# Commentarium in Dionysii periegetae orbis descriptionem 1069

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 1069. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/1069

Ὅτι Σάβαι ἦσαν μὲν καὶ Ἀραβικοὶ, ὡς προεγράφη, εὕρηνται δὲ καὶ ὧδε Περσικοί. Μεθ' οὓς οἱ Πασαργάδαι, περὶ ὧν κατωτέρω ῥηθήσεται. Ἐν δὲ τοῖς ἑξῆς καὶ Ἰνδικὸν ἔθνος οἱ Σάβαι εὑρίσκονται. Ἦσαν δὲ καὶ ἔθνος Θρᾳκικὸν Σάβοι, ὅπερ τοὺς Βάκχους δηλοῖ Φρυγίᾳ διαλέκτῳ· ἐξ οὗ καὶ ὁ Διόνυσος ἔοικε Σαβάζιος λέγεσθαι, διότι καὶ Βάκχος ὁ αὐτός. Ὅτι τὸ Τασκοὶ ἔθνους Περσικοῦ ὄνομα βαρυτόνως παρὰ πολλοῖς ἀναγινώσκεται· οἷς ἀγχιτέρμονες οἱ Πασαργάδαι, ἄριστοι Περσῶν κατὰ Ἡρόδοτον, παρ' οἷς Κύρου τάφος πολυτελὴς, πύργος οὐ μέγας ἐν παραδείσῳ, δάσει δένδρων ἀποκεκρυμμένος, κλίνην τε χρυσῆν ἔχων ποτὲ καὶ τράπεζαν καὶ πύελον ὕλης ὁμοίας καὶ κόσμον λιθοκόλλητον. Προσεκοσμήθη δὲ καὶ ὑπὸ Ἀριστοβούλου, κελεύσει Ἀλεξάνδρου, ἐσυλήθη δὲ οὐ πολλῷ ὕστερον. Εἶχε δὲ, φασὶ, καὶ ἐπίγραμμα Ἑλληνικὸν Περσικοῖς γράμμασιν, Ἐνθάδ' ἐγὼ κεῖμαι, Κῦρος βασιλεὺς βασιλήων. Ἦν δὲ καὶ ἕτερον τοιοῦτον, «ὦ ἄνθρωπε, ἐγὼ Κῦρος εἰμὶ, ὁ τὴν ἀρχὴν τοῖς Πέρσαις κτησάμενος καὶ τῆς Ἀσίας βασιλεύσας· μὴ οὖν φθονήσῃς μοι τοῦ μνήματος.» Καὶ τοῦτο μὲν ἁπλοῦν καὶ γοργόν. Κάλλιον δὲ τὸ ἐπὶ Δαρείῳ, «φίλος ἦν τοῖς φίλοις, ἱππεὺς καὶ τοξότης ἄριστος ἐγενόμην, κυνηγῶν ἐκράτουν, πάντα ποιεῖν ἠδυνάμην.» Ἰστέον δὲ ὅτι τὸ μὲν ἐθνικὸν οἱ Πασαργάδαι, ἡ δὲ πόλις θηλυκῶς, ὡς δηλοῖ τὸ «τὰς δὲ Πασαργάδας ἔκτισεν ὁ Κῦρος.» Διερμηνεύεται δὲ ἡ πόλις κατὰ γλῶσσαν Ἑλληνίδα Περσῶν στρατόπεδον.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
