεῖς ἄνεμοι κατὰ τοιοῦτον σημαινόμενον λέγονται. ἄδηλον δὲ εἴτε στικτέον εἰς τὸ λάβρον, εἴτε καὶ συναπτέον αὐτὸ πρὸς τὸ ἐπαιγίζοντα, ἵνα ἐκείνως μὲν λέγῃ κατὰ γένος ἀρσενικὸν λάβρον ἄνεμον, οὕτω δὲ λάβρον ἐπαιγίζοντα κατὰ γένος οὐδέτερον. Ἐν δὲ τῷ δι' αἰθέρος αἰθὴρ φανερῶς ὁ ἀὴρ λέγεται. ἄλλως γὰρ ὁ κυρίως αἰθὴρ νήνεμός ἐστιν. (Vers. 297.) Ὅτι ἐν τῷ, ἡ δὲ, τουτέστιν ἡ ναῦς, Φερὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ, Φερὰς, τὰς Φηρὰς λέγει, συστείλας τὸ η διὰ τὸ μέτρον, ὁμοίως τῷ, ξηρὸν ξερὸν, οἷον, ποτὶ ξερὸν ἠπείροιο, καὶ νοσηρὸν νοσερόν, καὶ ἀσκηθὴς ἀσκεθὴς, οἷον, ἀσκεθέες καὶ ἄνουσοι. Εἰσὶ δὲ Φεραὶ μὲν περὶ Θετταλίαν, ὡς ἡ Ἰλιὰς δηλοῖ, Φηραὶ δὲ αὗται περὶ τὴν ἐν Πελοποννήσῳ Μεσσηνίαν γῆν καὶ περί που τὴν Ἤλιδα καὶ τοὺς Ἐπειοὺς, ὡς δηλοῖ τὸ, ἠδὲ παρ' Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί. δῆλον δὲ ὅτι οἱ ἐκ Πύλου πρὸς Ἰθάκην πλέοντες διὰ τῶν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
