Ancient Greek
Section 1017
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 1017.1
Not analysed yet
Ὅτι μετὰ τοὺς Ἀρμενίους εἰς αὐγὰς τὰ Μηδικά εἰσι τέμπεα, ὃ ἔστιν ἀπὸ μέρους ἡ τῶν Μήδων χώρα, οὕτω κληθεῖσα κατὰ τὸν Γεωγράφον ἢ ἀπὸ Μήδου υἱοῦ Μηδείας, ἥτις λειπόπατρις δι' ἔρωτα γέγονεν, ἢ ἀπὸ αὐτῆς δὴ τῆς φυγάδος Μηδείας τῆς Αἰήτου θυγατρὸς, ᾗτινι ὁ Διονύσιος ὁμώνυμον τὴν γῆν ταύτην φησί· δεῖ δὲ μᾶλλον εἰπεῖν παρώνυμον. Ἀφεῖσα γὰρ τὴν Ἀττικὴν ἡ Μήδεια ἐκεῖ παρὰ τοῖς Μήδοις ἔμεινεν, οὐχ ἑκὰς Κόλχων, ἀλλὰ δηλαδὴ ἐγγὺς κατὰ τὴν γειτνίασιν τὴν τοῦ ἀντικρύ· ᾧ λόγῳ καὶ ὁ Ἰσσικὸς, ὁμοίως δὲ καὶ ὁ Ὑρκάνιος γείτονες τοῦ Εὐξείνου πόντου λέγονται. Κόλχων γε μὴν, φησὶν, εἰς γῆν οὐκ ἦν αὐτὴν ἐλθεῖν διὰ τὴν τοῦ πατρὸς μῆνιν, ὅτε καὶ τῇ χώρᾳ δέδωκε τὸ ἀπ' αὐτῆς κληθῆναι· αἰδοῖ, φησὶ, λιποῦσα τὸν Πανδιονίδην Αἰγέα καὶ τὰς Ἀθήνας, ὅτε λυγρὰ φάρμακα τῷ τοῦ Αἰγέως υἱῷ τῷ Θησεῖ ἐβουλεύσατο. Διὸ, φησὶν, ἀπ' ἐκείνης τῆς Μηδείας, οἷα σοφῆς φαρμακουργοῦ, ἔτι οἱ Μῆδοι πολυφάρμακοί εἰσι. Τὸ δὲ αἰδοῖ σεμνῶς εἶπεν, οὐ θέλων ἐξυβρίσαι εἰς τὴν ἡρωΐδα. Τῷ ὄντι γὰρ οὐχ ἑκοῦσα ἐκείνη οὐδὲ δι' αἰδῶ, ἀλλὰ πρὸς βίαν ἔλιπε τὰς Ἀθήνας, διωχθεῖσα ὑπὸ τοῦ Αἰγέως, διότι τῷ Αἰγείδῃ Θησεῖ ἐπεβούλευσε κερασαμένη θανάσιμα φάρμακα, ὁπηνίκα ἐκεῖνος ἐκ Τροιζῆνος χρόνιος ἐλθὼν μετὰ τοῦ ξίφους καὶ τῶν πεδίλων τῶν πατρικῶν, ἃ καὶ ὁ Λυκόφρων ἱστορεῖ, ἐνεφανίσθη μὲν ἀγνοοῦντι τῷ πατρὶ Αἰγεῖ παῖς καλὸς καὶ πρέπων εἰς βασιλείαν, μικροῦ δὲ ἂν λαθὼν ὑπὸ τῆς Μηδείας ἀπώλετο, εἰ μὴ ὁ πατὴρ γνωρίσας τὸν ἐκ πολλοῦ ἐπὶ διαδοχῇ τῆς βασιλείας ποθούμενον παῖδα περιεσώσατο, καὶ τὸν διαδεξόμενον εὑρηκὼς ἀπώσατο τὴν Μήδειαν, ἣν δι' ἔρωτα παιδοποιΐας ἐπεισηγάγετο. Φασὶ δὲ αὐτὴν δυναστεύσασαν ἐν Μήδοις, καὶ ἐπικρυπτομένην τὴν ὄψιν, ὁπηνίκα προέρχοιτο, καταδεῖξαι τὸ θηλυστολεῖν τε τοὺς ἐκεῖ καὶ ἐν ταῖς προόδοις κατηρεφεῖς εἶναι τοῖς σκεπάσμασιν. Ἰστέον δὲ καὶ ὅτι ὀπός τις ἀπὸ σιλφίου ὀνομαστὸς παρὰ τοῖς Μήδοις λέγεται γίνεσθαι καλούμενος Μηδικός· καὶ ὅτι οἱ Μῆδοι καὶ Μήδειοι λέγονται προπαροξυτόνως, καθάπερ οἱ παρ' Ὁμήρῳ Κήτειοι, καὶ ὅτι δεινοὶ περὶ τοξείαν εἰσὶ, διὸ καὶ τοξοφόρους αὐτοὺς ἐρεῖ ὁ Διονύσιος· καὶ ὅτι καὶ βοτάνη τις ἡ μάλιστα τοὺς ἵππους τρέφουσα Μηδικὴ καὶ εἰσέτι καλεῖται, ὡς ἐν Μηδίᾳ τάχα πλεονάζουσα. Ὅτι δὲ κατὰ κυριολεξίαν ἀνωτέρω εἴρηται τὸ Μηδικὰ τέμπεα, δηλοῖ ὁ Διονύσιος κατωτέρω εἰπὼν λασίας ‚εἰαμενὰς τὰς ἐν Μήδοις. Πάντως γὰρ ἔνθα λάσιος εἰαμενὴ‛ τεμπώδης ὁ τοιοῦτος τόπος, ἤτοι ἑλώδης ἐστίν. Εἰαμενὴ γάρ ἐστιν οἱονεί τις ῥειαμενὴ, τόπος δηλονότι κατάρρυτος, ἢ καὶ εἰς βοτανῶν ἀνάδοσιν ἐπιτήδειος, παρὰ τὸ ἕω, ὑφ' οὗ δηλοῦται τὸ ἀναδίδωμι. Φασὶ δὲ Μήδοις ἔθος εἶναι, βασιλέα αἱρεῖσθαι τὸν ἀνδρειότατον, καὶ γυναῖκας ἕκαστον ἔχειν οὐκ ἐλάττους τῶν πέντε. Καὶ γυνὴ δὲ, φασὶν, ἄνδρας ἐλάττονας τῶν πέντε τρέφουσα συμφορὰν ἡγεῖται τὸ πρᾶγμα, ἐν καλῷ τιθεμένη πλείστους νέμειν ἄνδρας. Ἰστέον δὲ ὅτι καὶ τὸ ᾀδόμενον Νισαῖον πεδίον ἐκεῖ που περὶ τὴν Μηδικὴν χώραν ἦν, φέρον ἵππους μεγάλους τοὺς λεγομένους Νισαίους.